- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.14.1-1.14.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞隆巧妙安排卡利罗厄出场以展现其惊人美貌,莱奥纳斯惊叹之余当即支付一塔兰同将她买下,随后塞隆开船逃离;独处的卡利罗厄则悲切痛诉自己的凄惨命运。
Ὡς δὲ πλησίον ἐγένετο τῆς ἐπαύλεως ὁ Θήρων, ἐστρατήγησέ τι τοιοῦτον. Ἀποκαλύψας τὴν Καλλιρρόην καὶ λύσας αὐτῆς τὴν κόμην, διανοίξας τὴν θύραν, πρώτην ἐκέλευσεν εἰσελθεῖν. Ὁ δὲ Λεωνᾶς καὶ πάντες οἱ ἔνδον ἐπιστάσης αἰφνίδιον1 κατεπλάγησαν, δοκοῦντες θεὰν ἑωρακέναι· καὶ γὰρ ἦν τις λόγος ἐν τοῖς ἀγροῖς Ἀφροδίτην ἐπιφαίνεσθαι.
当塞隆接近庄园时,他想出了这样一个计策:揭开卡利罗厄的遮盖并解开她的秀发,打开门,命她第一个走进去。莱奥纳斯以及屋内的所有人因她的突然现身而惊骇不已,以为看见了女神;因为乡间确实流传着阿佛洛狄忒显灵的传闻。
Καταπεπληγμένων δὲ αὐτῶν κατόπιν ὁ Θήρων ἑπόμενος προσῆλθε τῷ Λεωνᾷ καὶ “ἀνάστα” φησὶ “καὶ γενοῦ περὶ τὴν ὑποδοχὴν τῆς γυναικός· αὕτη γάρ ἐστιν ἣν θέλεις ἀγοράσαι.” Χαρὰ καὶ θαυμασμὸς ἐπηκολούθησε πάντων.
在他们目瞪口呆之际,塞隆跟在后面走上前来,对莱奥纳斯说:“起来吧,去张罗接待这妇人;因为这正是你想买下的那一位。”众人的喜悦与赞叹随之而起。
Τὴν μὲν οὖν Καλλιρρόην ἐν τῷ καλλίστῳ τῶν οἰκημάτων κατακλίναντες εἴασαν ἡσυχάζειν· καὶ γὰρ ἐδεῖτο πολλῆς ἀναπαύσεως ἐκ λύπης καὶ καμάτου καὶ φόβου· Θήρων δὲ τῆς δεξιᾶς λαβόμενος τοῦ Λεωνᾶ “τὰ μὲν παρ’ ἐμοῦ σοι” φησὶ “πιστῶς πεπλήρωται, σὺ δὲ ἔχε μὲν ἤδη τὴν γυναῖκα ʽφίλος γὰρ εἶ λοιπόν̓, ἧκε δὲ εἰς ἄστυ καὶ λάμβανε τὰς καταγραφὰς καὶ τότε μοι τιμήν, ἣν θέλεις, ἀποδώσεις.” Ἀμείψασθαι δὲ θέλων ὁ Λεωνᾶς “οὐ μὲν οὖν” φησὶν “ἀλλὰ κἀγώ σοι τὸ ἀργύριον ἤδη πιστεύω πρὸ τῆς καταγραφῆς,” ἅμα δὲ καὶ προκαταλαβεῖν ἤθελε, δεδιὼς μὴ ἄρα μετάθηται· πολλοὺς γὰρ ἐν τῇ πόλει γενέσθαι τοὺς ἐθέλοντας ὠνεῖσθαι.
于是他们让卡利罗厄躺在最漂亮的房间里休息;因为由于悲伤、疲劳和恐惧,她极需充分的休憩。塞隆则执着莱奥纳斯的右手说:“我这边的事已忠实地为你办妥,你现在且收下这妇人吧(因为今后你就是朋友了),日后请到城里来领取契据,到那时你再付给我你愿意给的价钱。”莱奥纳斯为了投桃报李,便说:“决非如此,相反,我也在订立契据之前现在就将银钱信任地托付于你,”同时他也想先下手为强,唯恐塞隆改变主意;因为他料想城中想买她的人必定很多。
Τάλαντον οὖν ἀργυρίου προκομίσας ἠνάγκαζε λαβεῖν, ὁ δὲ Θήρων ἀκκισάμενος λαμβάνει. Κατέχοντος δὲ ἐπὶ δεῖπνον αὐτὸν τοῦ Λεωνᾶ ʽκαὶ γὰρ ἦν ὀψὲ τῆς ὥρασ̓ “βούλομαι” φησὶν “ἀφ’ ἑσπέρας εἰς τὴν πόλιν πλεῦσαι, τῇ δ᾽ ὑστεραίᾳ ἐπὶ τῷ λιμένι συμβαλοῦμεν.”
于是他拿出一塔兰同白银,强请他收下,塞隆便装模作样地推辞着收下了。莱奥纳斯想留他吃晚饭(因为天色已晚),塞隆却说:“我想趁傍晚乘船前往城里,次日我们在港口会合。”
Ἐπὶ τούτοις ἀπηλλάγησαν. Ἐλθὼν δ’ ἐπὶ τὴν ναῦν ὁ Θήρων ἐκέλευσεν ἀραμένους τὰς ἀγκύρας ἀνάγεσθαι τὴν ταχίστην, πρὶν ἐκπύστους γενέσθαι. Καὶ οἱ μὲν ἀπεδίδρασκον ἔνθα τὸ πνεῦμα ἔφερε, μόνη δὲ Καλλιρρόη γενομένη ἤδη μετ’ ἐξουσίας τὴν ἰδίαν ἀπωδύρετο τύχην. “Ἰδοὺ” φησὶν “ἄλλος τάφος, ἐν ᾧ Θήρων με κατέκλεισεν, ἐρημότερος ἐκείνου μᾶλλον·2
依照这些约定,他们分开了。塞隆回到船上,命众人起锚,尽速出海,以免行径败露。他们顺着风势逃窜;卡利罗厄独自一人留在那儿,此刻终于得以无拘无束地痛哭自己的命运。“看哪,”她说,“塞隆把我关进的又一座坟墓,甚至比前一座更加荒凉!
πατὴρ γάρ μοι ἂν ἐκεῖ προσῆλθε καὶ μήτηρ, καὶ Χαιρέας ἐπέσπεισε δακρύων· ᾐσθόμην ἂν καὶ τεθνεῶσα. Τίνα δὲ ἐνταῦθα καλέσω; Γινώσκεις. Τύχη βάσκανε, διὰ γῆς καὶ θαλάσσης τῶν ἐμῶν κακῶν οὐκ ἐπληρώθης, ἀλλὰ πρῶτον μὲν τὸν ἐραστήν μου σὺ φονέα ἐποίησας ʽΧαιρέας, ὁ μηδὲ δοῦλον μηδέποτε πλήξας, ἐλάκτισε καιρίως ἐμὲ τὴν φιλοῦσαν̓· εἶτά με τυμβωρύχων χερσὶ παρέδωκας καὶ ἐκ τάφου προήγαγες εἰς θάλασσαν καὶ τῶν κυμάτων τοὺς πειρατὰς φοβερωτέρους ἐπέστησας. Τὸ δὲ περιβόητον κάλλος εἰς τοῦτο ἐκτησάμην, ἵν’ ὑπὲρ ἐμοῦ Θήρων ὁ λῃστὴς μεγάλην λάβῃ τιμήν.
若是留在那里,我的父母尚且会来看望我,夏里亚斯也会献上泪水的奠酒;即使我已经死去,也定能感受得到。而在这里我又能呼唤谁呢?嫉妒的命运啊,你自是知晓,踏遍陆地与海洋,我的灾厄仍未能填满你的欲壑:首先你将我的情人变成了凶手(那个甚至从未打过奴隶的夏里亚斯,竟狠狠踢了深爱着他的我致命的一脚);接着你把我交到盗墓贼手中,把我从坟墓带入大海,并派来比波涛更可怕的盗匪凌驾于我。我获得那闻名遐迩的容貌,难道就是为了让盗匪塞隆因我而获得一笔巨资吗?
Ἐν ἐρημίᾳ πέπραμαι καὶ οὐδὲ εἰς πόλιν ἠνέχθην, ὡς ἄλλη τις τῶν ἀργυρωνήτων· ἐφοβήθης γάρ, ὦ Τύχη, μή τις ἰδὼν εὐγενῆ δόξῃ.3 Διὰ τοῦτο ὡς σκεῦος παρεδόθην οὐκ οἶδα τίσιν, Ἕλλησιν ἢ βαρβάροις ἢ πάλιν λῃσταῖς.” Κόπτουσα δὲ τῇ χειρὶ τὸ στῆθος εἶδεν ἐν τῷ δακτυλίῳ τὴν εἰκόνα τὴν Χαιρέου καὶ καταφιλοῦσα “ἀληθῶς ἀπόλωλα, ὦ Χαιρέα” φησί, “τοσούτῳ διαζευχθεῖσα πάθει. Καὶ σὺ μὲν πενθεῖς καὶ μετανοεῖς καὶ τάφῳ κενῷ παρακάθησαι, μετὰ θάνατόν μοι τὴν σωφροσύνην μαρτυρῶν, ἐγὼ δὲ ἡ Ἑρμοκράτους θυγάτηρ, ἡ σὴ γυνή, δεσπότῃ σήμερον ἐπράθην.” Τοιαῦτα ὀδυρομένῃ μόλις ὕπνος ἐπῆλθεν αὐτῇ.
我被卖在荒僻之地,甚至没有像任何其他被买来的奴隶那样被带入城中;因为你害怕啊,命运,唯恐有人见了我便认定我是高贵之人。正因如此,我像一件器物一样被转手给不知何许人,是希腊人、野蛮人抑或又是海盗,我都一无所知。”她用手捶打着胸膛,看见了戒指上夏里亚斯的画像,亲吻着它说:“夏里亚斯啊,因这般巨大的灾祸与你分离,我当真彻底毁灭了!你悼念、悔恨,守在空墓旁,在我死后为我的贞洁作证;而我,赫尔莫克拉特斯的女儿,你的妻子,今天却被卖给了一个主人。”在她这般悲泣之中,睡眠终于降临在她身上。
- 1.14.1ἐπιστάσης αἰφνίδιον
此处为省略了明确主语的独立属格结构。其逻辑主语承前指代刚先行进门的卡利罗厄(αὐτῆς / Καλλιρρόης)。阴性单数不定过去时分词 ἐπιστάσης 表示她的骤然出现,构成了主句 κατεπλάγησαν 的诱因。
- 1.14.6ἐρημότερος ἐκείνου μᾶλλον
这是比较级形容词 ἐρημότερος 与比较副词 μᾶλλον 重叠使用的双重比较强调句式,意为“比那座坟墓更加荒凉”。在古希腊语散文中,这种重叠比较级常用于情感激昂的表述中。
- 1.14.9μή τις ἰδὼν εὐγενῆ δόξῃ
由接续词 μή 引导的惧怕从句,依附于动词 ἐφοβήθης。分词 ἰδών 的宾语(卡利罗厄自身)根据上下文被省略。表语 εὐγενῆ 为补足语,δόξῃ 具有“判定、认为”之意,整句理解为“唯恐有人见了我,便判定我身世高贵”。
