- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.1.1-2.1.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
莱奥纳斯返回米利都,向悼念亡妻的狄奥尼修斯汇报购买卡利罗厄一事,但主人对女奴的美貌深表怀疑。莱奥纳斯为办理正式过户契据而四处寻找塞隆未果,狄奥尼修斯得知银钱被骗后,吩咐暂时将那妇人留在庄园。
Λεωνᾶς δὲ κελεύσας Φωκᾷ τῷ οἰκονόμῳ πολλὴν ἐπιμέλειαν ἔχειν τῆς γυναικὸς αὐτὸς ἔτι νυκτὸς ἐξῆλθεν εἰς τὴν Μίλητον, σπεύδων εὐαγγελίσασθαι τῷ δεσπότῃ τὰ περὶ τῆς νεωνήτου, μεγάλην οἰόμενος αὐτῷ φέρειν τοῦ πένθους παραμυθίαν. Εὗρε δὲ ἔτι κατακείμενον τὸν Διονύσιον· ἀλύων γὰρ ὑπὸ τῆς λύπης οὐδὲ προῄει τὰ πολλά, καίτοι ποθούσης αὐτὸν τῆς πατρίδος, ἀλλὰ διέτριβεν ἐν τῷ θαλάμῳ, ὡς ἔτι παρούσης αὐτῷ τῆς γυναικός.
莱奥纳斯吩咐管事福卡斯好生照看那妇人,自己则趁着夜色动身前往米利都,急于向主人报告新购女奴的喜讯,以为能为他的悲痛带去极大的慰藉。他发现狄奥尼修斯依然躺在床上;因为狄奥尼修斯因悲伤而心神涣散,虽然城邦众人盼望着他,他却极少出门,只是呆在寝室里,仿佛妻子依然陪伴在他身边一样。
Ἰδὼν δὲ τὸν Λεωνᾶν ἔφη πρὸς αὐτὸν “μίαν ταύτην ἐγὼ νύκτα μετὰ τὸν θάνατον τῆς ἀθλίας ἡδέως κεκοίμημαι· καὶ γὰρ εἶδον αὐτὴν ἐναργῶς μείζονά τε καὶ κρείττονα γεγενημένην, καὶ ὡς ὕπαρ μοι συνῆν. Ἔδοξα δὲ εἶναι τὴν πρώτην ἡμέραν τῶν γάμων καὶ ἀπὸ τῶν χωρίων μου τῶν παραθαλαττίων αὐτὴν νυμφαγωγεῖν,1 σοῦ μοι τὸν ὑμέναιον ᾅδοντος.” Ἔτι δὲ αὐτοῦ διηγουμένου, Λεωνᾶς ἀνεβόησεν “εὐτυχὴς εἶ, δέσποτα, καὶ ὄναρ καὶ ὕπαρ. Μέλλεις ἀκούειν ταῦτα, ἃ τεθέασαι.” Καὶ ἀρξάμενος αὐτῷ διηγεῖται “προσῆλθέ μοί τις ἔμπορος πιπράσκων γυναῖκα καλλίστην, διὰ δὲ τοὺς τελώνας ἔξω τῆς πόλεως ὥρμισε τὴν ναῦν πλησίον τῶν σῶν χωρίων.
狄奥尼修斯看见莱奥纳斯,便对他说:“可怜的妻子死后,唯独这一个夜晚我睡得香甜;因为我真切地看见她变得更加端庄美丽,宛如在醒觉之中与我相伴。我仿佛置身于新婚之日,正从我海边的庄园迎娶她过门,而你在为我唱着婚礼颂歌。”正当他还在述说之时,莱奥纳斯高声喊道:“主人,无论在梦中还是在现实中,你都是幸运的!你亲眼所见的景象,马上就会亲耳听闻。”于是他开始向他讲述道:“有个商人来找我,要卖一个绝色女子,但为了避开税吏,他把船停靠在城外、靠近你庄园的地方。
Κἀγὼ συνταξάμενος ἀπῆλθον εἰς ἀγρόν. Ἐκεῖ δὲ συμβαλόντες ἀλλήλοις ἔργῳ μὲν τὴν πρᾶσιν ἀπηρτίκαμεν· ἐγὼ γὰρ ἐκείνῳ τάλαντον δέδωκα· δεῖ δὲ ἐνταῦθα γενέσθαι νομίμως τὴν καταγραφήν.” Ὁ δὲ Διονύσιος τὸ μὲν κάλλος ἡδέως ἤκουσε τῆς γυναικὸς (ἦν γὰρ φιλογύνης ἀληθῶς), τὴν δὲ δουλείαν ἀηδῶς· ἀνὴρ γὰρ βασιλικός, διαφέρων ἀξιώματι καὶ παιδείᾳ τῆς ὅλης Ἰωνίας, ἀπηξίου κοίτην θεραπαινίδος, καὶ “ἀδύνατον” εἶπεν, “ὦ Λεωνᾶ, καλὸν εἶναι σῶμα μὴ πεφυκὸς ἐλεύθερον.2 Οὐκ ἀκούεις τῶν ποιητῶν ὅτι θεῶν παῖδές εἰσιν οἱ καλοί, πολὺ δὲ πρότερον ἀνθρώπων εὐγενῶν; σοὶ δὲ ἤρεσεν ἐπ’ ἐρημίας· συνέκρινας γὰρ αὐτὴν ταῖς ἀγροίκοις.
我与他约定后便去了乡下。我们在那里会面,实际完成了这笔交易;因为我已经给了他一塔兰同。然而法定的产权过户契据必须在此地订立。”狄奥尼修斯听闻那女子的美貌欣然自喜(因为他委实是个爱惜女子之人),但听闻她是奴隶身份却心生不悦;因为他为人如同王者,在地位与教养上卓绝于全伊奥尼亚,不屑于与侍女同寝,便说道:“莱奥纳斯,一个生非自由之身的人绝不可能美丽。难道你没听诗人们说过,美貌之人皆是神明的后裔,更何况是高贵之人的子嗣吗?然而她在荒僻之地取悦了你,因为你是拿她同乡下村妇相比。
Ἀλλ’ ἐπείπερ ἐπρίω, βάδιζε εἰς τὴν ἀγοράν· Ἄδραστος δὲ ὁ ἐμπειρότατος τῶν νόμων διοικήσει τὰς καταγραφάς.” Ἔχαιρεν ὁ Λεωνᾶς ἀπιστούμενος· τὸ γὰρ ἀπροσδόκητον ἔμελλε τὸν δεσπότην μᾶλλον ἐκπλήσσειν. Περιιὼν δὲ τοὺς Μιλησίων λιμένας ἅπαντας καὶ τὰς τραπέζας καὶ τὴν πόλιν ὅλην οὐδαμοῦ Θήρωνα εὑρεῖν ἐδύνατο.
不过既然你已经买下了,就去广场吧;最精通律法的阿德拉斯托斯会办理过户契据。”莱奥纳斯因未被相信而暗自高兴;因为出乎意料之事必定会使主人更加惊叹。然而他走遍了米利都人的所有港口、银钱兑换摊以及整座城市,却到处都找不到塞隆。
Ἐμπόρους ἐξήταζε καὶ πορθμεῖς, ἐγνώριζε δὲ οὐδείς. Ἐν πολλῇ τοίνυν ἀπορίᾳ γενόμενος κωπήρεις λαβὼν παρέπλευσεν ἐπὶ τὴν ἀκτὴν κἀκεῖθεν ἐπὶ τὸ χωρίον· οὐκ ἔμελλε δὲ εὑρήσειν τὸν ἤδη πλέοντα. Μόλις οὖν καὶ βραδέως ἀπῆλθε πρὸς τὸν δεσπότην.
他询问了商人和渡夫,却无人知晓。于是他陷入了极大的困惑之中,乘上划桨小舟沿着海岸航行到沙滩,又从那里前往庄园;但他决不可能找到那个早已扬帆起航的人。于是,他步履沉重地拖延着回到了主人那里。
Ἰδὼν δ’ αὐτὸν ὁ Διονύσιος σκυθρωπὸν ἤρετο τί πέπονθεν· ὁ δέ φησιν “ἀπολώλεκά σοι, ὦ δέσποτα, τάλαντον.” “Συμβαῖνον”3 εἶπεν ὁ Διονύσιος “ἀσφαλέστερόν σε τοῦτο πρὸς τὰ λοιπὰ ποιήσει. Τί δ’ ὅμως συμβέβηκε; μή τι ἡ νεώνητος ἀποδέδρακεν;” “Οὐκ ἐκείνη” φησὶν “ἀλλ’ ὁ πωλήσας.” “Ἀνδραποδιστὴς ἄρα ἦν, καὶ ἀλλοτρίαν σοι πέπρακε δούλην διὰ τοῦτο ἐπ’ ἐρημίας.
狄奥尼修斯见他面色阴郁,便问他遭遇了什么事;他说道:“主人,我为你损失了一塔兰同。”“这是常有的事,”狄奥尼修斯说,“这会让你今后行事更加稳妥。但究竟发生了什么?难道那新买来的女奴逃跑了吗?”“不是她,”他说,“而是那个卖主。”“那么他一定是个拐卖人口的窃贼,把别人的奴隶卖给了你,正因如此他才选在荒僻之地交易。
Πόθεν δὲ ἔλεγε τὴν ἄνθρωπον εἶναι;” “Συβαρῖτιν ἐξ Ἰταλίας, πραθεῖσαν ὑπὸ δεσποίνης κατὰ ζηλοτυπίαν.” “Ζήτησον Συβαριτῶν εἴ τινες ἐπιδημοῦσιν· ἐν δὲ τῷ μεταξὺ ἐκεῖ κατάλιπε τὴν γυναῖκα.” Τότε μὲν οὖν ὁ Λεωνᾶς ἀπῆλθε λυπούμενος, ὡς οὐκ εὐτυχοῦς τῆς πραγματείας αὐτῷ γεγενημένης· ἐπετήρει δὲ καιρὸν ἀναπεῖσαι τὸν δεσπότην ἐξελθεῖν εἰς τὰ χωρία, λοιπὸν μίαν ἔχων ἐλπίδα τὴν ὄψιν τῆς γυναικός.
他说那女人是哪里人?”“是来自意大利叙巴里斯的人,因女主人的嫉妒而被卖掉。”“去查查是否有叙巴里斯人旅居在此;在此期间,且把那女人留在那里。”当时莱奥纳斯满怀懊恼地退下了,因为这桩差事办得并不顺利;但他依然在窥伺时机,想说服主人前往庄园,此后他唯一的希望就寄托在那女人的容貌上了。
- 2.1.2Ἔδοξα δὲ εἶναι τὴν πρώτην ἡμέραν τῶν γάμων καὶ ἀπὸ τῶν χωρίων μου τῶν παραθαλαττίων αὐτὴν νυμφαγωγεῖν
人称句式 ἔδοξα(“我在梦中仿佛觉得……”)统辖了两个并列的不定式 εἶναι 与 νυμφαγωγεῖν。前者 εἶναι 表述一种非人称的事态(“正是新婚之日”),带宾格补足语 τὴν πρώτην ἡμέραν;后者 νυμφαγωγεῖν 则表达主语自身(狄奥尼修斯)所实施的动作(“迎娶她”),两者在同一支配动词下形成了非人称与人称不定式结构的并列。
- 2.1.5μὴ πεφυκὸς ἐλεύθερον
完成体分词 πεφυκός 带有否定词 μή,修饰名词 σῶμα。此处之所以使用 μή 而非 οὐ,是因为它具有条件或通则性质(“若非天生自由之人”),表达的是普遍性的泛指命题而非单纯的特定事实陈述。
- 2.1.8Συμβαῖνον
非人称动词 συμβαίνει 的中性单数现在分词,置于句首起独立副词性(或绝对格)作用,意为“这是常有的事/情理之中”。它在主句 τοῦτό σε ποιήσει 之前,简短地交代了狄奥尼修斯豁达沉着的态度。
