- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.4.1-1.4.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿克拉加斯人设下新计,派食客诱通侍女,并遣假告密者挑唆海瑞亚斯确信妻子不贞。目睹精心编排的私通假象后,狂怒的海瑞亚斯冲进家中,一脚踢倒满心欢喜迎上前的无辜妻子,致使其窒息昏厥。
Ὁ δ’ Ἀκραγαντῖνος διαπεπτωκυίας αὐτῷ τῆς πρώτης τέχνης ἥπτετο λοιπὸν ἐνεργεστέρας κατασκευῆς τι τοιοῦτον. Ἦν αὐτῷ παράσιτος στωμύλος καὶ πάσης χάριτος ὁμιλητικῆς ἔμπλεως. Τοῦτον ἐκέλευσεν ὑποκριτὴν ἔρωτος γενέσθαι. τὴν ἅβραν γὰρ τῆς Καλλιρρόης καὶ τιμιωτάτην τῶν θεραπαινίδων προσπίπτων φιλεῖν ἐποίει.
那个阿克拉加斯人见自己的头一条计策落空,便着手策划一场更为有力的阴谋,其手段如下。他身边有一个能说会道、深谙社交谄媚之道的清客。他命此人去扮演情夫的角色;因为此人上前纠缠卡利罗厄身边的贴身使女,即女仆中最受宠信的那一位,设法让她爱上〔自己〕。
μόλις οὖν ἔκειτο, πλὴν ὑπηγάγετο τὴν μείρακα μεγάλαις δωρεαῖς τῷ τε λέγειν ἀπάγξεσθαι μὴ τυχὼν τῆς ἐπιθυμίας.1 Γυνὴ δὲ εὐάλωτόν ἐστιν, ὅταν ἐρᾶσθαι δοκῇ. Ταῦτα οὖν προκατασκευασάμενος ὁ δημιουργὸς τοῦ δράματος, ὑποκριτὴν ἕτερον ἐξεῦρεν, οὐκέτι ὁμοίως εὔχαριν, ἀλλὰ πανοῦργον καὶ ἀξιόπιστον λαλῆσαι.2
起初这名侍女难以动摇,但他凭借重礼以及声称若不得遂愿就自缢身亡的话语,终于将她诱惑得手;而一个女人一旦相信自己为人所爱,便极易上钩。这出戏的导演将这些预备妥当后,又找来另一个演员,此人不再是先前那样讨人喜欢,而是生性狡黠,且极其善于花言巧语以取信于人。
Τοῦτον προδιδάξας ἃ χρὴ πράττειν καὶ λέγειν, ὑπέπεμψεν ἀγνῶτα τῷ Χαιρέᾳ. Προσελθὼν δὲ ἐκεῖνος αὐτῷ περὶ τὰς παλαίστρας ἀλύοντι “κἀμοὶ” φησὶν “υἱὸς ἦν, ὦ Χαιρέα, σὸς ἡλικιώτης, πάνυ σε θαυμάζων καὶ φιλῶν, ὅτε ἔζη. Τελευτήσαντος δὲ αὐτοῦ σὲ υἱὸν ἐμαυτοῦ νομίζω, καὶ γὰρ εἶ κοινὸν ἀγαθὸν πάσης Σικελίας εὐτυχῶν.
他事先向此人交代妥当该如何行事与言说,便将这个陌生人派往海瑞亚斯那里。这人走近在摔跤场附近漫无目的闲逛的海瑞亚斯,说道:“海瑞亚斯啊,我也曾有一个与你年纪相仿的儿子,他生前对你极其景仰与爱慕。他去世后,我就把你视同己出;因为你的幸福本是全西西里的共同福泽。
Δὸς οὖν μοι σχολάζοντα σεαυτὸν καὶ ἀκούσῃ μεγάλα πράγματα ὅλῳ τῷ βίῳ σου διαφέροντα.” Τοιούτοις ῥήμασιν ὁ μιαρὸς ἐκεῖνος ἄνθρωπος τοῦ μειρακίου τὴν ψυχὴν ἀνακουφίσας καὶ μεστὸν ποιήσας ἐλπίδος καὶ φόβου καὶ πολυπραγμοσύνης, δεομένου λέγειν ὤκνει καὶ προυφασίζετο μὴ εἶναι τὸν καιρὸν ἐπιτήδειον τὸν παρόντα, δεῖν δὲ ἀναβολῆς καὶ σχολῆς μακροτέρας.
因此,请腾出一段闲暇给我,你将听到关乎你一生的重大事情。”那个卑劣之徒用这番话吊起了年轻人的心弦,使他心中充满了希望、恐惧与好奇;然而当海瑞亚斯央求他说出真相时,他却故作迟疑,托词说眼下并非适宜的时机,尚需推迟并需要更长久的闲暇。
Ἐνέκειτο μᾶλλον ὁ Χαιρέας, ἤδη τι προσδοκῶν βαρύτερον· ὁ δ’ ἐμβαλὼν αὐτῷ τὴν δεξιὰν ἀπῆγεν εἴς τι χωρίον ἠρεμαῖον, εἶτα συναγαγὼν τὰς ὀφρῦς καὶ ὅμοιος γενόμενος λυπουμένῳ, μικρὸν δέ τι καὶ δακρύσας “ἀηδῶς μὲν” εἶπεν “ὦ Χαιρέα, σκυθρωπόν σοι πρᾶγμα μηνύω καὶ πάλαι βουλόμενος εἰπεῖν ὤκνουν· ἐπεὶ δὲ ἤδη φανερῶς ὑβρίζῃ καὶ θρυλεῖται πανταχοῦ τὸ δεινόν, οὐχ ὑπομένω σιωπᾶν· φύσει τε γὰρ μισοπόνηρός εἰμι καὶ σοὶ μάλιστα εὔνους.
海瑞亚斯预感到有更沉重的事情,逼问得愈发紧迫;那人便握住他的右手,引他来到一处僻静之地,随即双眉紧锁,装出一副悲痛欲绝的模样,甚至挤出几滴眼泪说道:“海瑞亚斯啊,我是满心痛苦地向你通报一件阴郁之事,我早就想告诉你,却一直心存犹豫;但如今你已公然受辱,这可怕的丑事已四处传扬,我实在不忍继续沉默;因为我生性嫉恶如仇,且对你最为友善。
Γίνωσκε τοίνυν μοιχευομένην σου τὴν γυναῖκα, καὶ ἵνα τούτῳ πιστεύσῃς, ἕτοιμος ἐπ̓ αὐτοφώρῳ τὸν μοιχὸν δεικνύειν.” Ὣς φάτο· τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χάριεν δ’ ᾔσχυνε πρόσωπον.3
你当知道,你的妻子正在背叛你与人通奸;为了让你确信此事,我随时准备指认那通奸者,将他捉奸在床。”他话音刚落,一团漆黑的悲云便笼罩了海瑞亚斯;他双手捧起煤黑般的尘土,倾倒在头上,玷污了那张俊秀的脸庞。
Ἐπὶ πολὺ μὲν οὖν ἀχανὴς ἔκειτο, μήτε τὸ στόμα μήτε τοὺς ὀφθαλμοὺς ἐπᾶραι δυνάμενος· ἐπεὶ δὲ φωνὴν οὐχ ὁμοίαν μὲν ὀλίγην δὲ συνελέξατο, “δυστυχῆ μὲν” εἶπεν “αἰτῶ παρὰ σοῦ χάριν αὐτόπτης γενέσθαι τῶν ἐμῶν κακῶν· ὅμως δὲ δεῖξον, ὅπως εὐλογώτερον ἐμαυτὸν ἀνέλω· Καλλιρρόης γὰρ καὶ ἀδικούσης φείσομαι.”
他在很长一段时间里目瞪口呆地瘫倒在地,既不能开口,也无法抬眼;及至他缓过微弱且变了调的声音,说道:“我向你恳求的,竟是亲眼目睹自己不幸的残酷恩惠;尽管如此,还是指给我看吧,好让我能更有理由自尽;因为即使卡利罗厄有罪,我也会放过她。”
“Προσποίησαι” φησὶν “ὡς εἰς ἀγρὸν ἀπιέναι, βαθείας δὲ ἑσπέρας παραφύλαττε τὴν οἰκίαν· ὄψει γὰρ εἰσιόντα τὸν μοιχόν.” Συνέθεντο ταῦτα, καὶ ὁ μὲν Χαιρέας πέμψας ʽοὐ γὰρ αὐτὸς ὑπέμεινεν οὐδὲ εἰσελθεῖν’4 “ἄπειμι” φησὶν “εἰς ἀγρόν·” ὁ δὲ κακοήθης ἐκεῖνος καὶ διάβολος συνέταττε τὴν σκηνήν.
那人说道:“你且假装要往乡下去,待到夜色深沉时,在宅邸旁守候;你将亲眼看见那个奸夫登门。”两人商定妥当,海瑞亚斯派人传话——因为他自己甚至无法忍受踏入家门——说道:“我要去乡下了”;而那个居心不良的挑拨者则在布置舞台。
Ἑσπέρας οὖν ἐπιστάσης ὁ μὲν ἐπὶ τὴν κατασκοπὴν ἦλθεν, ὁ δὲ τὴν ἅβραν τῆς Καλλιρρόης διαφθείρας ἐνέβαλεν εἰς τὸν στενωπόν, ὑποκρινόμενος μὲν τὸν λαθραίοις ἔργοις ἐπιχειρεῖν προαιρούμενον, πάντα δὲ μηχανώμενος ἵνα μὴ λάθοι· κόμην εἶχε λιπαρὰν καὶ βοστρύχους μύρων ἀποπνέοντας, ὀφθαλμοὺς ὑπογεγραμμένους, ἱμάτιον μαλακόν, ὑπόδημα λεπτόν· δακτύλιοι βαρεῖς ὑπέστιλβον. Εἶτα πολὺ περιβλεψάμενος τῇ θύρᾳ προσῆλθε, κρούσας δὲ ἐλαφρῶς τὸ εἰωθὸς ἔδωκε σημεῖον.
黄昏降临,海瑞亚斯前去埋伏监视;而那个诱奸了卡利罗厄使女的人则拐进了小巷。他装出一副意图暗行幽会之事的做派,却使出浑身解数务求不致被人漏看:他头发抹得油亮,卷发散发着香水味,双眼画着眼线,身穿轻柔的外袍,脚蹬精美的薄鞋,手指上沉重的戒指闪闪发光。随后他四下张望了一番,走近门口,轻轻叩击,给出了惯常的暗号。
Ἡ δὲ θεράπαινα καὶ αὐτὴ περίφοβος ἠρέμα παρανοίξασα καὶ λαβομένη τῆς χειρὸς εἰσήγαγε. Ταῦτα θεασάμενος Χαιρέας οὐκέτι κατέσχεν ἀλλὰ εἰσέδραμεν ἐπ’ αὐτοφώρῳ τὸν μοιχὸν ἀναιρήσων.
那名同样心惊胆战的女仆轻轻将门欠开一道缝,牵着他的手引他入内。目睹这一切的海瑞亚斯再也无法抑制,冲了进去,要将那奸夫当场处死。
Ὁ μὲν οὖν παρὰ τὴν αὔλειον θύραν ὑποστὰς εὐθὺς ἐξῆλθεν, ἡ δὲ Καλλιρρόη καθῆστο ἐπὶ τῆς κλίνης ζητοῦσα Χαιρέαν καὶ μηδὲ λύχνον ἅψασα διὰ τὴν λύπην· ψόφου δὲ ποδῶν γενομένου πρώτη τοῦ ἀνδρὸς ᾔσθετο τὴν ἀναπνοὴν καὶ χαίρουσα αὐτῷ προσέδραμεν.
那个潜伏在庭院门旁的人当即溜了出去;而卡利罗厄正坐在卧榻上思念着海瑞亚斯,因悲伤甚至未曾点灯。一听到脚步声,她第一个辨认出丈夫的呼吸,欣喜地朝他奔了过去。
Ὁ δὲ φωνὴν μὲν οὐκ ἔσχεν ὥστε λοιδορήσασθαι, κρατούμενος δὲ ὑπὸ τῆς ὀργῆς ἐλάκτισε προσιοῦσαν. Εὐστόχως οὖν ὁ ποῦς κατὰ τοῦ διαφράγματος ἐνεχθεὶς ἐπέσχε τῆς παιδὸς τὴν ἀναπνοήν, ἐρριμμένην δὲ αὐτὴν αἱ θεραπαινίδες βαστάσασαι κατέκλιναν ἐπὶ τὴν κοίτην.
然而他已气得说不出斥责的话来,在狂怒的驱使下一脚踹向迎面而来的妻子。这重重的一脚恰好正中横膈膜,窒息了年轻妻子的呼吸;女仆们抱起瘫倒在地的她,将她安放在卧榻之上。
- 1.4.2ἀπάγξεσθαι μὴ τυχὼν τῆς ἐπιθυμίας
未来时不定式 ἀπάγξεσθαι 在 τῷ λέγειν 之后作间接引语(“声称他将自缢”),连用表条件的否定分词短语 μὴ τυχών(“若不能如愿”)。因不定式的主语与动词主语一致,故未出现宾格代词,分词相应采用主格单数阳性形式(τυχών)。
- 1.4.2ἀξιόπιστον λαλῆσαι
不定式 λαλῆσαι 作说明性/限定性不定式(epexegetic infinitive),用以限定形容词 ἀξιόπιστον(“令人信服的”),意为“在说辞上令人信服”或“极善于花言巧语以取信于人”。
- 1.4.6Ὣς φάτο· τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χάριεν δ’ ᾔσχυνε πρόσωπον.
直接引用自荷马史诗《伊利亚特》第18卷第22–24行(阿喀琉斯得知帕特罗克洛斯死讯时的哀恸场景)。小说在散文叙述的高潮处保留了史诗特有的伊奥尼亚方言与古形,如阴性与格复数 ἀμφοτέρῃσι 以及前置词 κατά 音变同化后的短语 κὰκ κεφαλῆς(即 κατὰ κεφαλῆς)。
- 1.4.8ʽοὐ γὰρ αὐτὸς ὑπέμεινεν οὐδὲ εἰσελθεῖν’
打断主句叙述的插入语(parenthesis)。短语 οὐδὲ εἰσελθεῖν 中的 οὐδέ 与不定式连用起强调否定作用(“甚至连踏进门都无法忍受”),借此交代海瑞亚斯因内心极度痛苦而不敢亲自进门的心理状态。
