- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:51088-51090
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
天明后恺撒试图整修受损舰船,但正午骤起的南风与湍急洋流引发了空前的风暴,整夜之间船只不断碰撞沉没,导致恺撒的大半舰队与兵员覆灭。
ἅμα δʼ ἡμέρᾳ τὴν θάλασσαν ἐφορῶν ἐθεᾶτο ναῦς ἐμπεπρησμένας τε καὶ ἡμιφλέκτους ἔτι καὶ ἡμικαύστους ἄλλας τε λελυμασμένας ἱστίων τε ὁμοῦ καὶ πηδαλίων καὶ σκευῶν ἔμπλεων τὸ πέλαγος καὶ τῶν ἔτι σῳζομένων τὰ πολλὰ πεπονηκότα. προστησάμενος οὖν τὸν Καλουισίου στόλον, ἐπεσκεύαζε τὰ ἐπείγοντα· τῶν σκαφῶν πλαγιάσας,1 ἠρεμούντων καὶ τῶν πολεμίων, εἴτε διὰ Καλουίσιον εἴτε αὖθις ἀναγομένοις ἐπιθέσθαι διεγνωκότων. ὧδε δὲ ἐχόντων ἑκατέρων, ἐκ μέσης ἡμέρας νότος ἐμπεσὼν ἤγειρε κῦμα βίαιον ἐν ῥοώδει καὶ στενῷ χωρίῳ. Πομπήιος μὲν οὖν ἐν Μεσσήνῃ λιμένων ἔνδον ἦν, αἱ δὲ τοῦ Καίσαρος νῆες αὖθις περὶ τραχεῖαν ἀκτὴν καὶ δύσορμον ἀρασσόμεναι ταῖς τε πέτραις καὶ ἀλλήλαις ἐπεφέροντο, οὐδὲ τῶν πληρωμάτων σφίσιν ὥστε διακρατεῖν ἐντελῶν ὄντων.
天明时分,恺撒眺望海面,目睹战船有的已化为灰烬,有的仍在燃烧,半焦半损,其余船只亦残破不堪,海面上漂满了风帆、舵桨与索具,幸存的船只大多也受创严重。于是他以卡卢维修斯的舰队为前护,将部分船身横向排列,着手进行紧急修缮;而敌军亦按兵不动,或是顾忌卡卢维修斯,抑或已决意等他们再度起航时再行袭击。正当双方处于此种态势之际,自正午起南风暴起,在湍急狭窄的海峡中掀起汹涌巨浪。庞培安处于墨塞涅港内,而恺撒的船只却再度在一片险峻且难于停泊的海岸边受到拍打,或撞向礁石,或彼此相撞,加之船员亦不齐整,根本无法稳住船身。
Μηνόδωρος μὲν οὖν, ἀρχόμενον τὸ δεινὸν ἐλπίσας πλεονάσειν, ἐς τὸ πελαγιώτερον ἀνήχθη καὶ ἐπʼ ἀγκυρῶν διεσάλευεν· ἀσθενέστερον δὲ ἔχων τὸ κῦμα διὰ τὸν βυθόν, εἰρεσίᾳ ὅμως καὶ πρὸς τόδε ἐνίστατο καρτερᾷ μὴ παραφέρεσθαι, καί τινες αὐτὸν ἐμιμοῦντο ἕτεροι. τὸ δὲ λοιπὸν πλῆθος, οἰόμενοι ταχέως τὸ πνεῦμα ἐνδώσειν ὡς ἐν ἔαρι, τὰς ναῦς ἑκατέρωθεν ἀγκύραις ἔκ τε τοῦ πελάγους καὶ ἀπὸ τῆς γῆς διεκράτουν καὶ κοντοῖς ἐξεώθουν ἀπʼ ἀλλήλων. τραχυτέρου δὲ τοῦ πνεύματος γενομένου συνεκέχυτο πάντα καὶ συνετρίβοντο αἱ νῆες, τὰς ἀγκύρας ἀπορρηγνύουσαι καὶ ἐς τὴν γῆν ἢ ἐπʼ ἀλλήλας τινασσόμεναι· βοή τε ἦν παμμιγὴς δεδιότων ὁμοῦ καὶ οἰμῳζόντων καὶ παρακελευόντων ἀλλήλοις ἐς ἀνήκοον· οὐ γὰρ ἐφικνοῦντο ἔτι τῶν λεγομένων, οὐδὲ κυβερνήτης ἰδιώτου διέφερεν οὔτε κατʼ ἐπιστήμην οὔτε προστάσσων. ἀλλʼ ὁ φθόρος ἦν ὅμοιος ἔν τε ταῖς ναυσὶν αὐταῖς καί, ὅτε τις αὐτῶν ἐκπέσοι κύματι καὶ κλύδωνι καὶ ξύλοις ἀρασσομένων· ἔγεμεν γὰρ ἡ θάλασσα ἱστίων καὶ ξύλων καὶ ἀνδρῶν καὶ νεκρῶν. εἰ δέ τις καὶ τάδε διαφυγὼν ἐκνήχοιτο ἐπὶ τὴν γῆν, συνηράσσοντο καὶ οἵδε ἐπὶ τὰς πέτρας ὑπὸ τοῦ κύματος. ὡς δὲ καὶ τὸ σπάσμα τὴν θάλασσαν ἐλάμβανεν, ὃ συνήθως ἐπιγίγνεται τῷδε τῷ πορθμῷ, τοὺς μὲν ἀήθεις καὶ τόδε ἐξέπλησσε, τὰ δὲ σκάφη τότε μάλιστα περιφερόμενα συνέπιπτεν ἀλλήλοις. καὶ τὸ πνεῦμα ἐς νύκτα χαλεπώτερον ἐγίγνετο, ὥστε μηδὲ κατὰ φῶς ἔτι, ἀλλʼ ἐν σκότῳ διόλλυσθαι.
梅诺多罗斯料定这险情才刚开始且必将加剧,遂驶向更靠海处抛锚随波漂荡;尽管因水深之故涌浪稍弱,他仍命众人全力划桨以抗击风浪,免被冲走,其他若干船只亦效仿其举。然而其余部众以为春日之风必迅速减弱,便从海陆两侧下锚固定船只,并以长篙将船只彼此推开。但随着风力愈发猛烈,一切陷入混乱,船只崩碎解体,挣断缆索,猛烈撞向陆地或彼此相撞。四处充斥着混杂的喧嚣,众人既恐惧又哀号,彼此呼喊却谁也听不见;因话语已无法传达,舵手在技术和发令上与外行人已无二致。毁灭无论对仍留船上之人,抑或因受巨浪、狂澜和木料撞击而被甩出船外之人而言皆毫无分别;因海面满是风帆、残木、活人与尸首。纵有人逃过这些劫难游向陆地,亦被巨浪猛烈撞碎在礁石上。当这一海峡中常见的急湍巨涌也席卷海面时,更令不习此道者惊骇万分,船只在此刻剧烈打转并彼此撞击。及至入夜,狂风愈发凶猛,以致人们不再是在明光之下,而是在黑暗中走向覆灭。
οἰμωγαί τε ἀνὰ τὴν νύκτα πᾶσαν ἦσαν καὶ τῶν οἰκείων μετακλήσεις ἀνά τε τὴν γῆν διαθεόντων καὶ τοὺς ἐν τῇ θαλάσσῃ καλούντων ἐξ ὀνόματος καὶ θρηνούντων, ὅτε μὴ ἐπακούσειαν, ὡς ἀπολωλότας· ἔμπαλίν τε ἑτέρων ἀνὰ τὸ πέλαγος ὑπερκυπτόντων τὸ κῦμα καὶ ἐς βοήθειαν τοὺς ἐν τῇ γῇ παρακαλούντων. ἀμήχανα δὲ πάντα ἦν ἑκατέροις· καὶ οὐχ ἡ θάλασσα μόνη τοῖς ἐς αὐτὴν ἐσελθοῦσιν καὶ ὅσοι τῶν νεῶν ἐπεβεβήκεσαν ἔτι, ἀλλὰ καὶ ἡ γῆ τοῦ κλύδωνος οὐχ ἧσσον ἦν ἀπορωτέρα, μὴ σφᾶς τὸ κῦμα συναράξειεν ἐπὶ τὰς πέτρας.2 ἐμόχθουν τε χειμῶνι τῶν πώποτε μάλιστα καινοτρόπῳ, γῆς ὄντες ἀγχοτάτω καὶ τὴν γῆν δεδιότες καὶ οὔτε ἐκφυγεῖν αὐτὴν ἔχοντες ἐς τὸ πέλαγος οὔτε ὅσον ἀλλήλων διαστῆναι· ἡ γὰρ στενότης ἡ τοῦ χωρίου καὶ τὸ φύσει δυσέξοδον αὐτοῦ καὶ κλύδων ἐπιπεσὼν καὶ τὸ πνεῦμα, ὑπὸ τῶν περικειμένων ὀρῶν ἐς θυέλλας περικλώμενον, καὶ ὁ τοῦ βυθοῦ σπασμὸς ἐπὶ πάντα εἱλούμενος οὔτε μένειν οὔτε φεύγειν ἐπέτρεπε· τό τε σκότος ἠνώχλει νυκτὸς μάλιστα μελαίνης· ὅθεν ἔθνῃσκον οὐδὲ καθορῶντες ἀλλήλους ἔτι, οἱ μὲν θορυβούμενοι καὶ βοῶντες, οἱ δʼ ἐφʼ ἡσυχίας παριέμενοι καὶ τὸ δεινὸν ἐκδεχόμενοι καὶ συνεργοῦντες ἐς αὐτὸ ἔνιοι ὡς ἀπολούμενοι πάντως. γενόμενον γὰρ τὸ κακὸν κρεῖσσον ἐπινοίας καὶ τὴν ἐκ τῶν παραλόγων αὐτοὺς ἐλπίδα ἀφῃρεῖτο,3 μέχρι ποτὲ ἄφνω τὸ πνεῦμα προσιούσης ἡμέρας διελύετο καὶ μεθʼ ἡλίου ἐπιτολὴν πάμπαν ἐμαραίνετο. καὶ τὸ κῦμα ὅμως καὶ τότε, τοῦ πνεύματος ἐκλυθέντος, ἐπὶ πολὺ ἐτραχύνετο. καὶ τὸ δεινὸν οὐδʼ ὑπὸ τῶν ἐγχωρίων ποτὲ τηλικοῦτον ἐμνημονεύετο γενέσθαι· γενόμενον δὲ ἔθους τε καὶ νόμου κρεῖσσον διέφθειρε τῶν Καίσαρος νεῶν καὶ ἀνδρῶν τὸ πλέον.
整夜皆是哀号与对亲友的呼唤,陆上奔走之人直呼海中之人的名字,一旦听不到回应,便痛哭他们已经罹难;海中之人亦探出波涛,向陆上之人呼救。然而对双方而言皆无计可施:不仅对于落海者以及尚留在船上之人来说大海凶险万分,连陆地令人绝望的程度亦不亚于巨浪,生怕浪潮会将他们撞碎在礁石上。他们承受着有史以来最为罕见的风暴,虽极度靠近陆地却又恐惧陆地,既无法逃向外海,亦无法彼此拉开距离。狭窄的水道、险阻的天势、扑来的狂涛、被四周山脉折击成狂飙的烈风,以及席卷一切的海底湍流,令他们既不能留驻亦不能逃遁。极度漆黑的长夜更添折磨,他们甚至无法看清彼此便相继死去,有人惊慌呼号,有人静默认命、坐以待毙,甚至有人因自度必死而自行促成毁灭。这场灾难超乎一切想象,甚至剥夺了他们希冀出现奇迹的念想,直至黎明将近,风力方始骤解,日出之后彻底平息。然而即便狂风止歇,狂涛在此后良久仍旧汹涌不休。当地居民亦从未忆及曾有如此巨大的浩劫发生;这场超乎常轨与自然之力的灾难,摧毁了恺撒的大半船只与兵员。
- 51088τῶν σκαφῶν πλαγιάσας
动词 πλαγιάζω(使横向、侧转)的分词结构。属格 τῶν σκαφῶν 为部分属格,意为将“部分船只”横向排列(作为防波屏障或以便修补船身),进而开展紧急修缮。
- 51090ἀπορωτέρα, μὴ σφᾶς τὸ κῦμα συναράξειεν ἐπὶ τὰς πέτρας
由形容词 ἀπορωτέρα(更加令人绝望/进退维谷)引出的 μή + 祈愿式(συναράξειεν)结构。在过去时态语境下,连接词 μή 引出表担忧或恐惧的从句,意为“生怕涌浪会将他们砸向礁石”,由此说明陆地与巨浪一样凶险绝望。
- 51090τὴν ἐκ τῶν παραλόγων αὐτοὺς ἐλπίδα ἀφῃρεῖτο
中动相动词 ἀφαιρέομαι(剥夺)支配的双宾格结构,分别表示被剥夺的人(αὐτούς)与被剥夺的事物(τὴν ἐλπίδα)。介词短语 ἐκ τῶν παραλόγων 修饰 ἐλπίδα,指“因意外转机或奇迹而生的希望”。
