← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§2.2.1-2.2.8

考莉罗厄的梳洗与向阿佛洛狄忒的祈求

乡间仆妇们款待并照料考莉罗厄沐浴更衣,惊叹于其绝世神采;随后在普兰贡劝说下,考莉罗厄前往阿佛洛狄忒神庙祈求不再被他人垂青,但女神拒绝了她的请愿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

Πρὸς δὲ τὴν Καλλιρρόην εἰσῆλθον αἱ ἄγροικοι γυναῖκες καὶ εὐθὺς ὡς δέσποιναν ἤρξαντο κολακεύειν. Πλαγγὼν δέ, ἡ τοῦ οἰκονόμου γυνή, ζῶον οὐκ ἄπρακτον, ἔφη πρὸς αὐτὴν “ζητεῖς μέν, ὦ τέκνον, πάντως τοὺς σεαυτῆς· ἀλλὰ καλῶς καὶ ἐνθάδε νόμιζε σούς· Διονύσιος γάρ, ὁ δεσπότης ἡμῶν, χρηστός ἐστι καὶ φιλάνθρωπος. Εὐτυχῶς σε ἤγαγεν εἰς ἀγαθὴν ὁ θεὸς οἰκίαν.

乡村妇人们来到考莉罗厄那里,立刻像对待女主人一样奉承起她来。管事的妻子普兰贡是个精明能干的女人,对她说道:“孩子,你自然无时无刻不在思念自己的亲人;但请放心,把这里的人也当作你的亲人吧;因为我们的主人狄奥尼修斯仁慈而宽厚。神明幸运地将你带到了一个好人家。

§2.2.2

Ὥσπερ ἐν πατρίδι διάξεις. Ἐκ μακρᾶς οὖν θαλάσσης ἀπόλουσαι τὴν ἄσιν· ἔχεις θεραπαινίδας.” Μόλις μὲν καὶ μὴ βουλομένην, προήγαγε δ᾽ ὅμως εἰς τὸ βαλανεῖον. Εἰσελθοῦσαν δὲ ἤλειψάν τε καὶ ἀπέσμηξαν ἐπιμελῶς καὶ μᾶλλον ἀποδυσαμένης κατεπλάγησαν· ὥστε ἐνδεδυμένης αὐτῆς θαυμάζουσαι τὸ πρόσωπον θεῖον πρόσωπον ἔδοξαν ἰδοῦσαι·1 ὁ χρὼς γὰρ λευκὸς ἔστιλψεν εὐθὺς μαρμαρυγῇ τινι ὅμοιον ἀπολάμπων· τρυφερὰ δὲ σάρξ, ὥστε δεδοικέναι μὴ καὶ ἡ τῶν δακτύλων ἐπαφὴ μέγα τραῦμα ποιήσῃ.

你会像在故乡一样生活。因此,去洗净长途航海留下的污垢吧;你有侍女供你使唤。”普兰贡虽然费尽周折,还是带着勉强且不情愿的她走向了浴室。进屋后,女人们仔细地为她涂油擦洗,当她褪去衣裳时,她们更是惊叹不已;以至于在她身穿衣服时她们已赞叹其面容,如今更觉得见到了神圣的面容。因为她雪白的肌肤立刻泛起光泽,闪烁着如闪电般耀目的光辉;血肉娇嫩,以致令人担忧指尖的一触都会造成严重的伤痕。

§2.2.3

Ἡσυχῆ δὲ διελάλουν πρὸς ἀλλήλας “καλὴ μὲν ἡ δέσποινα ἡμῶν καὶ περιβόητος· ταύτης δὲ ἂν θεραπαινὶς ἔδοξεν.”2 Ἐλύπει τὴν Καλλιρρόην ὁ ἔπαινος καὶ τοῦ μέλλοντος οὐκ ἀμάντευτος ἦν. Ἐπεὶ δὲ ἐλέλουτο καὶ τὴν κόμην συνεδέσμουν, καθαρὰς αὐτῇ προσήνεγκαν ἐσθῆτας· ἡ δὲ οὐ πρέπειν ἔλεγε ταῦτα τῇ νεωνήτῳ.

她们悄声交头接耳道:“我们的女主人固然美丽且名声远播,但与这位相比,恐会显得像个侍女。”这番夸奖使考莉罗厄感到悲伤,她并非未能预知未来的境遇。当她沐浴完毕、女人们正为她束发时,她们拿来了洁净的衣物;她却说这对于一个新买来的女奴并不合体统。

§2.2.4

“Χιτῶνά μοι δότε δουλικόν· καὶ γὰρ ὑμεῖς ἐστέ μου κρείττονες.” Ἐνεδύσατο μὲν οὖν τι τῶν ἐπιτυχόντων· κἀκεῖνο δὲ ἔπρεπεν αὐτῇ καὶ πολυτελὲς ἔδοξε καταλαμπόμενον ὑπὸ κάλλους.

“给我一件奴隶的束腰短袍吧,”她说,“因为连你们都比我高贵。”于是她穿上了一件随手拿来的普通衣衫;然而那件衣服穿在她身上依然相称,并在她美丽的辉映下显得华贵非凡。

§2.2.5

Ἐπεὶ δὲ ἠρίστησαν αἱ γυναῖκες, λέγει ἡ Πλαγγὼν “ἐλθὲ πρὸς τὴν Ἀφροδίτην καὶ εὖξαι περὶ σαυτῆς· ἐπιφανὴς δέ ἐστιν ἐνθάδε ἡ θεός, καὶ οὐ μόνον οἱ γείτονες, ἀλλὰ καὶ οἱ ἐξ ἄστεος παραγινόμενοι θύουσιν αὐτῇ. Μάλιστα δὲ ἐπήκοος Διονυσίῳ· ἐκεῖνος οὐδέποτε παρῆλθεν αὐτήν.” Εἶτα διηγοῦντο τῆς θεοῦ τὰς ἐπιφανείας καί τις εἶπε τῶν ἀγροίκων “δόξεις, ὦ γύναι, θεασαμένη τὴν Ἀφροδίτην εἰκόνα βλέπειν σεαυτῆς.” Ἀκούσασα δὲ ἡ Καλλιρρόη δακρύων ἐνεπλήσθη καὶ λέγει πρὸς ἑαυτὴν “Οἴμοι τῆς συμφορᾶς, κἀνταῦθά ἐστιν Ἀφροδίτη θεὸς ἡ ἐμοὶ τῶν πάντων κακῶν αἰτία. Πλὴν ἄπειμι, θέλω γὰρ αὐτὴν πολλὰ μέμψασθαι.”

女人们用过早膳后,普兰贡说道:“去阿佛洛狄忒那里为你自己祈福吧;因为这位女神在此地屡屡显圣,不仅近邻,就连城里来的人也向她献祭。她对狄奥尼修斯尤为灵验,主人从不曾径直走过她的身旁。”接着她们讲述起女神的种种神迹,其中一位村妇说:“夫人,当你瞻仰阿佛洛狄忒时,你会以为看到了自己的容颜。”考莉罗厄听后泪流满面,暗自思忖道:“哀哉我的苦难!在此处竟也有阿佛洛狄忒女神,她正是我一切不幸的根源。但我仍要去,因为我想对她倾诉诸多怨怼。”

§2.2.7

Τὸ δὲ ἱερὸν πλησίον ἦν τῆς ἐπαύλεως παρ’ αὐτὴν τὴν λεωφόρον. Προσκυνήσασα δὲ ἡ Καλλιρρόη καὶ τῶν ποδῶν λαβομένη τῆς Ἀφροδίτης “σύ μοι” φησὶ “πρώτη Χαιρέαν ἔδειξας, συναρμόσασα δὲ καλὸν ζεῦγος οὐκ ἐτήρησας· καίτοιγε ἡμεῖς σε ἐκοσμοῦμεν.

那座神庙就在庄园附近,紧挨着大道。考莉罗厄伏地顶礼,抱住阿佛洛狄忒的双足,说道:“正是你最先将凯瑞阿斯引荐于我,撮合了天造地设的一对,却未能将之守护;况且我们素来尊奉你。

§2.2.8

Ἐπεὶ δὲ οὕτως ἐβουλήθης, μίαν αἰτοῦμαι παρὰ σοῦ χάριν· μηδενί με ποιήσῃς μετ’ ἐκεῖνον ἀρέσαι.” Πρὸς τοῦτο ἀνένευσεν ἡ Ἀφροδίτη· μήτηρ γάρ ἐστι τοῦ Ἔρωτος, καὶ πάλιν ἄλλον ἐπολιτεύετο γάμον, ὃν οὐδὲ αὐτὸν ἔμελλε τηρήσειν.3 Ἀπαλλαγεῖσα δὲ ἡ Καλλιρρόη λῃστῶν καὶ θαλάσσης τὸ ἴδιον κάλλος ἀνελάμβανεν, ὥστε θαυμάζειν τοὺς ἀγροίκους καθ’ ἡμέραν εὐμορφοτέρας αὐτῆς βλεπομένης.

既然这是你的意旨,我只求你一件事:万勿让我在他之后再为任何人所中意。”对此,阿佛洛狄忒摇头回绝了;因为她是厄洛斯的母亲,又在谋划着另一桩婚事,而这桩婚事她同样不打算让其长久。摆脱了海盗与惊涛骇浪的考莉罗厄渐渐恢复了天生的美貌,以致乡民们见她日复一日愈发娇艳,无不惊叹佩服。

语法注3 条
  1. 2.2.2ἔδοξαν ἰδοῦσαι

    动词 ἔδοξαν 搭配主格分词 ἰδοῦσαι,而非更常规的不定式补足语。此处用来表达她们在视觉冲击下主观上的确信与直感:“她们确信自己亲眼见到了神圣的面容”。

  2. 2.2.3ταύτης δὲ ἂν θεραπαινὶς ἔδοξεν

    助词 ἄν 搭配直陈式不定过去时 ἔδοξεν,构成与过去事实相反的虚拟语气。条件从句(如“若尚在人世与之相比”)在语境中被省略,主句表达假设的结果:“(即便旧女主人生前)也恐会显得像这个女人的侍女”。

  3. 2.2.8ὃν οὐδὲ αὐτὸν ἔμελλε τηρήσειν

    关系从句中的复指加强结构。在关系代词 ὅν(先行词为 ἄλλον... γάμον)之后紧随 οὐδὲ αὐτόν,起到强调宾语的作用:“而那桩婚事本身她同样(不打算维持)”。ἔμελλε 与将来不定式 τηρήσειν 连用,表示女神当时的企图与预定之事。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.2.1-2.2.8