← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§1.12.1-1.12.10

塞隆脱手卡利罗厄的波折与结识莱奥纳斯

塞隆在米利都难以将卡利罗厄脱手,一度企图将她抛入大海,却因不祥之梦而暂缓。随后他遇见鳏居富商狄奥尼修斯的管家莱奥纳斯,便编造身世向其推销卡利罗厄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12.1

Ἔνθα δὴ Θήρων κώπας ἐκέλευσεν ἐκφέρειν καὶ μονὴν ποιεῖν τῇ Καλλιρόῃ καὶ πάντα παρέχειν εἰς τρυφήν. ταῦτα δὲ οὐκ ἐκ φιλανθρωπίας ἔπραττεν ἀλλʼ ἐκ φιλοκερδίας, ὡς ἔμπορος μᾶλλον ἢ λῃστής. αὐτὸς δὲ διέδραμεν εἰς ἄστυ παραλαβὼν δύο τῶν ἐπιτηδείων. εἶτα φανερῶς μὲν οὐκ ἐβουλεύετο ζητεῖν τὸν ὠνητὴν οὐδὲ περιβόητον τὸ πρᾶγμα ποιεῖν, κρύφα δὲ καὶ διὰ χειρὸς ἔσπευδε τὴν πρᾶσιν. δυσδιάθετον δὲ ἀπέβαινεν· οὐ γὰρ ἦν τὸ κτῆμα πολλῶν1 οὐδὲ ἑνὸς τῶν ἐπιτυχόντων, ἀλλὰ πλουσίου τινὸς καὶ βασιλέως, τοῖς δὲ τοιούτοις ἐφοβεῖτο προσιέναι.

于是塞隆下令将船桨搬上岸,为卡利罗厄安置一处住所,并提供享乐所需的一切。他做这些并非出于仁爱,而是出于贪财,更像一个商人而非海盗。他自己则带了两名心腹快步奔向城中。随后,他既不打算公开寻找买主,也不愿把事情闹得尽人皆知,而是急于在暗中私下手头交接以完成买卖。然而,脱手却变得十分棘手;因为这件货物并非大众之物,也不是任何一个寻常人所能买得起的,而只能属于某个富豪或君王,但他又畏惧接近这类人物。

§1.12.2

γινομένης οὖν διατριβῆς μακροτέρας οὐκέτι φέρειν ὑπέμενε τὴν παρολκήν· νυκτὸς δὲ ἐπελθούσης καθεύδειν μὲν οὐκ ἐδύνατο, ἔφη δὲ πρὸς αὑτὸν “ἀνόητος, ὦ Θήρων, εἶ· ἀπολέλοιπας γὰρ ἤδη τοσαύταις ἡμέραις ἄργυρον καὶ χρυσὸν ἐν ἐρημίᾳ, ὡς μόνος λῃστής.2

随着拖延的日子渐久,他再也难以忍受这种旷日持久的耽搁;黑夜降临时他无法入眠,便自言自语道:“塞隆啊,你真糊涂!你竟然在荒无人烟之地把金银搁置了这么多天,好像世上只有你一个海盗似的。

§1.12.3

οὐκ οἶδας ὅτι τὴν θάλασσαν καὶ ἄλλοι πλέουσι πειραταί; ἐγὼ δὲ καὶ τοὺς ἡμετέρους φοβοῦμαι μὴ καταλιπόντες ἡμᾶς ἀποπλεύσωσιν· οὐ δήπου γὰρ τοὺς δικαιοτάτους ἐστρατολόγησας, ἵνα σοι τὴν πίστιν φυλάττωσιν, ἀλλὰ τοὺς πονηροτάτους ἄνδρας ὧν ᾔδεις.

难道你不知道海上还有其他海盗航行吗?我甚至担心我们自己的人,唯恐他们弃我们而去、扬帆启航;因为你征召的可不是最正直的人来对你恪守忠信,而是你所知道的最恶毒的歹徒。

§1.12.4

νῦν μὲν οὖν” εἶπεν “ἐξ ἀνάγκης κάθευδε, ἡμέρας δὲ ἐπιστάσης διαδραμὼν ἐπὶ τὸν κέλητα ῥῖψον εἰς θάλασσαν τὴν ἄκαιρον καὶ περιττήν σοι γυναῖκα καὶ μηκέτι φορτίον ἐπάγου δυσδιάθετον.” κοιμηθεὶς δὲ ἐνύπνιον εἶδε κεκλεισμένας τὰς θύρας.

所以现在,”他说道,“权且睡下吧;但天亮之后,立刻跑回小艇,把那个对你来说不合时宜又多余的女人扔进大海,别再拖着这难以脱手的货物了。”然而入睡之后,他在梦中见到门户紧闭。

§1.12.5

ἔδοξεν οὖν αὐτῷ τὴν ἡμέραν ἐκείνην ἐπισχεῖν. οἷα δὲ ἀλύων ἐπί τινος ἐργαστηρίου καθῆστο, ταραχώδης παντάπασι τὴν ψυχήν.

因此他决定在那一天暂缓行动。他仿佛神情恍惚般坐在一家作坊前,内心惶惶不安。

§1.12.6

ἐν δὲ τῷ μεταξὺ παρῄει πλῆθος ἀνθρώπων ἐλευθέρων τε καὶ δούλων, ἐν μέσοις δὲ αὐτοῖς ἀνὴρ ἡλικίᾳ καθεστώς, μελανειμονῶν καὶ σκυθρωπός. ἀναστὰς οὖν ὁ Θήρων (περίεργον γὰρ ἀνθρώπου φύσις) ἐπυνθάνετο ἑνὸς τῶν ἐπακολουθούντων “τίς οὗτος;” ὁ δὲ ἀπεκρίνατο “ξένος εἶναί μοι δοκεῖς ἢ μακρόθεν ἥκειν, ὃς ἀγνοεῖς Διονύσιον πλούτῳ καὶ γένει καὶ παιδείᾳ τῶν ἄλλων Ἰώνων ὑπερέχοντα, φίλον τοῦ μεγάλου βασιλέως.” “διατί τοίνυν μελανειμονεῖ;” “τέθνηκε γὰρ αὐτοῦ ἡ γυνὴ ἧς ἤρα.” ἔτι μᾶλλον εἴχετο τῆς ὁμιλίας ὁ Θήρων, εὑρηκὼς ἄνδρα πλούσιον καὶ φιλογύναιον. οὐκέτʼ οὖν ἀνῆκε τὸν ἄνδρα ἀλλʼ ἐπυνθάνετο “τίνα χώραν ἔχεις παρʼ αὐτῷ;” κἀκεῖνος ἀπεκρίνατο “διοικητής εἰμι τῶν ὅλων, τρέφω δὲ αὐτῷ καὶ τὴν θυγατέρα, παιδίον νήπιον, μητρὸς ἀθλίας πρὸ ὥρας ὀρφανόν.” “τί σὺ καλῇ;” “Λεωνᾶς.” “Εὐκαίρως” φησίν, “ὦ Λεωνᾶ, συνέβαλον. Ἔμπορός εἰμι καὶ πλέω νῦν ἐξ Ἰταλίας, ὅθεν οὐδὲν οἶδα τῶν ἐν Ἰωνίᾳ. Γυνὴ δὲ Συβαρῖτις, εὐδαιμονεστάτη τῶν ἐκεῖ, καλλίστην ἅβραν ἔχουσα διὰ ζηλοτυπίαν ἐπώλησεν, ἐγὼ δὲ αὐτὴν ἐπριάμην.

在此期间,走过了一群既有自由人也有奴隶的队伍,在他们中间有一位年纪成熟、身着黑衣且面带愁容的男子。于是塞隆站起身来(因为人天生爱打听闲事),向一名随从打听道:“此人是谁?”那人回答说:“在我看来你是个外邦人,或者来自远方,竟然不认得在财富、门第与修养上皆凌驾于其他爱奥尼亚人之上的狄奥尼修斯,他可是大王的挚友。” “那么他为何身穿黑衣?”“因为他深爱着的妻子去世了。”塞隆愈发抓紧交谈,因为他觅得了一个既富有又多情的男子。他不再放走那人,而是继续打听道:“你在他身边居何职位?”那人答道:“我是总管家事的管家,也替他抚育女儿——那是一个年幼的孩子,过早地失去了不幸的母亲。”“你叫什么名字?”“莱奥纳斯。” “来得正是时候,莱奥纳斯,”他说道,“我遇上了〔你〕!我是个商人,如今正从意大利航行而来,因此对爱奥尼亚之事一无所知。当地一位极其富有的叙巴里斯妇人拥有一名绝色侍女,因嫉妒而将其卖掉,我便买下了她。

§1.12.9

Σοὶ οὖν γενέσθω τὸ κέρδος, εἴτε σεαυτῷ θέλεις τροφὸν κατασχεῖν τοῦ παιδίου (πεπαίδευται γὰρ ἱκανῶς) εἴτε καὶ ἀξίαν ὑπολαμβάνεις χαρίσασθαι τῷ δεσπότῃ. Λυσιτελεῖ δέ σοι μᾶλλον ἀργυρώνητον ἔχειν αὐτόν,3 ἵνα μὴ τῇ τροφίμῃ σου μητρυιὰν ἐπαγάγηται.” Τούτων ὁ Λεωνᾶς ἤκουσεν ἄσμενος καὶ “θεός μοί τις” εἶπεν “εὐεργέτην σε κατέπεμψεν· ἃ γὰρ ὠνειροπόλουν ὕπαρ μοι δεικνύεις· ἐλθὲ τοίνυν εἰς τὴν οἰκίαν καὶ φίλος ἤδη γενοῦ καὶ ξένος· τὴν δὲ περὶ τῆς γυναικὸς αἵρεσιν ἡ ὄψις κρινεῖ, πότερον δεσποτικόν ἐστι τὸ κτῆμα ἢ καθ’ ἡμᾶς.”

因此,无论你是想给自己留作孩子的乳母(因为她受过良好的教养),还是认为值得进献给你的主人,这份利益都归你所有吧。而且,由他拥有一个花银子买来的女人,对你来说更为有利,免得他给你的小主人娶来继母。”莱奥纳斯听了十分欣喜,说道:“定是某位神明派遣你作为恩人降临于我;因为我梦寐以求之事,你如今真切地展现在我眼前。那么请到府上来,从今起结为朋友与宾客吧;至于关于那女人的决断,端看她的相貌来定夺,究竟她是配作主人的所有物,还是合乎我们这等下人的身份。”

语法注3 条
  1. 1.12.1οὐ γὰρ ἦν τὸ κτῆμα πολλῶν

    表领属或特征的谓语属格。字面意思为“这件财物不属于众人”,引申指性质或适格性:“这件货物不是大众(有能力购买/配拥有)的”。随后的 οὐδὲ ἑνὸς τῶν ἐπιτυχόντων(寻常一人之物)与 ἀλλὰ πλουσίου τινὸς καὶ βασιλέως(富豪或君王之物)亦为并列的谓语属格。

  2. 1.12.2ὡς μόνος λῃστής

    连词 ὡς 修饰名词短语以表示比况或假设:“仿佛(世上)只有你一个海盗似的”。这与紧随其后的反问(“难道不知海上还有其他海盗吗?”)相呼应,责备自己忘却同行竞争对手而盲目大意的松懈状态。

  3. 1.12.9ἀργυρώνητον ἔχειν αὐτόν

    对格不定式结构的句法分析。作为无人称动词 λυσιτελεῖ(有利、合算)的主语,不定式 ἔχειν 的逻辑主语为指代主人狄奥尼修斯的阳性对格代词 αὐτόν,宾语则是实质化作名词的阴性对格形容词 ἀργυρώνητον(用银子买来的女奴,即卡利罗厄),意为“由他(主人)纳一个花银子买来的女人”。性尾的变化明确限定了主谓与动宾关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.12.1-1.12.10