← 阿庇安

内战记

§5982-5984

梅内克拉特斯战死与庞培军撤退

梅诺多罗斯与梅内克拉特斯展开单舰决战,梅内克拉特斯兵败投海自尽;庞培军副将德摩哈雷斯虽占上风却因丧将退往西西里,而恺撒虽获战机仍审慎等待友军汇合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5982

ἐν δὲ τούτῳ Μηνόδωρος καὶ Μενεκράτης καθορῶσιν ἀλλήλους καὶ τὸν ἄλλον πόνον ἀφέντες αὐτίκα μετʼ ὀργῆς καὶ βοῆς ἀλλήλοις ἐπέπλεον, ἐν τῷδε τὴν νίκην καὶ τὸ κεφάλαιον τοῦ πολέμου τιθέμενοι, ἐν ᾧ τις αὐτῶν κρατήσειν ἔμελλεν.1 αἱ μὲν δὴ νῆες ἀλλήλαις ὑπὸ ῥύμης ἐνέπεσον καὶ συνέτριψαν ἡ μὲν τὸν ἔμβολον τῆς Μηνοδώρου νεώς, ἡ δὲ τὸν ταρσὸν τῆς Μενεκράτους· ἐπεὶ δὲ αὐταῖς ἑκατέρωθεν χεῖρες ἐπεβλήθησαν σιδηραῖ, τῶν μὲν νεῶν οὐδὲν ἔτι ἔργον ἦν, συνεστηκυίας ἑκατέρας, οἱ δὲ ἄνδρες ὥσπερ ἐν γῇ πόνου καὶ ἀρετῆς οὐδὲν ἀπέλειπον. ἀκόντιά τε γὰρ ἦν ἀθρόα καὶ λίθοι καὶ τοξεύματα ἐπʼ ἀλλήλους, καὶ ἐπὶ τὰς ναῦς καταρράκτας2 ἐρρίπτουν ἐς τὸ ἐπιέναι διʼ αὐτῶν. ὑψηλοτέρας δʼ οὔσης τῆς Μηνοδώρου νεώς, οἵ τε καταρράκται τοῖς τολμῶσιν ἦσαν εὐεπιβατώτεροι καὶ τὰ βαλλόμενα ὡς ἀφʼ ὑψηλοῦ βιαιότερα. τεθνεώτων δʼ ἤδη πολλῶν καὶ τῶν ὑπολοίπων κατατετρωμένων, ὁ μὲν Μηνόδωρος ὀβελῷ τὸν βραχίονα ἐτρώθη, καὶ ὁ ὀβελὸς ἐξῃρέθη, ὁ δὲ Μενεκράτης τὸν μηρὸν ἀκοντίῳ πολυγλώχινι Ἰβηρικῷ ὁλοσιδήρῳ, καὶ οὐκ ἦν ἐξελεῖν αὐτὸ σὺν ἐπείξει. ἀχρεῖος οὖν ὁ Μενεκράτης ἐς μάχην γενόμενος ἐπέμενε καὶ ὥς,3 τοὺς ἄλλους ἐποτρύνων, μέχρι λαμβανομένης τῆς νεὼς ἐς τὸν βυθὸν τοῦ πελάγους ἑαυτὸν ἔρριψεν. καὶ τὴν μὲν ναῦν ὁ Μηνόδωρος ἀνεδήσατο καὶ ἐς τὴν γῆν ἀπέπλευσεν, οὐδὲν ἔτι δρᾶν οὐδὲ ἐκεῖνος δυνάμενος.

与此同时,梅诺多罗斯与梅内克拉特斯望见了彼此,便抛下其余的交战,立刻怀着怒火与呐喊互相冲驶而去,他们认为这场战争的胜利与全盘关键全系于此——即他们二人中究竟谁将胜出。两艘战船带着巨大的冲力相撞,一艘撞毁了梅诺多罗斯战船的冲角,另一艘则击碎了梅内克拉特斯战船的桨排。当双方从两舷掷出铁爪钩连住战船时,两船紧贴固定,船身便再无机动作用,甲板上的士兵们犹如在陆地上交锋一般,竭尽辛劳与勇力。飞矛、滚石与箭矢密如雨下射向对方,他们更将接舷跳板掷向敌船,以便踩着冲过。由于梅诺多罗斯的战船更高,跳板对于勇于抢攻者更为平稳好登,自高处投掷下的武器亦更具杀伤力。在已有许多人阵亡、余者皆受重创之时,梅诺多罗斯手臂被标枪刺伤,所幸标枪被拔除;而梅内克拉特斯的大腿被一柄带有多重倒钩的伊比利亚全铁标枪刺中,仓促间根本无法拔出。梅内克拉特斯虽已无法作战,却依然坚持留在岗位上激励部下,直至战船被敌攻占之际,他纵身跃入大海深处自尽。梅诺多罗斯拖带走这艘战船并驶回岸边,他本人也已无法再进行任何战事。

§5983

καὶ τὸ μὲν λαιὸν τῆς ναυμαχίας οὕτως ἐπεπράχει. ἐκ δὲ τοῦ δεξιοῦ Καλουίσιος μέν, διαπλέων ἐς τὸ λαιόν, ἀπετέμετό τινας τῶν Μενεκράτους νεῶν καὶ ἐκφυγούσας εἰς τὸ πέλαγος ἐδίωκε, Δημοχάρης δʼ, ὁ τοῦ Μενεκράτους συνεξελεύθερός τε καὶ ὑποστράτηγος, ταῖς λοιπαῖς τοῦ Καλουισίου συμπεσών, τὰς μὲν ἐς φυγὴν ἐτρέπετο, τὰς δὲ ἐς πέτρας συνήραξε, καὶ τῶν ἀνδρῶν ἐξαλομένων ἐνεπίμπρα τὰ σκάφη, μέχρι Καλουίσιος ἐκ τῆς διώξεως ἐπανιὼν τάς τε φευγούσας τῶν ἰδίων ἐπανήγαγε καὶ τὰς ἐμπιπραμένας ἐκώλυσε. καὶ νυκτὸς ἐπιλαβούσης ηὐλίσαντο πάντες, ἔνθα καὶ τῆς προτέρας. ἡ μὲν δὴ ναυμαχία ἐς τοῦτο ἐτελεύτα, καὶ προῦχεν ἐν αὐτῇ τὰ Πομπηίου παρὰ πολύ· Δημοχάρης δὲ βαρυθυμῶν ἐπὶ τῷ θανάτῳ Μενεκράτους ὡς ἐπὶ ἥττῃ μεγίστῃ (δύο γὰρ οἵδε ἦσαν μάλιστα τῷ Πομπηίῳ θαλάσσης ἐργάται, Μενεκράτης τε καὶ Μηνόδωρος), ἅπαντα μεθεὶς ἐκ χειρῶν εὐθὺς ἐς Σικελίαν ἔπλει, καθάπερ οὐ τὸ Μενεκράτους σῶμα καὶ ναῦν μίαν, ἀλλὰ τὸν στόλον ὅλον ἀποβαλών.

海战的左翼战况便如此落幕。而在右翼,卡卢维修斯向左翼方向穿插航行,截断了梅内克拉特斯的部分战船,并追击那些逃往外海的敌船。然而梅内克拉特斯的同侪释奴兼副将德摩哈雷斯则猛扑卡卢维修斯的其余战船,将一部分击溃逃散,将另一部分撞碎在礁石上,待敌兵弃船跳海后更纵火焚烧船体,直到卡卢维修斯追击回师,方才收拢己方溃逃的船只并制止了余船被焚。及至夜幕降临,全军皆在与前一夜相同的地点泊宿。 海战遂告结束,在战果上庞培一方占有极大优势。但德摩哈雷斯因梅内克拉特斯之死而极度沮丧,视之如同遭遇了惨败(因为庞培麾下最为精熟海战的宿将唯有梅内克拉特斯与梅诺多罗斯二人),他放弃了手头的一切战局,立即扬帆驶向西西里,其神态举止仿佛他所损失的并非仅是梅内克拉特斯一人的性命与一条战船,而是整支舰队。

§5984

ὁ δὲ Καλουίσιος ἕως μὲν ἐπιπλευσεῖσθαι τὸν Δημοχάρην προσεδόκα, παρέμενεν, ἔνθαπερ ὥρμιστο, ναυμαχεῖν οὐ δυνάμενος· αἵ τε γὰρ κράτισται τῶν νεῶν αὐτῷ διωλώλεσαν, καὶ αἱ ἕτεραι πρὸς ναυμαχίαν εἶχον ἀχρείως· ἐπεὶ δὲ ἔμαθεν οἰχόμενον ἐς Σικελίαν, ἐπεσκεύαζε τὰς ναῦς καὶ παρέπλει τὴν γῆν, τοὺς κόλπους ἐξελίσσων. ὁ δὲ Καῖσαρ ἐκ μὲν Τάραντος ἐς τὸ Ῥήγιον διεπεπλεύκει ναυσὶ πολλαῖς καὶ στρατῷ πολλῷ καὶ Πομπήιον περὶ Μεσσήνην κατειλήφει ναῦς ἔχοντα τεσσαράκοντα μόνας, ὥστε αὐτῷ παρῄνουν οἱ φίλοι, ὡς ἐν καιρῷ μάλιστα, ἐπιθέσθαι τῷ Πομπηίῳ μετὰ τοσοῦδε στόλου, ναῦς ἔχοντι ὀλίγας, μέχρι τὸ λοιπὸν ἐκείνῳ ναυτικὸν οὐ πάρεστιν.4 ὁ δʼ οὐκ ἐπείθετο, Καλουίσιον περιμένων καὶ λέγων οὐκ εὔβουλον εἶναι τὸ ῥιψοκίνδυνον, ἔνθα συμμαχίαν ἄλλην προσδοκῴη.

卡卢维修斯在料定德摩哈雷斯会再度来袭之时,一直滞留在抛锚之地,无力再次海战;盖因麾下最精锐的战船业已丧失,余者亦残破不堪无法再战。待得知德摩哈雷斯已前往西西里,他方才修葺战船并沿着海岸航行,绕过各处海湾。至于恺撒,则早已率大批战船和重兵自塔拉斯横渡至列吉翁,并在墨塞涅附近探知庞培仅带四十艘战船;他的友人们因而力劝他,此时实为绝佳战机,理应趁庞培仅有寡弱战船、其余海军尚未赶来之际,以如此庞大的舰队对其施以致命打击。然而恺撒并未听从,执意等候卡卢维修斯,并声称在尚有望获得另一路盟军接应之时,孤注一掷绝非明智之举。

语法注4 条
  1. 5982ἐν τῷδε ... ἐν ᾧ τις αὐτῶν κρατήσειν ἔμελλεν

    指示代词短语 ἐν τῷδε 与随后的关系代词从句 ἐν ᾧ τις αὐτῶν κρατήσειν ἔμελλεν 构成呼应结构,意为“(全系于)此一结果,即他们二人中究竟谁将胜出”。尽管 τῷδε 理论上可指人,但介词 ἐν 的重复表明其先行词指向的是由关系从句所具体阐明的情境/战果。

  2. 5982καταρράκτας

    该词通常指水闸、吊桥或活板门,但在此处结合随后的目的从句 ἐς τὸ ἐπιέναι διʼ αὐτῶν(以便踩着冲过)可知,特指海战中架设在两船之间供突击士兵登船接舷作战的“登船跳板/渡板”。

  3. 5982καὶ ὥς

    连词 καί 与带锐音符的副词 ὥς(相当于 οὕτως)组合构成的固定短语,意为“即便如此”、“仍然”。此句强调梅内克拉特斯即便伤重至无法作战(ἀχρεῖος),依然留在阵地上督战。

  4. 5984μέχρι τὸ λοιπὸν ἐκείνῳ ναυτικὸν οὐ πάρεστιν

    连词 μέχρι 后接直陈式现在时及否定词 οὐ,此处并非表示通常的“直到……为止(until)”,而是表示“趁着……尚未/在……尚未存在的期间(so long as ... not)”。朋友们力劝恺撒利用庞培其余舰队尚未赶到的宝贵战机发起进攻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5982-5984