← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§1.1.1-1.1.16

海瑞亚斯与卡利罗厄的邂逅与结合

查里顿展开叙拉古的爱情传奇:将军赫尔谟克拉忒斯的绝美千金卡利罗厄与英俊青年海瑞亚斯在街角邂逅并坠入爱河,在全城民众的热烈请愿下结为连理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.1

Χαρίτων Ἀφροδισιεύς, Ἀθηναγόρου τοῦ ῥήτορος ὑπογραφεύς, πάθος ἐρωτικὸν ἐν Συρακούσαις γενόμενον διηγήσομαι. Ἑρμοκράτης, ὁ Συρακουσίων στρατηγός, οὗτος ὁ νικήσας Ἀθηναίους, εἶχε θυγατέρα Καλλιρρόην τοὔνομα, θαυμαστόν τι χρῆμα παρθένου καὶ ἄγαλμα τῆς ὅλης Σικελίας·

我是阿芙洛狄西亚的查里顿,演说家雅典娜哥拉斯的书吏,我将讲述一段发生在叙拉古的情爱磨难。叙拉古人的将军赫尔谟克拉忒斯,即击败雅典人的那个人,有个名叫卡利罗厄的女儿,她是一个奇妙非凡的少女,堪称全西西里的骄傲。

§1.1.2

ἦν γὰρ τὸ κάλλος οὐκ ἀνθρώπινον ἀλλὰ θεῖον, οὐδὲ Νηρηίδος ἢ Νύμφης τῶν ὀρειῶν ἀλλ’ αὐτῆς Ἀφροδίτης. Φήμη δὲ τοῦ παραδόξου θεάματος πανταχοῦ διέτρεχε καὶ μνηστῆρες κατέρρεον εἰς Συρακούσας, δυνασταί τε καὶ παῖδες τυράννων, οὐκ ἐκ Σικελίας μόνον, ἀλλὰ καὶ ἐξ Ἰταλίας καὶ Ἠπείρου καὶ νήσων τῶν ἐν Ἠπείρῳ.

因为她的美貌非凡俗所有,而是神圣的,甚至连涅瑞伊得斯或山野仙女都无法企及,而属于阿佛洛狄忒本人。这罕见景象的名声传遍四方,求婚者纷至沓来汇聚于叙拉古,他们既有掌权者,也有僭主的子嗣,不仅来自西西里,还来自意大利、伊庇鲁斯以及伊庇鲁斯沿海的岛屿。

§1.1.3

Ὁ δ’ Ἔρως ζεῦγος ἴδιον ἠθέλησε συμπλέξαι. Χαιρέας γάρ τις ἦν μειράκιον εὔμορφον, πάντων ὑπερέχον, οἷον Ἀχιλλέα καὶ Νιρέα καὶ Ἱππόλυτον καὶ Ἀλκιβιάδην πλάσται καὶ γραφεῖς δεικνύουσι, πατρὸς Ἀρίστωνος, τὰ δεύτερα ἐν Συρακούσαις μετὰ Ἑρμοκράτην φερομένου.1 Καί τις ἦν ἐν αὐτοῖς πολιτικὸς φθόνος, ὥστε θᾶττον ἂν πᾶσιν ἢ ἀλλήλοις ἐκήδευσαν.2

然而,厄洛斯想要撮合一对自己中意的情侣。因为当时有一位名叫海瑞亚斯的英俊少年,各方面都超群绝伦,正如雕塑家和画家所描绘的阿喀琉斯、尼柔斯、希波吕托斯和阿尔西比亚德斯那样;他的父亲阿里斯同,在叙拉古地位仅次于赫尔谟克拉忒斯。

§1.1.4

Φιλόνεικος δ’ ἐστὶν ὁ Ἔρως καὶ χαίρει τοῖς παραδόξοις κατορθώμασιν· ἐζήτησε δὲ τοιόνδε τὸν καιρόν. Ἀφροδίτης ἑορτὴ δημοτελής, καὶ πᾶσαι σχεδὸν αἱ γυναῖκες ἀπῆλθον εἰς τὸν νεών.

他们两家之间存在着某种政治嫉妒,以至于他们宁愿与任何人结亲,也不愿与彼此结为姻亲。 厄洛斯喜好相争,乐于成就意料之外的功绩;于是他寻找了这样一个时机。

§1.1.5

Τέως δὲ μὴ προϊοῦσαν τὴν Καλλιρρόην προήγαγεν ἡ μήτηρ, τοῦ Ἑρμοκράτους κελεύσαντος προσκυνῆσαι τὴν θεόν. Τότε δὲ Χαιρέας ἀπὸ τῶν γυμνασίων ἐβάδιζεν οἴκαδε στίλβων ὥσπερ ἀστήρ· ἐπήνθει γὰρ αὐτοῦ τῷ λαμπρῷ τοῦ προσώπου τὸ ἐρύθημα τῆς παλαίστρας ὥσπερ ἀργύρῳ χρυσός.

当时正值阿佛洛狄忒的公众节日,几乎所有的妇女都前往了神殿。 此前从未出过门的卡利罗厄,在赫尔谟克拉忒斯吩咐她去敬拜女神之后,由母亲领了出来。

§1.1.6

Ἐκ τύχης οὖν περί τινα καμπὴν στενωτέραν συναντῶντες περιέπεσον ἀλλήλοις, τοῦ θεοῦ πολιτευσαμένου τήνδε τὴν, ἵν’ ἑκά ἑτέρ ὀφθῇ. Ταχέως οὖν πάθος τικὸν ἀντέδωκαν ἀλλήλοις...

当时海瑞亚斯正从体育场步履生辉如星辰般走向家中;因为摔跤场上的红润在他明朗的容颜上泛起光泽,宛如银器上镀了黄金。 于是,在机缘巧合下,他们在一个较窄的拐弯处相向而行并彼此相遇,乃是神灵安排了这场相会,以便让双方互得一见。

§1.1.7

Ὁ μὲν οὖν Χαιρέας οἴκαδε μετὰ τοῦ τραύματος μόλις ἀπῄει καὶ ὥσπερ τις τεὺς ἐν πολέμῳ τρωθεὶς καιρίαν, τοῦ κάλλους γενεί συνελθόντος, καὶ καταπεσεῖν μὲν αἰδούμενος, στῆναι δὲ μὴ δυνάμενος· ἡ δὲ παρθένος τῆς Ἀφροδίτης τοῖς ποσὶ προσέπεσε καὶ καταφιλοῦσα “σύ μοι, δέσποινα,” εἷπεν “δὸς ἄνδρα τοῦτον ὃν ἔδειξας.” Νὺξ ἐπῆλθεν ἀμφοτέροις δεινή· τὸ γὰρ πῦρ ἐξεκάετο. Δεινότερα δ᾽ ἔπασχεν ἡ παρθένος διὰ τὴν σιωπήν, αἰδουμένη κατάφωρος γενέσθαι· Χαιρέας δὲ νεανίας εὐφυὴς καὶ μεγαλόφρων, ἤδη τοῦ σώματος αὐτῷ φθίνοντος, ἀπετόλμησεν εἰπεῖν πρὸς τοὺς γονεῖς ὅτι ἐρᾷ καὶ οὐ βιώσεται τοῦ Καλλιρρόης γάμου μὴ τυχών.

于是他们迅速在彼此心中萌生了爱慕之情…… 海瑞亚斯带着这份创伤勉强回到家中,如同在战场上受了致命伤的战士,美丽扑面而来使他无法承受,他既耻于倒下,又无力站立;而少女则扑倒在阿佛洛狄忒脚下,亲吻着神像说道:“女主人,请把您向我展示的这个男人赐给我。”可怕的夜晚降临在二人身上,因为心中的烈火在熊熊燃烧。少女因保持沉默而承受着更可怕的痛苦,唯恐被人发觉而羞愧难当;海瑞亚斯是个天资聪颖且心性高傲的青年,眼见身体日渐消瘦,他终于鼓起勇气向父母表明自己陷入了爱河,若得不到卡利罗厄为妻就无法活下去。

§1.1.9

Ἐστέναξεν ὁ πατὴρ ἀκούσας καὶ “οἴχῃ δή μοι, τέκνον· δῆλον γάρ ἐστιν ὅτι Ἑρμοκράτης οὐκ ἂν δοίη σοὶ τὴν αὑτοῦ θυγατέρα τοσούτους ἔχων μνηστῆρας πλουσίους καὶ βασιλεῖς. Οὔκουν οὐδὲ πειρᾶσαι σε δεῖ, μὴ φανερῶς ὑβρισθῶμεν.” Εἶθ’ ὁ μὲν πατὴρ παρεμυθεῖτο τὸν παῖδα, τῷ δ’ ηὔξετο τὸ κακόν, ὥστε μηδ’ ἐπὶ τὰς συνήθεις προϊέναι διατριβάς.

父亲听闻后叹息道:“我的孩子,你这可是要毁了自己;因为很显然,赫尔谟克拉忒斯拥有如此多富有的求婚者和国王,决不会将自己的女儿许配给你。所以你甚至不该去尝试,免得我们当众蒙羞。”随后父亲劝慰儿子,但他的病情却日益加重,以至于连日常的消遣都不再前往。

§1.1.10

Ἐπόθει δὲ τὸ γυμνάσιον Χαιρέαν καὶ ὥσπερ ἔρημον ἦν· ἐφίλει γὰρ αὐτὸν ἡ νεολαία. Πολυπραγμονοῦντες δὲ τὴν αἰτίαν ἔμαθον τῆς νόσου, καὶ ἔλεος πάντας εἰσῄει μειρακίου καλοῦ κινδυνεύοντος ἀπολέσθαι διὰ πάθος ψυχῆς εὐφυοῦς.

体育场思念着海瑞亚斯,变得如同荒废一般;因为城里的青年都喜爱他。他们四处探听得知了他生病的原因,大家都对这位因天性纯良的情感而濒临死亡的美貌少年心生怜悯。

§1.1.11

Ἐνέστη νόμιμος ἐκκλησία. Συγκαθεσθεὶς οὖν ὁ δῆμος τοῦτο πρῶτον καὶ μόνον ἐβόα “καλὸς Ἑρμοκράτης μέγας στρατηγός, σῶζε Χαιρέαν. Τοῦτο πρῶτον τῶν τροπαίων. Ἡ πόλις μνηστεύεται τοὺς γάμους σήμερον ἀλλήλων ἀξίων.” Τίς ἂν μηνύσειε τὴν ἐκκλησίαν ἐκείνην, ἧς ὁ Ἔρως ἦν ὁ δημαγωγός; Ἀνὴρ δὲ φιλόπατρις Ἑρμοκράτης ἀντειπεῖν οὐκ ἐδυνήθη τῇ πόλει δεομένῃ. Κατανεύσαντος δ’ αὐτοῦ πᾶς ὁ δῆμος ἐξεπήδησε τοῦ θεάτρου, καὶ οἱ μὲν νέοι ἀπῄεσαν ἐπὶ Χαιρέαν, ἡ βουλὴ δὲ καὶ οἱ ἄρχοντες ἠκολούθουν Ἑρμοκράτει· παρῆσαν δὲ καὶ αἱ γυναῖκες αἱ Συρακουσίων ἐπὶ τὴν οἰκίαν νυμφαγωγοῦσαι. Ὑμέναιος ᾔδετο κατὰ πᾶσαν τὴν πόλιν· μεσταὶ δὲ αἱ ῥύμαι στεφάνων, λαμπάδων· ἐρραίνετο τὰ πρόθυρα οἴνῳ καὶ μύροις. Ἡδίονα ταύτην τὴν ἡμέραν ἤγαγον οἱ Συρακούσιοι τῆς τῶν ἐπινικίων.

定期的公民大会召开了。民众就坐之后,首先只高呼着这话:“高尚的赫尔谟克拉忒斯,伟大的将军,救救海瑞亚斯吧!这是首要的胜利纪念!今天城邦在为彼此相称的人撮合婚姻。”谁能描摹那场由厄洛斯亲自担任民众领袖的集会呢?赫尔谟克拉忒斯是个热爱城邦的人,无法拒绝城邦的恳求。当他首肯应允时,全体民众从剧场中欢呼雀跃而出,青年们奔向海瑞亚斯,议事会和执政官们则跟随着赫尔谟克拉忒斯;叙拉古的妇女们也来到那座府邸引导新娘。婚礼的颂歌唱遍了全城;街巷缀满了花环和火炬;门廊洒遍了美酒和香膏。叙拉古人度过这一天的欢欣,胜过了庆祝战胜敌人的凯旋之日。

§1.1.14

Ἡ δὲ παρθένος οὐδὲν εἰδυῖα τούτων ἔρριπτο ἐπὶ τῆς κοίτης ἐγκεκαλυμμένη, κλάουσα καὶ σιωπῶσα. Προσελθοῦσα δὲ ἡ τροφὸς τῇ κλίνῃ “τέκνον,” εἶπεν, “ἐξανίστασο, πάρεστι γὰρ ἡ εὐκταιοτάτη πασῶν ἡμῖν ἡμέρα· ἡ πόλις σε νυμφαγωγεῖ.” Τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· οὐ γὰρ ᾔδει, τίνι γαμεῖται. Ἄφωνος εὐθὺς ἦν καὶ σκότος αὐτῆς τῶν ὀφθαλμῶν κατεχύθη καὶ ὀλίγου δεῖν3 ἐξέπνευσεν· ἐδόκει δὲ τοῦτο τοῖς ὁρῶσιν αἰδώς.

少女对此却一无所知,蒙着头躺在床榻上,饮泣而无语。乳母走到床前说道:“孩子,起来吧,我们期盼已久的最美好的一天已经到了;城邦正在引导你出嫁。”然而她的双膝与心灵顿时瘫软崩溃;因为她不知道自己要嫁给谁。她登时哑然无声,双眼前一片漆黑,差一点就断了气;但在旁人看来,这似乎只是少女的羞怯。

§1.1.15

Ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες, τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον· οἱ δὲ γονεῖς τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένον. Ὁ μὲν οὖν Χαιρέας προσδραμὼν αὐτὴν κατεφίλει, Καλλιρρόη δὲ γνωρίσασα τὸν ἐρώμενον, ὥσπερ τι λύχνου φῶς ἤδη σβεννύμενον ἐπιχυθέντος ἐλαίου πάλιν ἀνέλαμψε καὶ μείζων ἐγένετο καὶ κρείττων.

当侍女们迅速为她梳妆打扮完毕后,她们让众人留在大门外;父母便将新郎引入少女跟前。海瑞亚斯飞奔上前热烈亲吻她,卡利罗厄认出了心上人,就像油灯在即将熄灭时被倾注了油脂一般,重新焕发光彩,变得愈发光彩照人。

§1.1.16

Ἐπεὶ δὲ προῆλθεν εἰς τὸ δημόσιον, θάμβος ὅλον τὸ πλῆθος κατέλαβεν, ὥσπερ Ἀρτέμιδος ἐν ἐρημίᾳ κυνηγέταις ἐπιστάσης· πολλοὶ δὲ τῶν παρόντων καὶ προσεκύνησαν. Πάντες δὲ Καλλιρρόην μὲν ἐθαύμαζον, Χαιρέαν δὲ ἐμακάριζον. Τοιοῦτον ὑμνοῦσι ποιηταὶ τὸν Θέτιδος γάμον ἐν Πηλίῳ γεγονέναι. Πλὴν καὶ ἐνταῦθά τις εὑρέθη βάσκανος δαίμων, ὥσπερ ἐκεῖ φασὶ τὴν Ἔριν.

当她走入公众场合时,全场民众都被惊叹所震慑,宛如阿耳忒弥斯在荒野中突然显现在猎人们面前;在场许多人甚至俯身下拜。众人都赞叹卡利罗厄,并祝贺海瑞亚斯有福。诗人们歌颂当年在珀利翁山举行的忒提斯的婚礼也不过如此。然而,正如人们所说在那里有不和女神一样,在这里也出现了一个恶毒的神灵。

语法注3 条
  1. 1.1.3τὰ δεύτερα ἐν Συρακούσαις μετὰ Ἑρμοκράτην φερομένου

    动词中动分词 φερομένου 与宾格 τὰ δεύτερα(相当于内宾格或关系宾格)构成竞赛引申出的固定习语,意为“居于第二位”“仅次于……”。此处结合介词短语 μετὰ Ἑρμοκράτην(在赫尔谟克拉忒斯之后),用以修饰属格名词 Ἀρίστωνος。

  2. 1.1.3ὥστε θᾶττον ἂν πᾶσιν ἢ ἀλλήλοις ἐκήδευσαν

    引导结果从句的 ὥστε 后接 ἄν 与直陈式过去时(不定过去时 ἐκήδευσαν),构成非现实虚拟的结果表达(“以至于他们宁可与任何人结亲,也不愿彼此联姻”)。该结构用一种假设性极端的对比凸显了两家政治敌对的严重程度。

  3. 1.1.14ὀλίγου δεῖν

    源自绝对不定式结构的成语化副词短语,字面意为“差一点点”,实际表示“几乎”“差一点就(……)”。它修饰其后的谓语动词 ἐξέπνευσεν(咽气、断气),极言卡利罗厄因极度惊愕昏厥而濒临死亡的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.1.1-1.1.16