← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§1.11.1-1.11.8

避开雅典并驶向米利都

海盗们顺利航行,带着哀叹自身沦落命运的卡利罗厄在阿提卡附近抛锚。有人提议前往雅典,但塞隆因畏惧雅典人的好管闲事与告密诉讼而拒绝,主张前往富庶且不生纷争的爱奥尼亚,众人随后抵达米利都附近。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11.1

Ἀναχθεῖσα δὲ ἡ ναῦς ἐφέρετο λαμπρῶς· οὐδὲ γὰρ ἐβιάζοντο πρὸς κῦμα καὶ πνεῦμα τῷ μὴ προκεῖσθαί τινα πλοῦν ἴδιον αὐτοῖς,1 ἀλλὰ πᾶς ἄνεμος οὔριος αὐτοῖς ἐδόκει καὶ κατὰ πρύμναν εἱστήκει. Καλλιρρόην δὲ παρεμυθεῖτο Θήρων, ποικίλαις ἐπινοίαις πειρώμενος ἀπατᾶν.

船出海之后航行得极为平稳;因为他们并没有预定的特定航向,不必逆风搏浪,任何风在他们看来都是顺风,皆从船尾吹来。塞隆抚慰着卡利罗厄,试图用种种花招来欺骗她。

§1.11.2

Ἐκείνη δὲ ᾐσθάνετο τὰ καθ’ ἑαυτὴν καὶ ὅτι ἄλλως ἐσώθη· προσεποιεῖτο δὲ μὴ νοεῖν, ἀλλὰ πιστεύειν, δεδοικυῖα μὴ ἄρα καὶ ἀνέλωσιν αὐτὴν ὡς ὀργιζομένην. Εἰποῦσα δὲ μὴ φέρειν τὴν θάλασσαν, ἐγκαλυψαμένη καὶ δακρύσασα “σὺ μὲν” ἔφη, “πάτερ, ἐν ταύτῃ τῇ θαλάσσῃ τριακοσίας ναῦς Ἀθηναίων κατεναυμάχησας, ἥρπασε δέ σου τὴν θυγατέρα κέλης μικρὸς καὶ οὐδέν μοι βοηθεῖς.

然而她早已察觉到自己的处境,明白自己获救另有所图;但她假装不解其意,表现出深信不疑的样子,唯恐他们见她怀恨在心便将她杀害。她推说自己受不了海上的颠簸,便蒙上脸哭泣着说道:“父亲啊,您曾在这片海域击溃了三百艘雅典战船,可如今一条小艇就掳走了您的女儿,您却丝毫不能施以援手。

§1.11.3

Ἐπὶ ξένην ἄγομαι γῆν καὶ δουλεύειν με δεῖ τὴν εὐγενῆ· τάχα δὲ ἀγοράσει τις τὴν Ἑρμοκράτους θυγατέρα δεσπότης Ἀθηναῖος. Πόσῳ μοι κρεῖττον ἦν2 ἐν τάφῳ κεῖσθαι νεκράν· πάντως ἂν μετ’ ἐμοῦ Χαιρέας ἐκηδεύθη· νῦν δὲ καὶ ζῶντες καὶ ἀποθανόντες διεζεύχθημεν.”

我被带往异国他乡,身为名门之后却不得不沦为奴隶;或许还会有一位雅典主子买下赫尔莫克拉特斯的女儿。对我而言,若作为死尸躺在坟墓里,该是何等美好!那样的话,凯雷阿斯无论如何都会与我合葬;而如今,我们无论在生前还是死后都被生生拆散了。”

§1.11.4

Ἡ μὲν οὖν ἐν τοιούτοις ἦν ὀδυρμοῖς, οἱ δὲ λῃσταὶ νήσους μικρὰς καὶ πόλεις παρέπλεον· οὐ γὰρ ἦν τὰ φορτία πενήτων,3 ἐζήτουν δὲ πλουσίους ἄνδρας. Ὡρμίσαντο δὴ καταντικρὺ τῆς Ἀττικῆς ὑπό τινα χηλήν· πηγὴ δ’ ἦν αὐτόθι πολλοῦ καὶ καθαροῦ νάματος καὶ λειμὼν εὐφυής.

她正陷入这般哀痛之中,海盗们则驶过了许多小岛和小镇;因为他们的货物不是给穷人享用的,他们正在寻找富贾巨室。于是他们在阿提卡对面的一处突堤下抛锚;那里有一股丰沛纯净的清泉和一片宜人的草地。

§1.11.5

Ἔνθα τὴν Καλλιρρόην προαγαγόντες φαιδρύνεσθαι καὶ ἀναπαύσασθαι κατὰ μικρὸν ἀπὸ τῆς θαλάσσης ἠξίωσαν, διασώζειν θέλοντες αὐτῆς τὸ κάλλος· μόνοι δὲ ἐβουλεύοντο ὅποι χρὴ τὸν στόλον ποιεῖσθαι. καί τις εἶπεν “Ἀθῆναι πλησίον, μεγάλη καὶ εὐδαίμων πόλις. Ἐκεῖ πλῆθος μὲν ἐμπόρων εὑρήσομεν, πλῆθος δὲ πλουσίων. Ὥσπερ γὰρ ἐν εὑρήσομεν, πλῆθος δὲ πλουσίων. ὥσπερ γὰρ ἐν ἀγορᾷ τοὺς ἄνδρας οὕτως ἐν Ἀθήναις τὰς πόλεις ἔστιν ἰδεῖν.” ἐδόκει δὴ πᾶσι καταπλεῖν εἰς Ἀθήνας, οὐκ ἤρεσκε δὲ Θήρωνι τῆς πόλεως ἡ περιεργία· “μόνοι γὰρ ὑμεῖς οὐκ ἀκούετε τὴν πολυπραγμοσύνην τῶν Ἀθηναίων; δῆμός ἐστι λάλος καὶ φιλόδικος, ἐν δὲ τῷ λιμένι μυρίοι συκοφάνται πεύσονται τίνες ἐσμὲν καὶ πόθεν ταῦτα φέρομεν τὰ φορτία. ὑποψία καταλήψεται πονηρὰ τοὺς κακοήθεις.

他们把卡利罗厄带到那里,劝她梳洗一番,离开海水稍作休憩,因为他们极想保护她的美貌;随后他们单独商议该向何处航行。其中一人说道:“雅典就在附近,那是一座宏大而富庶的城邦。我们在那里会遇到成群的商人与巨富;正如在集市上能见到众人一样,在雅典能见到各个城邦。”众人都觉得应当驶往雅典;但塞隆却厌恶那座城市的追根究底。“难道唯独你们没听说过雅典人爱管闲事吗?那是群多嘴多舌且嗜好诉讼的民众,在港口会有数不清的告密者盘问我们是谁、又从何处运来这批货物。那些心术不正之徒必会生出恶毒的猜疑。

§1.11.7

Ἄρειος πάγος εὐθὺς ἐκεῖ καὶ ἄρχοντες τυράννων βαρύτεροι. μᾶλλον Συρακουσίων Ἀθηναίους φοβηθῶμεν. χωρίον ἡμῖν ἐπιτήδειόν ἐστιν Ἰωνία, καὶ γὰρ πλοῦτος ἐκεῖ βασιλικὸς ἐκ τῆς μεγάλης Ἀσίας ἄνωθεν ἐπιρρέων καὶ ἄνθρωποι τρυφῶντες καὶ ἀπράγμονες· ἐλπίζω δέ τινας αὐτόθεν εὑρήσειν καὶ γνωρίμους.”

战神山法庭近在眼前,官长们比僭主还要严苛。与其怕叙拉古人,倒不如更怕雅典人!对我们来说适宜的地方是爱奥尼亚;那里有从内陆大亚细亚倾泻而下的王室财富,而且当地人耽于享乐、不涉纷争;我也希望能在那儿找到相识之人。”

§1.11.8

ὑδρευσάμενοι δὴ καὶ λαβόντες ἀπὸ τῶν παρουσῶν ὁλκάδων ἐπισιτισμὸν ἔπλεον εὐθὺ Μιλήτου, τριταῖοι δὲ κατήχθησαν4 εἰς ὅρμον ἀπέχοντα τῆς πόλεως σταδίους ὀγδοήκοντα, εὐφυέστατον εἰς ὑποδοχήν.

他们汲足了水,又从在场的商船上获取了给养,便径直驶向米利都,在第三天抵达了距城八十斯塔德的一处泊地,该处极为适宜容纳〔船只〕。

语法注4 条
  1. 1.11.1τῷ μὴ προκεῖσθαί τινα πλοῦν ἴδιον αὐτοῖς

    定冠词带不定式(τῷ μὴ προκεῖσθαι)的与格形式,用作表示原因的与格:“由于他们没有预定特定的航程”。

  2. 1.11.3Πόσῳ μοι κρεῖττον ἦν

    表示适宜或优越的表达(κρεῖττον ἦν)使用不带 ἄν 的未完成过去直陈式,用以表达非现实愿望/与过去相反的虚拟含义:“对我来说……该是何等美好”。

  3. 1.11.4οὐ γὰρ ἦν τὰ φορτία πενήτων

    属格 πενήτων 与系动词 ἦν 连用,作表语性所有属格:“因为货物不是属于/面向穷人的”。

  4. 1.11.8τριταῖοι δὲ κατήχθησαν

    表示时间顺序的形容词 τριταῖοι 作主语的主格表语,具有副词性意义,意为“他们在第三天靠岸/入港”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.11.1-1.11.8