← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§1.3.1-1.3.7

海瑞亚斯的嫉妒与夫妻冰释前嫌

海瑞亚斯误信求婚者伪造的狂欢痕迹,愤而指责卡利罗厄不贞;但在妻子满怀自尊的反驳与泪水面前,两人迅速冰释前嫌,爱意反而愈深。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.1

Ἑσπέρα μὲν ἦν, ἧκε δὲ ἀγγέλλων τις ὅτι Ἀρίστων ὁ πατὴρ Χαιρέου πεσὼν ἀπὸ κλίμακος ἐν ἀγρῷ πάνυ ὀλίγας ἔχει τοῦ ζῆν τὰς ἐλπίδας. Ὁ δὲ Χαιρέας ἀκούσας, καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη, ὅτι ἔμελλεν ἀπελεύσεσθαι μόνος·1 οὐ γὰρ οἷόν τε ἦν ἐξάγειν ἤδη τὴν κόρην.

天色已晚,有人来报信说,海瑞亚斯的父亲阿里斯同在乡下从梯子上跌落,生还的希望十分渺茫。海瑞亚斯听闻此事,尽管孝敬父亲,却依然因不得不独自离去而悲伤;因为此时把年轻的妻子带出门尚不可能。

§1.3.2

Ἐν δὲ τῇ νυκτὶ ταύτῃ φανερῶς μὲν οὐδεὶς ἐτόλμησεν ἐπικωμάσαι, κρύφα δὲ καὶ ἀδήλως ἐπελθόντες σημεῖα κώμου κατέλιπον· ἐστεφάνωσαν τὰ πρόθυρα, μύροις ἔρραναν, οἴνου πηλὸν ἐποίησαν, δᾷδας ἔρριψαν ἡμικαύτους.

在那天夜里,虽然无人敢公开前来喧闹狂欢,但他们暗中潜来,留下了狂欢作乐的痕迹:他们在门廊前挂上花环,喷洒香油,倾倒残酒形成污泥,扔下半燃的火把。

§1.3.3

Διέλαμψεν ἡμέρα, καὶ πᾶς ὁ παριὼν ἐφειστήκει κοινῷ τινὶ πολυπραγμοσύνης πάθει· Χαιρέας δὲ τοῦ πατρὸς αὐτοῦ ῥᾷον ἐσχηκότος ἔσπευδε πρὸς τὴν γυναῖκα. Ἰδὼν δὲ τὸν ὄχλον πρὸ τῶν θυρῶν τὸ μὲν πρῶτον ἐθαύμασεν· ἐπεὶ δὲ ἔμαθε τὴν αἰτίαν, ἐνθουσιῶν εἰστρέχει· καταλαβὼν δὲ τὸν θάλαμον ἔτι κεκλεισμένον, ἤρασσε μετὰ σπουδῆς. Ἐπεὶ δ’ ἀνέῳγεν ἡ θεραπαινίς, ἐπιπεσὼν τῇ Καλλιρρόῃ, τὴν ὀργὴν μετέβαλεν εἰς λύπην καὶ περιρρηξάμενος ἔκλαε. Πυνθανομένης δὲ τί γέγονεν, ἄφωνος ἦν, οὔτε ἀπιστεῖν οἷς εἶδεν οὔτε πιστεύειν οἷς οὐκ ἤθελε δυνάμενος.2

天亮了,每一个路过的人都出于普遍的好奇心停步围观;而海瑞亚斯因父亲病情有所好转,急忙赶回妻子身边。看到门前聚集的人群,他起初感到诧异;但当得知原委后,便狂怒地冲进室内;见内室的门依然紧闭,他急促地拍打着。侍女开门后,他扑向卡利罗厄,把怒火化为悲痛,撕裂衣服痛哭起来。妻子询问发生了什么,他却哑口无言,既无法不信自己亲眼所见的迹象,又无法相信自己不愿相信的事。

§1.3.5

Ἀπορουμένου δὲ αὐτοῦ καὶ τρέμοντος ἡ γυνὴ μηδὲν ὑπονοοῦσα τῶν γεγονότων ἱκέτευεν εἰπεῖν τὴν αἰτίαν τοῦ ὁ δ’ ὑφαίμοις τοῖς ὀφθαλμοῖς καὶ τραχεῖ τῷ φθέγματι “κλάω” φησὶ “τὴν ἐμαυτοῦ τύχην, ὅτι μου ταχέως ἐπελάθου,” καὶ τὸν κῶμον ὠνείδισεν.

见他惶惑颤抖,全然不知就里的妻子恳求他说出缘由;他双眼充血,声音嘶哑地说道:“我为自己的命运而哭泣,因为你这么快就将我遗忘,”随即以那场夜欢之事责备她。

§1.3.6

Ἡ δὲ οἷα θυγάτηρ στρατηγοῦ καὶ φρονήματος πλήρης πρὸς τὴν ἄδικον διαβολὴν παρωξύνθη καὶ “οὐδεὶς ἐπὶ τὴν πατρῴαν οἰκίαν ἐκώμασεν” εἶπε, “τὰ δὲ σὰ πρόθυρα συνήθη τυχόν ἐστι τοῖς κώμοις, καὶ τὸ γεγαμηκέναι σε λυπεῖ τοὺς ἐραστάς.”3 Ταῦτα εἰποῦσα ἀπεστράφη καὶ ἐγκαλυψαμένη δακρύων ἀφῆκε πηγάς.

她身为统帅的女儿,满怀自尊,被这不公的诽谤激怒,说道:“没有人曾到我父亲的家门前寻欢作乐;倒是你的门廊或许对这种狂欢习以为常,是你成了婚让你的情人们伤心罢了。”说完这番话,她转过身去,掩面而泣,泪如泉涌。

§1.3.7

Εὔκολοι δὲ τοῖς ἐρῶσιν αἱ διαλλαγαὶ καὶ πᾶσαν ἀπολογίαν ἡδέως ἀλλήλων προσδέχονται. Μεταβαλλόμενος οὖν ὁ Χαιρέας ἤρξατο κολακεύειν, καὶ ἡ γυνὴ ταχέως αὐτοῦ τὴν μετάνοιαν ἠσπάζετο. Ταῦτα μᾶλλον ἐξέκαυσε τὸν ἔρωτα, καὶ οἱ ἀμφοτέρων αὐτῶν γονεῖς μακαρίους αὑτοὺς ὑπελάμβανον τὴν τῶν τέκνων ὁρῶντες ὁμόνοιαν.

然而恋人们之间的和解总是容易的,他们欣然接受彼此的任何辩解。于是海瑞亚斯转变了态度,开始温言劝慰,妻子也很快接纳了他的悔意。这反而让两人的爱意燃烧得更加炽热,双方的父母看到儿女如此和睦,也深感自己无比幸福。

语法注3 条
  1. 1.3.1καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη, ὅτι ἔμελλεν ἀπελεύσεσθαι μόνος

    由 καίτοι… ὤν(让步分词)与 ὅμως 相互呼应构成的让步句式。按常理他应当为父亲病危而悲伤,然而 ὅτι 从句却表明,他悲伤(ἐλυπήθη)的直接原因竟是“必须独自一人(抛下新娘)离去”,反衬出他对新婚妻子的依恋与激情甚至压过了对父亲的孝心(φιλοπάτωρ)。

  2. 1.3.4οὔτε ἀπιστεῖν οἷς εἶδεν οὔτε πιστεύειν οἷς οὐκ ἤθελε δυνάμενος

    两处 οἷς 均为包含先行词 τούτοις 的关系代词格吸引(τούτοις ἅ → οἷς),由动词 ἀπιστεῖν 和 πιστεύειν 要求与格补足语所致。后半句 οἷς οὐκ ἤθελε 中省略了不定词 [πιστεύειν]。这种对仗结构鲜明地展现了他亲眼所见之迹象与主观不愿相信之情感之间的心理冲突。

  3. 1.3.6τὸ γεγαμηκέναι σε λυπεῖ τοὺς ἐραστάς

    带冠词的完成时不定词短语 τὸ γεγαμηκέναι σε 作主语,τοὺς ἐραστάς 作宾语。由于 ἐραστής 通常指男性恋人,卡利罗厄在此援引了第1卷第2章所提及的海瑞亚斯在体育场长大的放浪过往,辛辣地讽刺道:因这桩婚事而痛苦的并非自己的追求者,而是海瑞亚斯本人的同性仰慕者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.3.1-1.3.7