- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.5.1-1.5.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
全城因卡利罗厄的死讯而陷入悲痛,海瑞亚斯拷问使女得知真相后在法庭上一心求死,赫尔莫克拉特斯则为他辩护并提议结束审理、立即下葬。
Καλλιρρόη μὲν οὖν ἄφωνος καὶ ἄπνους ἔκειτο νεκρᾶς εἰκόνα πᾶσι παρέχουσα, Φήμη δὲ ἄγγελος τοῦ πάθους καθ’ ὅλην τὴν πόλιν διέτρεχεν, οἰμωγὴν ἐγείρουσα διὰ τῶν στενωπῶν ἄχρι τῆς θαλάττης· καὶ πανταχόθεν ὁ θρῆνος ἠκούετο, καὶ τὸ πρᾶγμα ἐῴκει πόλεως ἁλώσει. Χαιρέας δὲ ἔτι τῷ θυμῷ ζέων δι᾽ ὅλης νυκτὸς ἀποκλείσας ἑαυτὸν ἐβασάνιζε τὰς θεραπαινίδας, πρώτην δὲ καὶ τελευταίαν τὴν ἅβραν.
卡利罗厄就这样无言无息地躺着,向所有人呈现出一副死者的模样;而身为灾难使者的“风闻”传遍了整座城市,在小巷中激起哀号,直达海滨;四下里都能听见悲恸的哭声,那景象宛如城市陷落。海瑞亚斯胸中仍怒火中烧,整夜将自己关在房内拷打使女们,最先也是最后拷打的便是那名贴身使女。
Ἔτι δὲ καομένων καὶ τεμνομένων αὐτῶν ἔμαθε τὴν ἀλήθειαν. Τότε ἔλεος αὐτὸν εἰσῆλθε τῆς ἀποθανούσης καὶ ἀποκτεῖναι μὲν ἑαυτὸν ἐπεθύμει, Πολύχαρμος δ’ ἐκώλυε, φίλος ἐξαίρετος τοιοῦτος, οἷον Ὅμηρος ἐποίησε Πάτροκλον Ἀχιλλέως. Ἡμέρας δὲ γενομένης οἱ ἄρχοντες ἐκλήρουν δικαστήριον τῷ φονεῖ, διὰ τὴν πρὸς Ἑρμοκράτην τιμὴν ἐπισπεύδοντες τὴν κρίσιν.
就在她们遭受火灼刀割之际,他得知了真相。这时,对亡妻的怜悯涌上他的心头,他企图自尽,却被波利查穆斯制止——他是那样一位卓越的挚友,正如荷马笔下阿喀琉斯的帕特罗克洛斯一般。黎明降临,执政官们为审判凶手抽签选定法庭,出于对赫尔莫克拉特斯的尊重而加快了审讯的进程。
Ἀλλὰ καὶ ὁ δῆμος ἅπας εἰς τὴν ἀγορὰν συνέτρεχεν, ἄλλων ἄλλα κεκραγότων· ἐδημοκόπουν δὲ οἱ τῆς μνηστείας ἀποτυχόντες καὶ ὁ Ἀκραγαντῖνος ὑπὲρ ἅπαντας, λαμπρός τε καὶ σοβαρός, οἷον διαπραξάμενος ἔργον ὃ μηδεὶς ἂν προσεδόκησε.
全城民众也纷纷涌向广场,众人高声叫嚷、各执一词;求婚失败的人们在煽动大众,尤其是那个阿克拉加斯人胜过所有人,显得趾高气扬、神气活现,仿佛干成了一件谁也未曾料到的壮举。
Συνέβη δὲ πρᾶγμα καινὸν καὶ ἐν δικαστηρίῳ μηδεπώποτε πραχθέν· ῥηθείσης γὰρ τῆς κατηγορίας ὁ φονεὺς μετρηθέντος αὐτῷ τοῦ ὕδατος ἀντὶ τῆς ἀπολογίας αὐτοῦ κατηγόρησε1 πικρότερον καὶ πρῶτος τὴν καταδικάζουσαν ψῆφον ἤνεγκεν, οὐδὲν εἰπὼν τῶν πρὸς τὴν ἀπολογίαν δικαίων, οὐ τὴν διαβολήν, οὐ τὴν ζηλοτυπίαν, οὐ τὸ ἀκούσιον, ἀλλ’ ἐδεῖτο πάντων “δημοσίᾳ με καταλεύσατε· ἀπεστεφάνωσα τὸν δῆμον.
然而法庭上却发生了一件前所未有、闻所未闻的奇事:当控告陈述完毕,为凶手量定发言的水钟之水后,他不仅没有自我辩护,反而更加严厉地控告自己,并率先投下了对自己定罪的一票;对于那些本可用于辩护的合情之理——中伤、嫉妒、非出于本意——他只字不提,反而哀求众人:“请公然用乱石砸死我吧!是我剥夺了城邦的桂冠。
Φιλάνθρωπόν ἐστιν ἂν παραδῶτέ με δημίῳ.2 Τοῦτο ὤφειλον ἂν παθεῖν, εἰ καὶ θεραπαινίδα Ἑρμοκράτους ἀπέκτεινα.3 Τρόπον ζητήσατε κολάσεως ἀπόρρητον. Χείρονα δέδρακα ἱεροσύλων καὶ πατροκτόνων. Μὴ θάψητέ με, μὴ μιάνητε τὴν γῆν, ἀλλὰ τὸ ἀσεβὲς καταποντώσατε σῶμα.”
若将我交给行刑人处置,反倒是宽大仁慈了。即便我杀死的只是赫尔莫克拉特斯的一名女仆,我也本该承受这般的惩罚。请寻觅一种闻所未闻的刑罚吧!我犯下的罪孽比亵渎圣殿者和弑父者更为深重。不要埋葬我,不要玷污大地,请将这具不洁的躯体沉入大海!”
Ταῦτα λέγοντος θρῆνος ἐξερράγη, καὶ πάντες ἀφέντες τὴν νεκρὰν τὸν ζῶντα ἐπένθουν. Ἑρμοκράτης συνηγόρησε Χαιρέᾳ πρῶτος. “Ἐγὼ” φησὶν “ἐπίσταμαι τὸ συμβὰν ἀκούσιον ὄν. Βλέπω τοὺς ἐπιβουλεύοντας ἡμῖν. Οὐκ ἐφησθήσονται δυσὶ νεκροῖς, οὐδὲ λυπήσω τεθνεῶσαν τὴν θυγατέρα. Ἤκουσα λεγούσης αὐτῆς πολλάκις ὅτι αὑτῆς μᾶλλον θέλει Χαιρέαν ζῆν. Παύσαντες οὖν τὸ περισσὸν δικαστήριον ἐπὶ τὸν ἀναγκαῖον ἀπίωμεν τάφον. Μὴ παραδῶμεν χρόνῳ τὴν νεκράν, μηδὲ ἄμορφον τῇ παρολκῇ ποιήσωμεν τὸ σῶμα. Θάψωμεν Καλλιρρόην ἔτι καλήν.”
他说着这番话时,哀哭声四起,所有人都不再去顾及死者,反而为这活人痛哭流涕。赫尔莫克拉特斯率先为海瑞亚斯说情。“我知道,”他说道,“所发生的事并非出于本意。我已经看清了那些暗算我们的人。他们休想因目睹两具尸体而称心快意,我也绝不愿让死去的女儿伤心。我曾多次听她说起,比起自己,她更希望海瑞亚斯活着。因此,让我们停止这多余的法庭审理,前去操办不可或缺的葬礼吧。切莫把死者交付给时间,也不要因拖延而使遗体损毁。趁着卡利罗厄依然美丽,让我们将她安葬吧。”
- 1.5.4αὐτοῦ κατηγόρησε
人称代词 αὐτοῦ 在此用作反身代词 ἑαυτοῦ。紧随其后的“自己率先投下定罪之票”证实,海瑞亚斯并未进行答辩(ἀπολογία),而是在法庭上极其激烈地指控了自己。
- 1.5.5Φιλάνθρωπόν ἐστιν ἂν παραδῶτέ με δημίῳ
带有 ἄν(即 ἐάν)及虚拟语气的条件从句搭配直陈式现在时主句(ἐστιν)的结构。它表达了说话人断定性的判断:“如果你们将我交付给行刑人,那也是过于宽大仁慈了(即根本不足以惩罚我的重罪)。”
- 1.5.5Τοῦτο ὤφειλον ἂν παθεῖν, εἰ καὶ θεραπαινίδα Ἑρμοκράτους ἀπέκτεινα
过去事实的相反假定(非真实条件句)。ὤφειλον ἄν 搭配不定式(παθεῖν)表示过去未实现的正当要求(“我本该遭受此等惩罚”),让步条件从句 εἰ καὶ ... ἀπέκτεινα(“哪怕我只是杀死了一名赫尔莫克拉特斯的女仆”)则设定了相反的前提。海瑞亚斯借此强调,交给行刑人处决这种常规极刑仅适用于杀死普通奴婢,对自己杀死卡利罗厄的罪孽而言则远远不够。
