- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.7.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
海盗首领泰隆觊觎卡利罗厄墓中的丰厚随葬品,聚集同伙提议夜间开棺盗宝并远走异乡销赃,同伙欣然赞同。
Θήρων γάρ τις ἦν, πανοῦργος ἄνθρωπος, ἐξ ἀδικίας πλέων τὴν θάλασσαν καὶ λῃστὰς ἔχων ἐφορμοῦντας τοῖς λιμέσιν. Ὀνόματι πορθμείου πειρατήριον συγκροτῶν οὗτος, τῇ ἐκκομιδῇ παρατυχὼν ἐπωφθαλμίασε τῷ χρυσῷ καὶ νύκτωρ κατὰ κλίνης οὐκ ἐκοιμᾶτο λέγων πρὸς ἑαυτὸν “ἀλλ’ ἐγὼ κινδυνεύω μαχόμενος τῇ θαλάσσῃ καὶ τοὺς ζῶντας ἀποκτείνων ἕνεκα λημμάτων μικρῶν, ἐξὸν πλουτῆσαι παρὰ μιᾶς νεκρᾶς.1 Ἀνερρίφθω κύβος· οὐκ ἀφήσω τὸ κέρδος. Τίνας δ’ οὖν ἐπὶ τὴν πρᾶξιν στρατολογήσω; Σκέψαι, Θήρων, τίς ἐπιτήδειος ὧν οἶδας. Ζηνοφάνης ὁ Θούριος; Συνετὸς μὲν ἀλλὰ δειλός. Μένων ὁ Μεσσήνιος; Τολμηρὸς μὲν ἀλλὰ προδότης.” Ἐπεξιὼν δὲ τῷ λογισμῷ καθέκαστον, ὥσπερ ἀργυρογνώμων, πολλοὺς ἀποδοκιμάσας, ὅμως ἔδοξε τινὰς ἐπιτηδείους. Ἕωθεν οὖν διατρέχων εἰς τὸν λιμένα, ἕκαστον αὐτῶν ἀνεζήτει. Εὗρε δ’ ἐνίους μὲν ἐν πορνείοις, τοὺς δ’ ἐν καπηλείοις, οἰκεῖον στρατὸν τοιούτῳ στρατηγῷ. Φήσας οὖν ἔχειν τι διαλεχθῆναι πρὸς αὐτοὺς ἀναγκαῖον, κατόπιν τοῦ λιμένος ἀπήγαγε καὶ τούτων ἤρξατο τῶν λόγων “ἐγὼ θησαυρὸν εὑρὼν ὑμᾶς κοινωνοὺς εἱλόμην ἐξ ἁπάντων· οὐ γάρ ἐστιν ἑνὸς τὸ κέρδος, οὐδὲ πόνου πολλοῦ δεόμενον, ἀλλὰ μία νὺξ δύναται ποιῆσαι πάντας ἡμᾶς πλουσίους. Οὐκ ἄπειροι δ’ ἐσμὲν τοιούτων ἐπιτηδευμάτων, ἃ παρὰ μὲν τοῖς ἀνοήτοις ἀνθρώποις ἔχει διαβολήν, ὠφέλειαν δὲ τοῖς φρονίμοις δίδωσι.” Συνῆκαν εὐθὺς ὅτι λῃστείαν ἢ τυμβωρυχίαν ἢ ἱεροσυλίαν καταγγέλλει, καὶ “παῦσαι” ἔφασαν “τοὺς πεπεισμένους ἤδη2 καὶ μόνον μήνυε τὴν πρᾶξιν, καὶ τὸν καιρὸν μὴ παραπολλύωμεν.” Ὁ δὲ Θήρων ἔνθεν ἑλὼν “ἑωράκατε” φησὶ “χρυσὸν καὶ ἄργυρον τῆς νεκρᾶς. Οὗτος ἡμῶν τῶν ζώντων δικαιότερον γένοιτ’ ἄν. Δοκεῖ δή μοι νυκτὸς ἀνοῖξαι τὸν τάφον, εἶτα ἐνθεμένους τῷ κέλητι, πλεύσαντας ὅποι ποτ’ ἂν φέρῃ τὸ πνεῦμα διαπωλῆσαι τὸν φόρτον3 ἐπὶ ξένης.” Ἤρεσε. “Νῦν μὲν οὖν” φησὶ “τρέπεσθε ἐπὶ τὰς συνήθεις διατριβάς· βαθείας δὲ ἑσπέρας ἕκαστος ἐπὶ τὸν κέλητα κατίτω κομίζων οἰκοδομικὸν ὄργανον.”
有个名叫泰隆的人,是个奸恶之徒,凭不义之举航行海上,手下聚拢着埋伏在各港口的强盗。他打着渡船的名义组建海盗船队,适逢送葬的行列,便觊觎起那些黄金,夜里在床上辗转反侧无法入睡,自言自语道:“我与大海搏斗,为了区区微利杀戮活人冒着危险,明明可以从一个死妇人身上发家致富。让骰子掷下吧;我决不放弃这笔横财。那我究竟该招募谁来办这件事呢?泰隆,好好想想,你认得的人里谁最合适。修利伊的芝诺法内?聪明但胆小。墨塞涅的墨农?大胆但会背叛。”他像验币师一样在心中逐一盘算,虽然剔除了许多人,最终还是认定有几个人合适。于是拂晓时分,他奔向港口,挨个寻找他们。他在妓院里找到了几个,在小酒馆里又找到了几个,真是什么样的将军带什么样的兵。他说有紧急的事情要与他们商议,便把他们引到港口后面,开口说道:“我发现了一处宝藏,在所有人中挑中了你们作为合伙人;因为这收益并非一人所能独占,也无需费太大力气,仅仅一个夜晚就能让我们所有人成为富翁。我们对这类行当也非外行,它虽在愚人眼里遭人唾弃,却能给明智之人带来厚利。”他们立刻明白他是要提议行劫、盗墓或盗庙,便说:“别再劝说已经心动的人了,直截了当说出行动吧,别耽误了良机。”泰隆顺水推舟说道:“你们已经见过那死妇人的金银了。这些东西归我们这些活人更为名正言顺。依我看,不妨在夜间打开陵墓,搬到轻捷船上,随风漂航到任何地方,在异邦将这批货物脱手。”众人一致赞成。泰隆便说:“眼下你们且去忙寻常的营生;但到了暮色深沉时,每个人带上一件石工用具,下到轻捷船上来。”
- 1.7.1ἐξὸν πλουτῆσαι παρὰ μιᾶς νεκρᾶς
此处是由无人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成的宾格绝对结构(accusative absolute),相对于主句动词 κινδυνεύω 表达让步意义(“明明可以发财致富”)。
- 1.7.1παῦσαι τοὺς πεπεισμένους ἤδη
动词 παύω 的不定过去时中动态命令式第二人称单数 παῦσαι。通常表示“停止”的中动态要求接属格或补充性分词,此处省略了分词(如 πείθων),直接以完成时被动分词宾格 τοὺς πεπεισμένους 作为所省略动作的对象(即“别再[劝说]那些已被说服的人”)。
- 1.7.1δοκεῖ δή μοι νυκτὸς ἀνοῖξαι τὸν τάφον, εἶτα ἐνθεμένους τῷ κέλητι, πλεύσαντας ὅποι ποτ’ ἂν φέρῃ τὸ πνεῦμα διαπωλῆσαι τὸν φόρτον
由无人称词组 δοκεῖ μοι(依我看/我认为应当……)所统辖的不定式结构。尽管支配动词带有与格人称代词 μοι,由于不定式逻辑上的主语是包含说话人在内的复数(“我们”),不定过去时分词 ἐνθεμένους 与 πλεύσαντας 未与与格一致,而是按意义一致(ad sensum)采用了阳性复数宾格,与不定式(ἀνοῖξαι, διαπωλῆσαι)隐含的宾格主语(ἡμᾶς)一致。
