← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§1.10.1-1.10.8

盗贼关于卡利罗厄处置的争论与塞隆的决断

盗墓贼一伙就将卡利罗厄归还还是灭口展开激烈争论,首领塞隆否决了两种提议,决定将她变卖牟利,并下令启航。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.1

Ἐπεὶ δὲ ἐνέπλησαν τὸν κέλητα τῶν λαφύρων, ἐκέλευσεν ὁ Θήρων τὸν φύλακα μικρὸν ἀποστῆναι μετὰ τῆς γυναικός· εἶτα βουλὴν προύθηκε περὶ αὐτῆς. Ἐγένοντο δὲ αἱ γνῶμαι διάφοροι καὶ ἀλλήλαις ὑπεναντίαι.

当他们把战利品装满快艇后,塞隆便命那看管之人带着女子退避稍许,随后提议商议处置她的办法。然而众人意见各异,互相对立。

§1.10.2

Πρῶτος γάρ τις εἶπεν “ἐφ’ ἕτερα μὲν ἤλθομεν, ὦ συστρατιῶται, βέλτιον δὲ τὸ παρὰ τῆς τύχης ἀποβέβηκε· χρησώμεθα αὐτῷ· δυνάμεθα γὰρ ἀκινδύνως εἰργάσθαι. Δοκεῖ δή μοι τὰ μὲν ἐντάφια κατὰ χώραν ἐᾶν, ἀποδοῦναι δὲ τὴν Καλλιρρόην ἀνδρὶ καὶ πατρί, φήσαντας1 ὅτι προσωρμίσθημεν τῷ τόπῳ κατὰ συνήθειαν ἁλιευτικήν, ἀκούσαντες δὲ φωνὴν ἠνοίξαμεν κατὰ φιλανθρωπίαν, ἵνα σώσωμεν τὴν ἔνδον ἀποκεκλεισμένην.

因为有一人首先说道:“战友们,我们本是为别的事而来,但命运赐予的结果却更佳;让我们好好利用它吧,因为我们可以毫无危险地行事。依我之见,应当把陪葬品留在原处,而将卡利罗厄送还给她的丈夫和父亲,并声称我们是照着捕鱼的旧例在当地停泊,因听见声音才出于仁爱打开墓门,以拯救这被关在里面的女子。

§1.10.3

Ὁρκίσωμεν δὲ τὴν γυναῖκα πάντα ἡμῖν μαρτυρεῖν. Ἡδέως δὲ ποιήσει. χάριν ὀφείλουσα τοῖς εὐεργέταις, δι’ ὧν ἐσώθη. Πόσης οἴεσθε χαρᾶς ἐμπλήσομεν τὴν ὅλην Σικελίαν; πόσας ληψόμεθα δωρεάς; ἅμα δὲ καὶ πρὸς ἀνθρώπους δίκαια καὶ πρὸς θεοὺς ὅσια ταῦτα ποιήσομεν.”

我们还要让那女子起誓,为我们证明一切。她一定会欣然应允,毕竟她欠下了使她获救的恩人们的一份恩情。诸位以为我们会让整个西西里充满何等巨大的喜悦?我们又将得到多少赏赐?同时,我们做下此事,于人乃是正义,于神亦属虔敬。”

§1.10.4

Ἔτι δὲ αὐτοῦ λέγοντος ἕτερος ἀντεῖπεν “ἄκαιρε καὶ ἀνόητε, νῦν ἡμᾶς κελεύεις φιλοσοφεῖν; ἆρά γε τὸ τυμβωρυχεῖν ἡμᾶς ἐποίησε χρηστούς; ἐλεήσομεν ἣν οὐκ ἠλέησεν ἴδιος ἀνὴρ ἀλλ’ ἀπέκτεινεν; οὐδὲν γὰρ ἠδίκηκεν ἡμᾶς·2 ἀλλ’ ἀδικήσει τὰ μέγιστα. Πρῶτον μὲν γάρ, ἂν ἀποδῶμεν αὐτὴν τοῖς προσήκουσιν, ἄδηλον ἣν ἕξουσι γνώμην περὶ τοῦ γεγονότος, καὶ ἀδύνατον μὴ ὑποπτευθῆναι τὴν αἰτίαν,3 δι’ ἣν ἤλθομεν ἐπὶ τὸν τάφον. Ἐὰν δὲ καὶ χαρίσωνται τὴν τιμωρίαν ἡμῖν οἱ τῆς γυναικὸς συγγενεῖς, ἀλλ’ οἱ ἄρχοντες καὶ ὁ δῆμος αὐτὸς οὐκ ἀφήσει τυμβωρύχους ἄγοντας καθ’ αὑτῶν τὸ φορτίον.

他还在说着,另一人便反驳道:“不识时务的蠢货,你现在倒教我们讲起高尚的仁义来了?难道盗墓反倒使我们成了善人?连她自己的丈夫都不曾怜悯、反将她杀死的女人,倒要由我们来可怜?‘因为她没有害过我们’,但她将给我们带来最大的祸患!首先,若我们把她交还给亲属,天晓得他们对发生的事会作何想法,而我们去往墓地的缘由不可能不被怀疑。即便这女人的亲族免除对我们的惩罚,那些官长和民众本身也绝不会放过自己携带着自证其罪的货物的盗墓贼。

§1.10.6

Τάχα δέ τις ἐρεῖ λυσιτελέστερον εἶναι πωλῆσαι τὴν γυναῖκα· τιμὴν γὰρ εὑρήσειν διὰ τὸ κάλλος. Ἔχει δὲ καὶ τοῦτο κίνδυνον. Ὁ μὲν γὰρ χρυσὸς οὐκ ἔχει φωνήν, οὐδὲ ὁ ἄργυρος ἐρεῖ πόθεν αὐτὸν εἰλήφαμεν. Ἔξεστιν ἐπὶ τούτοις πλάσασθαι καὶ διήγημα.

或许有人会说,把这女人卖掉更为划算,因为凭她的美貌能卖得好价钱。但这同样潜藏着危险。金子没有声音,银子也不会说出我们是从何处取得的;对于这些财物,尚可编造一套说辞。

§1.10.7

Φορτίον δὲ ἔχον ὀφθαλμούς τε καὶ ὦτα καὶ γλῶσσαν τίς ἂν ἀποκρύψαι δύναιτο; καὶ γὰρ οὐδὲ ἀνθρώπινον τὸ κάλλος, ἵνα λάθωμεν. Ὅτε δούλην ἐροῦμεν τίς αὐτὴν ἰδὼν τούτῳ πιστεύσει; Φονεύσωμεν οὖν αὐτὴν ἐνθάδε, καὶ μὴ περιαγάγωμεν καθ’ αὑτῶν τὸν κατήγορον.”

但对于一件有眼、有耳又有舌头的货物,谁能把它藏匿起来呢?况且她的美貌绝非凡俗,又如何能瞒过旁人?当我们声称她是女奴时,见过她的人又有谁会信以为真?因此,让我们就在此地将她除掉,切莫把控告我们自己的活证据随身带在身边。”

§1.10.8

Πολλῶν δὲ τούτοις συντιθεμένων οὐδετέρᾳ γνώμῃ Θήρων ἐπεψήφισε.4 “Σὺ μὲν γὰρ” εἶπε “κίνδυνον ἐπάγεις, σὺ δὲ κέρδος ἀπολλύεις. Ἐγὼ δὲ ἀποδώσομαι τὴν γυναῖκα μᾶλλον ἢ ἀπολῶ· πωλουμένη μὲν γὰρ σιγήσει διὰ τὸν φόβον, πραθεῖσα δὲ κατηγορείτω τῶν μὴ παρόντων. Ἀλλ’ ἐμβαίνετε· πλέωμεν· ἤδη γάρ ἐστι πρὸς ἡμέραν.”

许多人赞同这后一番话,塞隆却没有对其中任何一种意见表示赞许。他说:“因为你引来了危险,而你则丢弃了利益。我宁可把这女人卖掉也不愿杀了她;卖她的时候,她因恐惧自会保持缄默,卖掉之后,随她去告发不在场的人便是。快登船!我们启航!天色已近破晓了。”

语法注4 条
  1. 1.10.2φήσαντας

    阳性宾格复数分词,与受无人称词组 δοκεῖ δή μοι 支配的不定式 ἐᾶν 和 ἀποδοῦναι 的逻辑主语(即 ἡμᾶς)一致。此处未与与格 μοι 一致而作与格(φήσασι),而是承接了不定式所隐含的宾格主语。

  2. 1.10.4οὐδὲν γὰρ ἠδίκηκεν ἡμᾶς·

    该句为预辩法(occupatio),引用了对方可能提出的辩解(“因为她并未加害于我们”),随后立即以 ἀλλ’ ἀδικήσει τὰ μέγιστα(“相反,她将带来极大的祸患”)予以驳斥。

  3. 1.10.5καὶ ἀδύνατον μὴ ὑποπτευθῆναι τὴν αἰτίαν

    在含有否定意义的形容词 ἀδύνατον 之后,被动不定式加上否定词 μή(重叠/配合否定),强化了“动机不可能不被怀疑(即必然引起怀疑)”这一必然性含义。

  4. 1.10.8οὐδετέρᾳ γνώμῃ Θήρων ἐπεψήφισε

    动词 ἐπιψηφίζω 原为公民大会中将议案“付诸表决”的政制专门术语,此处与与格 οὐδετέρᾳ γνώμῃ 连用,比喻性地表示首领塞隆对双方的提议均未予批准或赞同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.10.1-1.10.8