- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.6.1-1.6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
海瑞亚斯虽被法庭判处无罪却一心求死,经挚友劝说后才振作操办盛大葬礼,将卡利罗厄与丰厚随葬品葬于海滨的华丽陵墓中。
Οἱ μὲν οὖν δικασταὶ τὴν ἀπολύουσαν ψῆφον ἔθεσαν, Χαιρέας δὲ οὐκ ἀπέλυεν ἑαυτόν, ἀλλ’ ἐπεθύμει θανάτου καὶ πάσας ὁδοὺς ἐμηχανᾶτο τῆς τελευτῆς. Πολύχαρμος δὲ ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίαν1 “προδότα” φησὶ “τῆς νεκρᾶς, οὐδὲ θάψαι Καλλιρρόην ὑπομενεῖς; ἀλλοτρίαις χερσὶ τὸ σῶμα πιστεύεις; Καιρός ἐστί σοι νῦν ἐνταφίων ἐπιμελεῖσθαι πολυτελείας καὶ τὴν ἐκκομιδὴν κατασκευάσαι βασιλικήν.” Ἔπεισεν οὗτος ὁ λόγος· ἐνέβαλε γὰρ φιλοτιμίαν καὶ φροντίδα. Τίς ἂν οὖν ἀπαγγεῖλαι δύναιτο κατ’ ἀξίαν τὴν ἐκκομιδὴν ἐκείνην; Κατέκειτο μὲν Καλλιρρόη νυμφικὴν ἐσθῆτα περικειμένη καὶ ἐπὶ χρυσηλάτου κλίνης μείζων τε καὶ κρείττων, ὥστε πάντες εἴκαζον αὐτὴν Ἀριάδνῃ καθευδούσῃ.
法官们于是投下了宣告他无罪的票,但海瑞亚斯却不能赦免自己,反而一心求死,设法寻找结束生命的各种途径。波利查穆斯见除此以外别无解救他的可能,便说道:“你这背叛死者的叛徒,难道连为卡利罗厄下葬都耐不住么?你要把她的遗体托付给外人的双手么?如今正是你操持奢华陪葬品、筹备王者般出殡仪式的时刻。”这番话打动了他,因为这激起了他的荣誉心与关切。那么,又有谁能够恰如其分地描摹出那场出殡的盛况呢?卡利罗厄身着新娘盛装,安卧在一张镂金床榻之上,显得比生前更加修长美丽,以致众人都将她比作沉睡中的阿丽阿德涅。
Προῄεσαν δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακουσίων ἱππεῖς αὐτοῖς ἵπποις2 κεκοσμημένοι, μετὰ τούτους ὁπλῖται φέροντες σημεῖα τῶν Ἑρμοκράτους τροπαίων, εἶτα ἡ βουλή, καὶ ἐν μέσῳ τῷ δήμῳ πάντες Ἑρμοκράτ δορυφοροῦντες· ἐφέρετο δὲ καὶ Ἀρίστων, ἔτι νοσῶν, θυγατέρα καὶ κυρίαν Καλλιρρόην ἀποκαλῶν. Ἐπὶ τούτοις αἱ γυναῖκες τῶν πολιτῶν μελανείμονες, εἶτα πλοῦτος ἐνταφίων βασιλικός· πρῶτος μὲν ὁ τῆς φερνῆς χρυσός τε καὶ ἄργυρος ἐσθήτων κάλλος καὶ κόσμος ʽσυνέπεμψε δὲ Ἑρμοκράτης πολλὰ ἐκ τῶν λαφύρων’ συγγενῶν τε δωρεαὶ καὶ φίλων, τελευταῖος δὲ ὁ Χαιρέου πλοῦτος· ἐπεθύμει γάρ, εἰ δυνατὸν ἦν, πᾶσαν τὴν οὐσίαν συγκαταφλέξαι τῇ γυναικί.
走在床榻前面的,首先是装备精良的叙拉古骑兵,连人带马装饰一新;接着是高举赫尔莫克拉特斯战功徽记的重装步兵;然后是议事会,在民众当中所有人都在为赫尔莫克拉特斯护卫;尚在病榻中的阿里斯同也被抬着同行,一路呼唤着卡利罗厄为女儿与主母。紧随其后的是身穿黑袍的市民女眷,再后是宛如帝王般的奢华随葬品:首先是属于她嫁妆的金银、华美衣装与首饰——赫尔莫克拉特斯也从战利品中送出了许多——以及亲友们的赠礼;最后则是海瑞亚斯倾注的财富,因为若是可能,他恨不得将全部家产与妻子一同付之一炬。
Ἔφερον δὲ τὴν κλίνην οἱ Συρακουσίων ἔφηβοι, καὶ ἐπηκολούθει τὸ πλῆθος. Πάντων δὲ θρηνούντων μάλιστα Χαιρέας ἠκούετο. Ἦν δὲ τάφος μεγαλοπρεπὴς Ἑρμοκράτους πλησίον τῆς θαλάσσης, ὥστε καὶ τοῖς πόρρωθεν πλέουσι περίβλεπτος εἶναι· τοῦτον ὥσπερ θησαυρὸν ἐπλήρωσεν ἡ τῶν ἐνταφίων πολυτέλεια. Τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι3 μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν.
叙拉古的青年男子抬着床榻,大众紧随其后。在所有人的哀哭声中,海瑞亚斯的号泣最为响亮。靠近海滨有一座属于赫尔莫克拉特斯的宏伟陵墓,醒目得连在远处航行的人也能望见;极其奢华的陪葬品宛如珍宝库一般将它填满。然而,这件看似为了荣耀死者而做的事,却引发了更为浩大的事变之端。
- 1.6.1ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίαν
此处 ἑαυτῷ 既可视为指代 τὴν σωτηρίαν 的逻辑主语海瑞亚斯(“于他而言得救别无他法”,后期希腊语中 ἑαυτῷ 常作非反身的 αὐτῷ 用),亦可视为直接反身代词指代分词主语波利查穆斯自身(“对于自己而言要想拯救朋友别无他法”)。语境表明这是指波利查穆斯深知唯有借此话题才能阻止海瑞亚斯自尽。
- 1.6.3αὐτοῖς ἵπποις
伴随与格的常见惯用句式,以 αὐτός 与名词同格(与格复数)连用,表示“连同其马匹一起”、“人马俱全地”。
- 1.6.5Τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι
中性单数冠词加分词 τὸ δοκοῦν 与不定式 γεγονέναι 构成句子的主语名词短语,意为“那看似为了给死者带来荣耀之事”,作为句末主谓结构 ἐκίνησεν ἀρχήν(引发了……的开端)的主语。
