← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§1.2.1-1.2.6

求婚者的密谋与阿克拉加斯僭主的计策

在求婚中落败的求婚者们聚谋报复,阿克拉加斯的僭主反对正面冲突,提议利用海瑞亚斯的嫉妒心从内部瓦解婚姻,众人遂将计谋全权交由他实施。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.1

Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ’ ὀργῆς. Τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν· ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον ὁ φθόνος.

求婚者们未能如愿成婚,悲痛与愤怒油然而生。此前他们一直在彼此争斗,此时却联合起来,并因这种联合,自感蒙受羞辱,聚在一起召开了共同的会议;嫉妒将他们征召投入对海瑞亚斯的战争。

§1.2.2

Καὶ πρῶτος ἀναστὰς νεανίας τις Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννου, τοιαῦτα ἔλεγεν “Εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην,1 ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα δεῖ νικῆσαι τῶν ἀγωνισαμένων· ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς ὁ μηδὲν ὑπὲρ γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν.

一位意大利的青年,莱基翁僭主的儿子,第一个站起身来,开口说道:“如果我们当中的某一个人娶了她,我绝不会生气,正如在体育竞技中参赛者必定有一人获胜那样;但既然这个为婚姻未曾付出分毫劳苦的人盖过了我们,我就无法忍受这种侮辱。

§1.2.3

Ἡμεῖς δὲ παρετάθημεν αὐλείοις θύραις προσαγρυπνοῦντες, καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας καὶ δῶρα πέμποντες τροφοῖς πόσον χρόνον δεδουλεύκαμεν καί, τὸ πάντων χαλεπώτατον, ὡς ἀντεραστὰς ἀλλήλους ἐμισήσαμεν· ὁ δὲ πόρνος καὶ πένης καὶ μηδενὸς κρείττων βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο.2

而我们通宵达旦地守候在大门外精疲力竭,讨好乳母和女仆,给抚养她的人赠送礼物,做了多长时间的奴隶!并且,最令人难以忍受的是,我们作为情敌彼此仇恨!然而这个放荡、贫穷、毫无长处的人,却在君王们角逐之时,不费吹灰之力夺走了桂冠。

§1.2.4

Ἀλλὰ ἀνόνητον αὐτῷ γενέσθω τὸ ἆθλον καὶ τὸν γάμον θάνατον τῷ νυμφίῳ ποιήσωμεν.” Πάντες οὖν ἐπῄνεσαν, μόνος δὲ ὁ Ἀκραγαντίνων τύραννος ἀντεῖπεν. “Οὐκ εὐνοίᾳ δὲ” εἶπε “τῇ πρὸς Χαιρέαν κωλύω τὴν ἐπιβουλήν, ἀλλὰ ἀσφαλεστέρῳ τῷ λογισμῷ·3 μέμνησθε γὰρ ὅτι Ἑρμοκράτης οὐκ ἔστιν εὐκαταφρόνητος· ὥστε ἀδύνατος ἡμῖν πρὸς αὐτὸν ἡ ἐκ τοῦ φανεροῦ μάχη, κρείττων δὲ ἡ μετὰ τέχνης· καὶ γὰρ τὰς τυραννίδας πανουργίᾳ μᾶλλον ἢ βίᾳ κτώμεθα. Χειροτονήσατέ με τοῦ πρὸς Χαιρέαν πολέμου στρατηγόν. Ἐπαγγέλλομαι διαλύσειν τὸν γάμον· ἐφοπλιῶ γὰρ αὐτῷ ζηλοτυπίαν, ἥτις σύμμαχον λαβοῦσα τὸν ἔρωτα μέγα τι κακὸν διαπράξεται.

就让这奖赏对他来说毫无益处吧,我们要让这场婚姻成为新郎的死期!”众人都赞同他的意见,只有阿克拉加斯的僭主提出反对。“我阻挠这一密谋,”他说,“并非出于对海瑞亚斯的善意,而是出于一种更为稳妥的考量;因为请记住,赫尔谟克拉忒斯绝非等闲之辈。因此,我们同他公开交战绝无胜算,而运用计谋的战斗更为上乘;事实上,我们获得僭主之位也是靠机诈多于靠武力。请推选我为向海瑞亚斯开战的统帅吧。我承诺瓦解这场婚姻;因为我将武装嫉妒来对付他,嫉妒一旦将爱情纳为同盟,便会酿成极大的祸患。

§1.2.6

Καλλιρρόη μὲν οὖν εὐσταθὴς καὶ ἄπειρος κακοήθους ὑποψίας, ὁ δὲ Χαιρέας, οἷα δὴ γυμνασίοις ἐντραφεὶς καὶ νεωτερικῶν ἁμαρτημάτων οὐκ ἄπειρος, δύναται ῥᾳδίως ὑποπτεύσας ἐμπεσεῖν εἰς ἐρωτικὴν ζηλοτυπίαν· ἔστι δὲ καὶ προσελθεῖν ἐκείνῳ ῥᾷον καὶ λαλῆσαι.” Πάντες ἔτι λέγοντος αὐτοῦ τὴν γνώμην ἐπεψηφίσαντο καὶ τὸ ἔργον ἐνεχείρισαν ὡς ἀνδρὶ πᾶν ἱκανῷ μηχανήσασθαι. Τοιαύτης οὖν ἐπινοίας ἐκεῖνος ἤρξατο.

卡利罗厄性情沉稳,不懂得恶意猜疑,但海瑞亚斯在体育场长大,并非不谙青年的过失,一旦起疑就极易陷入情爱的嫉妒之中;而且接近他并同他交谈也更容易。”在他还在述说时,大家就一致通过了他的提案,并把这项任务托付给他,认定他是一个善于谋划一切的人。于是,他便着手施行如下的计谋。

语法注3 条
  1. 1.2.2Εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην

    过去反事实条件句(过去非真实条件)。条件从句由 εἰ 搭配不定过去时直陈式(ἔγημεν)构成,结论句由 ἄν 搭配不定过去时直陈式(ὠργίσθην)构成,表达“如果我们中有人娶了她,我绝不会生气”这一与过去事实相反的假设。

  2. 1.2.3βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο

    属格独立结构 βασιλέων ἀγωνισαμένων 在句中作让步或对立性的背景表述(“尽管/在君王们角逐之时”)。它与主句主语 αὐτός 以及副词 ἀκονιτί(“不沾尘土”,比喻“不战而胜、毫不费力”)形成鲜明对照,承接了前文的运动竞技隐喻。

  3. 1.2.4ἀσφαλεστέρῳ τῷ λογισμῷ

    比较级形容词 ἀσφαλεστέρῳ 位于定冠词 τῷ 之前,处于述部位置(predicative position)。它表示行为的态样或根据(“由于我的考量更加稳妥”),与前文定语位置的与格短语 εὐνοίᾳ τῇ πρὸς Χαιρέαν 形成对称与对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.2.1-1.2.6