← 阿庇安

内战记

§5985-5987

斯库拉角海战与恺撒的脱险

庞培自墨塞涅出击重创恺撒舰队,但科尔尼菲基乌斯的果敢反击与卡卢维修斯舰队的适时现身迫使庞培撤军,入夜后第十三军团翻山赶至,解救了受困绝境的恺撒等人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5985

ὡς δὲ Δημοχάρης ἐς Μεσσήνην κατέπλευσεν, ὁ μὲν Πομπήιος αὐτόν τε Δημοχάρην καὶ Ἀπολλοφάνην, καὶ τόνδε ἀπελεύθερον ἑαυτοῦ, ναυάρχους ἀπέφηνεν ἀντὶ Μηνοδώρου καὶ Μενεκράτους· ὁ δὲ Καῖσαρ περὶ τῶν συμβεβηκότων ἀμφὶ τῇ Κύμῃ πυθόμενος ἐξέπλει τὸν πορθμόν, ὑπαντήσων τῷ Καλουισίῳ. ἀνύσαντι δʼ αὐτῷ τοῦ πόρου τὸ πλέον1 καὶ Στυλίδα ἤδη παραπλέοντι καὶ ἐς τὸ Σκύλλαιον ἐπικάμπτοντι, ἐκθορὼν ἐκ τῆς Μεσσήνης ὁ Πομπήιος ἐξήπτετο τῶν ὑστάτων καὶ τὰς πρόπλους ἐδίωκε καὶ πάσαις ἐνέβαλλε καὶ ἐς μάχην προυκαλεῖτο. αἱ δὲ καίπερ ἐνοχλούμεναι ἐς μὲν ναυμαχίαν οὐκ ἐπέστρεφον, Καίσαρος οὐκ ἐῶντος, εἴτε δείσαντος ἐν στενῷ ναυμαχεῖν εἴτʼ ἐπιμένοντος οἷς ἀπʼ ἀρχῆς διεγνώκει, μὴ ναυμαχεῖν δίχα τοῦ Καλουισίου· γνώμῃ δὲ αὐτοῦ παρά τε τὴν γῆν ὑπεχώρουν ἅπασαι καὶ ἐπʼ ἀγκυρῶν ἐσάλευον καὶ κατὰ πρῷραν ἀπεμάχοντο τοὺς ἐπιόντας. Δημοχάρους δʼ ἐπιστήσαντος δύο ναῦς περὶ ἑκάστην ἐθορυβοῦντο ἤδη, πρός τε τὰς πέτρας ἀρασσόμεναι καὶ πρὸς ἀλλήλας, θαλάσσης τε ἐνεπίμπλαντο· καὶ διεφθείροντο μετὰ ἀργίας καὶ αἵδε ὥσπερ αἱ περὶ Κύμην, ὁρμοῦσαί τε καὶ ἐμβαλλόμεναι πρὸς ἐχθρῶν ἐπιπλεόντων καὶ ἀναχωρούντων.

德摩哈雷斯驶入墨塞涅后,庞培便任命德摩哈雷斯本人以及阿波罗法涅斯(此人同样也是他的释奴)取代梅诺多罗斯与梅内克拉特斯为舰队统帅。而恺撒获悉在库迈附近发生的战事后,便驶出海峡,意欲迎候卡卢维修斯。当他已行经大部分航程、正绕过斯提里斯并折向斯库拉翁海角时,庞培突然从墨塞涅杀出,紧咬住后卫部队,追击前锋,冲撞所有的船只,并挑衅求战。然而恺撒的船队虽受骚扰,却未曾掉头迎击海战,因恺撒未加允许,或是由于他畏惧在狭窄海峡中交战,抑或是执意坚持最初的决定,即卡卢维修斯未到则绝不海战。依恺撒之意,所有船只皆退避至沿岸处,抛锚随波漂浮,以船艏迎御来犯之敌。然而当德摩哈雷斯令两艘战船围攻一艘时,船只便已陷入混乱,或撞上礁石,或彼此相撞,海水纷纷涌入;它们就如同库迈附近的船只一样,在无所作为中遭致摧毁,只是泊锚停驻,任由驶近又退走的敌舰冲撞。

§5986

ὁ μὲν δὴ Καῖσαρ ἐξήλατο τῆς νεὼς ἐπὶ τὰς πέτρας καὶ τοὺς ἐκνέοντας ἐκ τῆς θαλάσσης ἀνελάμβανε καὶ ἐς τὸ ὄρος ἄνω παρέπεμπε· Κορνιφίκιος δὲ καὶ ὅσοι ἄλλοι στρατηγοὶ ἦσαν αὐτοῦ, παρακαλέσαντες ἀλλήλους, ἄνευ προστάγματος ἀπέρρηξαν τὰ ἀγκύρια καὶ ἀνήχθησαν ἐπὶ τοὺς πολεμίους, ὡς δέον2 τι δρῶντας παθεῖν μᾶλλον ἢ ἑστῶτας ἀμαχεὶ τοῖς ἐπιχειροῦσι προκεῖσθαι. τόλμῃ τε παραβόλῳ πρῶτον ὁ Κορνιφίκιος τὴν ναυαρχίδα τοῦ Δημοχάρους κατέσεισε καὶ εἷλε. καὶ Δημοχάρης μὲν ἐς ἑτέραν ἐξήλατο, τοιούτου δὲ ὄντος τοῦ πόνου καὶ τοῦ φθόρου ἐπεφαίνοντο ἐκ πόντου προσπλέοντες ἤδη Καλουίσιός τε καὶ Μηνόδωρος. καὶ αὐτοὺς οἱ μὲν τοῦ Καίσαρος οὐχ ἑώρων οὔτε ἀπὸ γῆς οὔτε ἐκ θαλάσσης, πελαγιώτεροι δὲ ὄντες οἱ τοῦ Πομπηίου κατεῖδον καὶ ἰδόντες ἀνεχώρουν· συνεσκόταζε γὰρ ἤδη, καὶ κεκμηκότες ἀκμῆσιν οὐκ ἐθάρρουν συμπλέκεσθαι.

恺撒本人遂从船上跳上礁石,收拢那些从海中游出的士兵,将他们送往山岭高处。但科尔尼菲基乌斯与其身旁的其余将领互相激励,未经军令便斩断锚缆,出海迎战敌军,认为与其束手待毙、未经交战便任由袭击者宰割,倒不如在有所作为中承担命运。科尔尼菲基乌斯凭着悍不畏死的勇气,首先撞毁并俘获了德摩哈雷斯的旗舰。德摩哈雷斯跃上另一艘船逃脱;正当苦战与摧残至此之际,卡卢维修斯与梅诺多罗斯自公海驶来,出现在视线中。恺撒一方无论在陆上还是海上皆未看见他们,然而位处更靠海一侧的庞培部众却已望见,见状随即撤退;因为天色已晚,且他们已疲惫不堪,不敢再与生力军交锋。

§5987

τοῦτο μὲν δὴ συγκύρημα τοῖς ὑπολοίποις ἐκ τοῦ τέως ἀχρείου χρηστὸν ἐπιγίγνεται· νυκτὸς δὲ ἐπιλαβούσης οἱ μὲν ἐκ τῶν νεῶν ἐκπεσόντες ἐς τὰ ὄρη συνέφευγον καὶ πυρὰ πολλὰ ἔκαιον σύμβολα τοῖς ἔτι οὖσιν ἐν τῇ θαλάσσῃ καὶ διενυκτέρευον οὕτως ἄσιτοι καὶ ἀθεράπευτοι καὶ πάντων ἐνδεεῖς. καὶ αὐτοὺς ὁ Καῖσαρ, ὁμοίως ἔχων, παρεκάλει περιθέων ἐς τὴν ἕω κακοπαθῆσαι. ταλαιπωρουμένῳ δὲ αὐτῷ περὶ ταῦτα Καλουίσιος μὲν οὐδʼ ὣς ἐγιγνώσκετο προσπλέων, οὐδὲ ἀπὸ τῶν νεῶν τι χρηστὸν ἐγίγνετο, ἀσχολουμένων περὶ τὰ ναυάγια· ὑπὸ δὲ ἑτέρου δαίμονος ἀγαθοῦ τὸ τρισκαιδέκατον τέλος ἐπλησίαζε διὰ τῶν ὀρῶν καὶ περὶ τοῦ κακοῦ πυθόμενοι τοὺς κρημνούς, τῷ πυρὶ περὶ τῆς ὁδοῦ τεκμαιρόμενοι, διέδραμον3 καὶ καταλαβόντες τὸν αὐτοκράτορα σφῶν καὶ τοὺς συμφυγόντας ὧδε ἔχοντας καμάτου καὶ τροφῶν ἀπορίας ἐθεράπευον, ἄλλους ἄλλῃ διαλαβόντες, οἱ δὲ ταξίαρχοι τὸν αὐτοκράτορα ἐς αὐτοσχέδιον σκηνὴν ἐσαγαγόντες, οὐδενὸς τῶν οἰκετῶν αὐτῷ θεραπευτήρων παρόντων, ὡς ἐν νυκτὶ καὶ τοσῷδε ταράχῳ διερριμμένων. περιπέμψας δʼ εὐθὺς πανταχῇ τοὺς ἐξαγγελοῦντας, ὅτι σῴζοιτο, πυνθάνεται Καλουίσιον σὺν ταῖς πρόπλοις καταπλέοντα καὶ ὡς ἐπὶ δύο χρηστοῖς καὶ ἀδοκήτοις ἀνεπαύετο.

这一巧合让此前一筹莫展的余部绝处逢生。夜幕降临后,那些逃离战船的人汇聚逃入山中,点起许多营火作为给海面余部联络的信标,就这样在无食、无治、一无所有的绝境中度过长夜。恺撒自己虽身处同样境地,仍四处奔走激励众人忍受痛苦直至拂晓。当他为此焦虑备尝之时,仍不知卡卢维修斯正在驶来,而海上的残船忙于处置沉船残骸,也未能提供任何救助。然而凭借另一尊善神的庇佑,第十三军团穿行山野逼近,得知灾情后,他们依凭营火判断路径,飞奔越过险峻悬崖,寻获了他们的统帅以及与其一同逃难、困顿饥渴的人众并加以照料,分头在各处安顿他们;百夫长们则将统帅引入一座临时帐篷,因在黑夜与如此骚乱之中仆从皆已失散,无一人在身侧服侍。恺撒随即向四方派遣信使通报自己平安的消息,旋即获悉卡卢维修斯正率前锋舰队靠岸,遂在双重意外之喜中心满意足地安歇下来。

语法注3 条
  1. 5985ἀνύσαντι δʼ αὐτῷ τοῦ πόρου τὸ πλέον

    与格分词 ἀνύσαντι 用作关涉与格(或时间环境与格),表示主句主语 ὁ Πομπήιος 采取行动时恺撒所处的状态(“当他已行经大部分航程时”)。后文的分词 παραπλέοντι 与 ἐπικάμπτοντι 亦与之并列,一致修饰 αὐτῷ。

  2. 5986ὡς δέον

    连词 ὡς 搭配非人称动词 δεῖ 的绝对宾格分词(accusative absolute)δέον,表达主语主观的判断与动机(“认为理应……”)。不定式 παθεῖν 与 προκεῖσθαι 则通过 μᾶλλον ἤ 形成比较对比。

  3. 5987περὶ τοῦ κακοῦ πυθόμενοι τοὺς κρημνούς, τῷ πυρὶ περὶ τῆς ὁδοῦ τεκμαιρόμενοι, διέδραμον

    此处语序存在倒装与插行。在句意上,τοὺς κρημνούς(悬崖、险隘地带)是动词 διέδραμον 的空间性直接宾语(“飞奔越过险崖”),紧接在分词短语 περὶ τοῦ κακοῦ πυθόμενοι(“得知灾难之后”)后被提前放置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5985-5987