- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.13.1-1.13.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞隆受到莱奥纳斯的款待,并约定在乡间庄园完成交易;次日清晨他返回船上,用虚假的托辞哄骗卡利罗厄以便将其卖出。
Ἐπεὶ δὲ ἧκον εἰς τὴν οἰκίαν, ὁ μὲν Θήρων ἐθαύμαζε τὸ μέγεθος καὶ τὴν πολυτέλειαν (ἦν γὰρ εἰς ὑποδοχὴν τοῦ Περσῶν βασιλέως παρεσκευασμένη), Λεωνᾶς δὲ ἐκέλευσε περιμένειν αὐτὸν περὶ τὴν θεραπείαν τοῦ δεσπότου πρῶτον. Ἔπειτα ἐκεῖνον λαβὼν ἀνήγαγεν εἰς τὴν οἴκησιν τὴν ἑαυτοῦ σφόδρα ἐλευθέριον οὖσαν, ἐκέλευσε δὲ παραθεῖναι τράπεζαν. Καὶ ὁ Θήρων, οἷα πανοῦργος ἄνθρωπος καὶ πρὸς πάντα καιρὸν ἁρμόσασθαι δεινός, ἥπτετο τροφῆς καὶ ἐφιλοφρονεῖτο ταῖς προπόσεσι τὸν Λεωνᾶν, τὰ μὲν ἁπλότητος ἐνδείξει, τὸ δὲ πλέον κοινωνίας πίστει. Μεταξὺ δὲ ὁμιλία περὶ τῆς γυναικὸς ἐγίνετο πολλή, καὶ ὁ Θήρων ἐπῄνει τὸν τρόπον μᾶλλον τῆς γυναικὸς ἢ τὸ κάλλος, εἰδὼς ὅτι τὸ μὲν ἄδηλον συνηγορίας ἔχει χρείαν, ἡ δὲ ὄψις αὑτὴν συνίστησιν. “Ἀπίωμεν οὖν”
当他们来到府邸时,塞隆对宅院的宏大与奢华赞叹不已(因为这原本是为接待波斯大王而修整预备的),但莱奥纳斯让他先行等候,以便自己先去服侍主人。随后,莱奥纳斯带着他登上自己的住所——那是一处十分大方体面、宛如自由民居所的房屋——并吩咐摆上餐桌。塞隆是个圆滑狡诈、善于顺应任何时局的人,他不仅享用着食物,还在敬酒祝饮时对莱奥纳斯大献殷勤,一方面是为了显示质朴纯厚,更多则是为了确立同道之交的互信。在此期间,关于那个女人的交谈甚多,塞隆夸赞那女人的品行胜过她的容貌,因为他深知那不易看见的长处需要言语辩白,而美貌本身自会荐举自己。“那么我们去吧,”
ἔφη Λεωνᾶς, “καὶ δεῖξον αὐτήν.” Ὁ δὲ “οὐκ ἐνταῦθά ἐστιν” ἀπεκρίνατο, “διὰ γὰρ τοὺς τελώνας περιέστημεν τὴν πόλιν, ἀπὸ ὀγδοήκοντα δὲ σταδίων τὸ πλοῖον ὁρμεῖ,” καὶ τὸν τόπον ἔφραζεν. “Ἐν τοῖς ἡμετέροις” φησὶ “χωρίοις ὡρμίσασθε· καὶ τοῦτο βέλτιον, ἤδη τῆς τύχης ὑμᾶς ἀγούσης ἐπὶ Διονύσιον.
莱奥纳斯说,“将她引见给我看。”他却回答道:“她不在这里;因为为了避开税吏,我们绕过了城邑,船如今正停泊在八十斯塔德之外,”并说明了所在之处。“你们竟停泊在我们的庄园地界了!”莱奥纳斯说,“这真是再好不过了,命运已经把你们引向了狄奥尼修斯。
Ἀπίωμεν οὖν εἰς τὸν ἀγρόν, ἵνα καὶ ἐκ τῆς θαλάσσης αὑτοὺς ἀναλάβητε· ἡ γὰρ πλησίον ἔπαυλις κατεσκεύασται πολυτελῶς.” Ἥσθη μᾶλλον ὁ Θήρων, εὐκολωτέραν ἔσεσθαι τὴν πρᾶσιν οὐκ ἐν ἀγορᾷ νομίζων ἀλλ’ ἐν ἐρημίᾳ, καὶ “ἕωθεν” φησὶν “ἀπίωμεν, σὺ μὲν εἰς τὴν ἔπαυλιν, ἐγὼ δ’ εἰς τὴν ναῦν, κἀκεῖθεν ἄξω τὴν γυναῖκα πρὸς σέ.” Συνέθεντο ταῦτα καὶ δεξιὰς ἀλλήλοις ἐμβαλόντες ἀπηλλάγησαν. Ἀμφοτέροις δὲ ἡ νὺξ ἐδόκει μακρά, τοῦ μὲν δὴ σπεύδοντος ἀγοράσαι, τοῦ δὲ πωλῆσαι.1
那么我们动身去乡间吧,好让你们也能从颠簸的海上得以休整;因为附近的庄园陈设得极为华贵。”塞隆越发高兴,心想买卖若不是在集市而是在僻静之地进行,必将更为顺畅,便说:“破晓时我们就出发,你去庄园,我去船上,我自会从那里把女人带到你面前。”他们商定了这些事,彼此互执右手立约后便分开了。对两人来说,那一夜都显得漫长,一个急于买进,另一个则急于卖出。
Τῇ δὲ ὑστεραίᾳ ὁ μὲν Λεωνᾶς παρέπλευσεν εἰς τὴν ἔπαυλιν, ἅμα καὶ ἀργύριον κομίζων ἵνα προκαταλάβῃ τὸν ἔμπορον· ὁ δὲ Θήρων ἐπὶ τὴν ἀκτὴν καὶ σφόδρα ποθοῦσιν ἐπέστη τοῖς συνεργοῖς, διηγησάμενος δὲ τὴν πρᾶξιν αὐτοῖς Καλλιρρόην κολακεύειν ἤρξατο.
次日,莱奥纳斯乘船沿岸前往庄园,同时带着银钱以便抢先与那商人达成交易;塞隆则奔向海滩,出现在焦急盼望着的同伙面前,向他们讲述了经过后,便开始奉承迎合卡利罗厄。
“Κἀγὼ” φησί, “θύγατερ, εὐθὺς μὲν ἤθελόν σε πρὸς τοὺς σοὺς ἀπαγαγεῖν· ἐναντίου δὲ ἀνέμου γενομένου διεκωλύθην ὑπὸ τῆς θαλάσσης· ἐπίστασαι δὲ πόσην σου πεποίημαι πρόνοιαν· καὶ τὸ μέγιστον, καθαρὰν ἐτηρήσαμεν· ἀνύβριστον ἀπολήψεταί σε Χαιρέας, ὡς ἐκ θαλάμου τοῦ τάφου σωθεῖσαν δι᾽ ἡμᾶς.
“女儿啊,”他说,“我本想立刻送你回到亲人身边;无奈逆风骤起,为大海所阻。你心里明白我为你操了多少心;而最重要的一点是,我们保全了你的贞洁;夏里亚斯将迎回毫无玷污的你,正是因了我们,你才从坟墓的洞房中获救。
Νῦν μὲν οὖν ἀναγκαῖόν ἐστιν ἡμῖν μέχρι Λυκίας διαδραμεῖν, οὐκ ἀναγκαῖον δὲ καὶ σὲ μάτην ταλαιπωρεῖν καὶ ταῦτα χαλεπῶς ναυτιῶσαν· ἐνταῦθα δὲ δὴ παραθήσομαί σε φίλοις πιστοῖς, ἐπανιὼν δὲ παραλήψομαι καὶ μετὰ πολλῆς ἐπιμελείας ἄξω λοιπὸν εἰς Συρακούσας. Λάβε τῶν σῶν ὅ τι ἂν θέλῃς· σοὶ γὰρ καὶ τὰ λοιπὰ τηροῦμεν.”
如今我们必须快船赶往吕基亚,却不必让你白白受罪,况且你还晕船晕得这般厉害。因此我将把你托付给这里值得信赖的朋友,等我回来时便接上你,此后定会极尽周到地将你送回叙拉古。你的东西,你愿意带什么就拿什么吧;其余的我们也都会为你保管好。”
Ἐπὶ τούτῳ πρὸς αὑτὴν ἐγέλασε Καλλιρρόη, καίτοι σφόδρα λυπουμένη παντελῶς αὐτὴν ἀνόητον ὑπελάμβανεν· ἤδη γὰρ πωλουμένη ἠπίστατο, τῆς δὲ πάλαι εὐγενείας τὴν πρᾶσιν εὐτυχεστέραν ὑπελάμβανεν,2 ἀπαλλαγῆναι θέλουσα λῃστῶν. Καὶ “χάριν σοι” φησὶν “ἔχω, πάτερ, ὑπὲρ τῆς εἰς ἐμὲ φιλανθρωπίας· ἀποδοῖεν δὲ” ἔφη “πᾶσιν ὑμῖν οἱ θεοὶ τὰς ἀξίας ἀμοιβάς.
听罢此言,卡利罗厄暗自冷笑,尽管她因塞隆把她当成十足的傻瓜而深感悲愤;因为她早已明白自己正在被变卖,但为了脱离这帮海盗,她觉得被变卖甚至比自己从前的高贵门第更为幸运。于是她说:“父亲,感谢你对我的仁厚关照;愿神明对你们所有人赐予应得的报偿。
Χρήσασθαι δὲ τοῖς ἐνταφίοις δυσοιώνιστον ὑπολαμβάνω. Πάντα μοι φυλάξατε καλῶς· ἐμοὶ δὲ ἀρκεῖ δακτυλίδιον μικρόν, ὃ εἶχον καὶ νεκρά.” Εἶτα συγκαλυψαμένη τὴν κεφαλὴν “ἄγε με” φησίν, “ὦ Θήρων, ὅποι ποτὲ θέλεις· πᾶς γὰρ τόπος θαλάσσης καὶ τάφου κρείσσων.”
但我认为使用随葬之物是不祥的。请替我妥善保管一切吧;只要留下一枚我在死时也戴着的小戒指,于我就足够了。”随后她遮掩住头部,说道:“带我去吧,塞隆,无论你想去哪里;因为任何地方都胜过大海与坟墓。”
- 1.13.6τοῦ μὲν δὴ σπεύδοντος ἀγοράσαι, τοῦ δὲ πωλῆσαι
这是一个表示原因的属格独立结构,用来解释主句中的与格 ἀμφοτέροις。指示代词属格 τοῦ μέν 与 τοῦ δέ 分别作为分词 σπεύδοντος 的逻辑主语,鲜明地对比了买方(莱奥纳斯)与卖方(塞隆)各自的急迫心情。
- 1.13.10τῆς δὲ πάλαι εὐγενείας τὴν πρᾶσιν εὐτυχεστέραν ὑπελάμβανεν
比较级形容词 εὐτυχεστέραν 支配比较属格 τῆς πάλαι εὐγενείας。动词 ὑπελάμβανεν 构成双宾格结构(直接宾语 τὴν πρᾶσιν 与宾语补足语 εὐτυχεστέραν),意为“认为被变卖比从前的高贵身分更为幸运”,鲜明表达了她宁可沦为奴隶也渴望脱离海盗魔爪的极端心态。
