← 阿芙洛迪西亚斯的卡里同

凯雷阿斯和卡利罗埃

§1.9.1-1.9.7

塞隆盗掘陵墓与活着的卡利罗厄被掳

塞隆一伙乘夜破开陵墓,发现了惊恐万状的卡利罗厄。塞隆断定她尚且活着,遂决定将她作为比随葬财物更为贵重的收获一同掳走。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.1

Κἀκείνη μὲν ἐν ποικίλοις ἦν ὀδυρμοῖς· ὁ δὲ Θήρων φυλάξας αὐτὸ τὸ μεσονύκτιον ἀψοφητὶ προσῄει τῷ τάφῳ, κούφως ταῖς κώπαις ἁπτόμενος τῆς θαλάσσης. Ἐκβαίνων δὲ πρῶτον ἐπέταξε τὴν ὑπηρεσίαν τοῦτον.

正当她沉浸在重重哀恸之中时,塞隆算准了午夜时分,桨叶轻点海面,悄无声息地向陵墓靠近。他登岸后,首先将随从人员作了如下部署。

§1.9.2

Τέσσαρας μὲν ἀπέστειλεν ἐπὶ κατασκοπήν, εἴ τινες προσίοιεν εἰς τὸν τόπον, εἰ μὲν δύναιντο, φονεύειν· εἰ δὲ μή, συνθήματι μηνύειν1 τὴν ἄφιξιν αὐτῶν· πέμπτος δὲ αὐτὸς προσῄει τῷ τάφῳ. Τοὺς δὲ λοιποὺς (ἦσαν γὰρ οἱ σύμπαντες ἑκκαίδεκα) μένειν ἐπὶ τοῦ κέλητος ἐκέλευσε καὶ τὰς κώπας ἔχειν ἐπτερωμένας,2 ἵνα, ἐάν τι αἰφνίδιον συμβαίνῃ, ταχέως τοὺς ἀπὸ γῆς ἁρπάσαντες ἀποπλεύσωσιν.

他派了四个人去放哨,若有人接近该处,能杀便杀;若不能,便以暗号通报来人行踪;他自己作为第五人走向陵墓。其余的人(他们总共十六人),他命令留在快艇上并随时备好桨叶,以便一旦发生意外,能迅速将陆上的人接应上船并驶离。

§1.9.3

Ἐπεὶ δὲ μοχλοὶ προσηνέχθησαν καὶ σφοδροτέρα πληγὴ πρὸς τὴν ἀνάρρηξιν τοῦ τάφου, τὴν Καλλιρρόην κατελάμβανεν ὁμοῦ πάντα, φόβος, χαρά, λύπη, θαυμασμός, ἐλπίς, ἀπιστία. “Πόθεν ὁ ψόφος; Ἆρά τις δαίμων κατὰ νόμον κοινὸν τῶν ἀποθνησκόντων ἐπ’ ἐμὲ παραγίνεται τὴν ἀθλίαν; Ἢ ψόφος οὐκ ἔστιν, ἀλλὰ φωνὴ καλούντων με τῶν ὑποχθονίων πρὸς αὑτούς; Τυμβωρύχους μᾶλλον εἰκὸς εἶναι· καὶ γὰρ τοῦτό μου ταῖς συμφοραῖς προσετέθη· πλοῦτος ἄχρηστος νεκρῷ.” Ταῦτα ἔτι λογιζομένης αὐτῆς προύβαλε τὴν κεφαλὴν ὁ λῃστὴς καὶ κατὰ μικρὸν εἰσεδύετο. Καλλιρρόη δ’ αὐτῷ προσέπεσε, βουλομένη δεηθῆναι· κἀκεῖνος φοβηθεὶς ἐξεπήδησε, τρέμων δὲ πρὸς τοὺς ἑταίρους ἐφθέγξατο “φεύγωμεν ἐντεῦθεν· δαίμων γάρ τις φυλάττει τὰ ἔνδον καὶ εἰσελθεῖν ἡμῖν οὐκ ἐπιτρέπει.” Κατεγέλασε Θήρων, δειλὸν εἰπὼν καὶ νεκρότερον τῆς τεθνεώσης, εἶτα ἐκέλευσε ἄλλον εἰσελθεῖν. Ἐπεὶ δὲ οὐδεὶς ὑπέμενεν, αὐτὸς εἰσῆλθε προβαλλόμενος τὸ ξίφος. Λάμψαντος δὲ τοῦ σιδήρου, δείσασα ἡ Καλλιρρόη, μὴ φονευθῇ, πρὸς τὴν γωνίαν ἐξέτεινεν ἑαυτὴν κἀκεῖθεν ἱκέτευε, λεπτὴν ἀφιεῖσα φωνήν “ἐλέησον, ὅστις ποτ’ εἶ, τὴν οὐκ ἐλεηθεῖσαν ὑπ’ ἀνδρὸς οὐδὲ γονέων· μὴ ἀποκτείνῃς ἣν σέσωκας.”3

当撬棍架起、破开陵墓的重击接连落下时,恐惧、喜悦、悲痛、惊愕、希望、疑虑一并攫住了卡利罗厄的心。“这声响来自何处?难道真有哪位神灵依照亡者的常道,降临到我这可怜人身上?抑或并非声响,而是冥府幽魂召唤我前去的声音?更有可能是盗墓贼;因为这也是我遭遇的灾难之一:毫无用处的财富,对于死者而言。”她心中尚在推想,那盗贼已探进头来,正一点点钻入墓室。卡利罗厄扑向他,想要哀求;那人却吓得跳了出去,战战兢兢地对同伙喊道:“快从这里逃命吧!里面有神灵守候,不准我们进去。”塞隆嘲笑他,斥责他是胆小鬼,比那死去的女人更像具尸首,随后命另一人进去。然而无人敢领命,他便亲自拔剑走入。寒铁闪烁之际,卡利罗厄唯恐遇害,便缩身贴向角落,在那里微弱地发声哀求道:“无论你是谁,可怜可怜这个未曾蒙得丈夫与父母怜悯的人吧;切莫杀死你所拯救的人。”

§1.9.6

Μᾶλλον ἐθάρρησεν ὁ Θήρων καὶ οἷα δεινὸς ἀνὴρ ἐνόησε τὴν ἀλήθειαν· ἔστη δὲ σύννους καὶ τὸ μὲν πρῶτον ἐβουλεύσατο κτεῖναι τὴν γυναῖκα, νομίζων ἐμπόδιον ἔσεσθαι τῆς ὅλης πράξεως· ταχεῖα δὲ διὰ τὸ κέρδος ἐγένετο μετάνοια καὶ πρὸς αὑτὸν εἶπεν “ἔστω καὶ αὐτὴ τῶν ἐνταφίων μέρος·4 πολὺς μὲν ἄργυρος ἐνταῦθα πολὺς δὲ χρυσός, τούτων δὲ πάντων τὸ τῆς γυναικὸς τιμιώτερον κάλλος.” Λαβόμενος οὖν τῆς χειρὸς ἐξήγαγεν αὐτήν, εἶτα καλέσας τὸν συνεργὸν “ἰδοὺ” φησὶν “ὁ δαίμων, ὃν ἐφοβοῦ· καλός γε λῃστὴς φοβηθεὶς γυναῖκα. Σὺ μὲν οὖν φύλαττε ταύτην· θέλω γὰρ αὐτὴν ἀποδοῦναι τοῖς γονεῦσιν· ἡμεῖς δὲ ἐκφέρωμεν τὰ ἔνδον ἀποκείμενα, μηκέτι μηδὲ τῆς νεκρᾶς αὐτὰ τηρούσης.”

塞隆胆气大增,凭其精明老练迅速省悟了真相;他伫立沉思,起初打算除掉这女人,认为她会成为整个行动的累赘;但出于对利益的贪念,他很快转念,自言自语道:“让她也充当陪葬品的一部分吧;这里固然有许多金银,然而与这一切相比,这女人的美貌更为贵重。”于是他拉着她的手领她走出墓室,接着唤来帮手说道:“看哪,这就是你害怕的‘神灵’;被一个女人吓退,你可真是个出色的强盗!你且看管好她,因为我打算把她送还给父母;我们则将里面存放的财物搬运出来,毕竟连那女尸也不再守着它们了。”

语法注4 条
  1. 1.9.2εἰ μὲν δύναιντο, φονεύειν· εἰ δὲ μή, συνθήματι μηνύειν

    不定式 φονεύειν 与 μηνύειν 是由前文动词(ἀπέστειλεν 隐含的命令意味或前面的 ἐπέταξε)引出的间接命令。条件从句中的祈愿语气 δύναιντο 则是因主句处于历史过去时态而采用的间接引语祈愿语气。

  2. 1.9.2τὰς κώπας ἔχειν ἐπτερωμένας

    完成时被动分词 ἐπτερωμένας 充当 τὰς κώπας 的表语性修饰。“使船桨展翅”是航海上的比喻惯用语,指让船桨架好在水面上待命,随时可以全力划行撤离。

  3. 1.9.5μὴ ἀποκτείνῃς ἣν σέσωκας

    关系代词 ἣν 省略了先行词(ἐμέ 或 ταύτην)。完成时 σέσωκας 指“(因破墓而)你在客观结果上所拯救之人”,卡利罗厄借用这一已然发生的救命事实来恳求对方手下留情。

  4. 1.9.6ἔστω καὶ αὐτὴ τῶν ἐνταφίων μέρος

    τῶν ἐνταφίων 是中性复数名词(“随葬品、葬仪宝物”)的部分属格,修饰 μέρος。“让她也成为随葬品的一部分”,生动展现了塞隆将活人视同墓中财宝一般可以变卖图利的功利算计。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.9.1-1.9.7