← 阿庇安

内战记

§5980-5981

恺撒出征与库迈海战

恺撒接纳梅诺多罗斯并整军备战,通告庞培背约罪状后挥师进发西西里。庞培部将梅内克拉特斯在库迈湾附近截击恺撒舰队,将其逼入险滩搁浅激战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5980

ὁ δὲ Καῖσαρ ἔπεμπεν ἐς Σαρδόνα καὶ Κύρνον τοὺς παραληψομένους, ἃ Μηνόδωρος ἐνεχείριζεν, ἐκρατύνετο δὲ τὰ παράλια τῆς Ἰταλίας φρουρίοις πολλοῖς, μὴ αὖθις αὐτὰ ὁ Πομπήιος ἐπιδράμοι. τριήρεις δὲ ἑτέρας ἐν Ῥώμῃ καὶ ἐν Ῥαβέννῃ προσέτασσε γίγνεσθαι καὶ στρατὸν πολὺν ἐκ τῆς Ἰλλυρίδος μετεπέμπετο· Μηνόδωρόν τε ἐλθόντα ἐλεύθερον εὐθὺς ἀπέφηνεν ἐξ ἀπελευθέρου καὶ ὧν αὐτὸς ἤγαγε νεῶν,1 ἐπέτρεπεν ἡγεῖσθαι, ὑποστρατηγοῦντα τῷ ναυάρχῳ Καλουισίῳ. ταῦτα μὲν δὴ καθιστάμενος ὁ Καῖσαρ καὶ παρασκευὴν ἔτι πλέονα συνάγων ἐβράδυνε καὶ τὸν Ἀντώνιον οὐ περιμείναντα ἐμέμφετο, τὴν δʼ οὖσαν ἤδη παρασκευὴν ἐκέλευε Κορνιφίκιον ἐκ Ῥαβέννης μεταγαγεῖν ἐς Τάραντα. Κορνιφικίῳ μὲν δὴ χειμὼν περιπλέοντι ἐπιγίγνεται, καὶ μόνη τῶν νεῶν ἡ ναυαρχὶς ἡ γενομένη Καίσαρι διεφθάρη· καὶ ἔδοξε τοῦτʼ ἐς τὰ μέλλοντα σημῆναι. ἐπιπολαζούσης δὲ ὑπονοίας ἔτι, ὡς παρασπόνδως ὁ πόλεμος ὅδε γίγνοιτο, τὴν ὑπόνοιαν ὁ Καῖσαρ ἐκλύων ἐπέστελλε τῇ πόλει καὶ τὸν στρατὸν αὐτὸς ἐδίδασκεν, ὅτι τὰς σπονδὰς ὁ Πομπήιος λῃστεύων τὴν θάλασσαν ἀναλύσειε2 καὶ τοῦθʼ οἱ λῃσταὶ κατείποιεν αὐτοῦ, κατείποι δὲ καὶ Μηνόδωρος τὴν ὅλην γνώμην, μάθοι δὲ καὶ Ἀντώνιος καὶ διὰ τοῦτο Πελοπόννησον οὐ δοίη.

恺撒则派遣人员前往萨尔多和基尔诺斯接收梅诺多罗斯所交割的一切,并在意大利沿岸部署多处驻军以加固防备,以防庞培再次袭扰沿岸地区。他又下令在罗马和拉文纳增造三列桨座战船,并从伊利里斯调来大批军队;梅诺多罗斯一经到达,恺撒立即宣布免除其释奴身份而赋予自由人地位,并任命他在海军统帅卡卢维修斯麾下担任副将,指挥他自己带来的那些战船。恺撒在布置这些事务并聚集更多军备的过程中延误了时日,同时责备安东尼未曾等候他,但他命令科尔尼菲基乌斯将拉文纳现有的海军力量调往塔拉斯。然而科尔尼菲基乌斯在绕海航行时遭遇风暴,唯有恺撒专用的旗舰被彻底损毁;人们认为此事实在预兆着未来的祸福。由于坊间依然普遍怀疑这场战争是在背弃条约的情况下发动的,恺撒为打消这一疑虑,特向罗马城致函并亲自告谕全军:是庞培纵掠海上而撕毁了和约,海盗已就此指证了他,梅诺多罗斯亦全盘揭露了他的阴谋,安东尼也正是知悉了这些内情才没有将伯罗奔尼撒交割给他。

§5981

ὡς δὲ αὐτῷ τὰ ἐν χερσὶν ἕτοιμα γεγένητο, ἐπέπλει τῇ Σικελίᾳ, αὐτὸς μὲν ἐκ Τάραντος, Καλουίσιος δὲ Σαβῖνος καὶ Μηνόδωρος ἀπὸ Τυρρηνίας· περιῄει δὲ καὶ τὸ πεζὸν ἐς Ῥήγιον, καὶ μετὰ σπουδῆς ἐταχύνετο ἅπαντα. ὁ δὲ Πομπήιος τῆς μὲν αὐτομολίας τοῦ Μηνοδώρου ἐπιπλέοντος ἤδη Καίσαρος ᾔσθετο, πρὸς δὲ τὸν ἑκατέρωθεν ἐπίπλουν αὐτὸς μὲν ὑπέμεινεν ἐν Μεσσήνῃ τὸν Καίσαρα, Καλουισίῳ δὲ καὶ Μηνοδώρῳ τὸν ἔχθιστον τῷ Μηνοδώρῳ μάλιστα τῶν ἐξελευθέρων ἑαυτοῦ Μενεκράτη προσέτασσεν ἀπαντᾶν ἐπὶ στόλου πολλοῦ. ὅδε οὖν ὁ Μενεκράτης ἐπιφαίνεται τοῖς πολεμίοις περὶ δείλην ἑσπέραν πελάγιος. καὶ οἱ μὲν ἐς τὸν κόλπον τὸν ὑπὲρ Κύμης συνέφυγον καὶ τὴν νύκτα ἀνεπαύοντο, καὶ Μενεκράτης ἐς Αἰναρίαν παρῆλθεν· ἠοῦς δὲ ἀρχομένης οἱ μὲν τὸν κόλπον ἐν χρῷ παρὰ τὴν γῆν αὐτὴν μηνοειδεῖ στόλῳ παρέπλεον, ἵνα μὴ αὐτοὺς διεκπλέοιεν οἱ πολέμιοι, ὁ δὲ Μενεκράτης αὐτοῖς αὖθις ἐπιφαίνεταί τε καὶ εὐθὺς ἐπλησίαζεν ὑπὸ ῥύμης καὶ τάχους· δρᾶν δὲ οὐκ ἀναγομένους ἐς τὸ πέλαγος οὐδὲν μέγα ἔχων,3 ἐς τὴν γῆν ἐγχρίμπτων ἐξεώθει. οἱ δὲ ἐξώκελλόν τε ὁμοῦ καὶ τὰς ἐμβολὰς ἀπεμάχοντο. ἦν δὲ τοῖς μὲν ἐς τὸ πέλαγος ἀναχώρησίς τε καὶ ἐφόρμησις, ὅτε βούλοιντο, καὶ σκαφῶν ἑτέρων ἀλλαγὴ παρὰ μέρος· οἱ δὲ ἔκαμνον ἔκ τε τῶν πετρῶν, ἐφʼ ἃς ἐπώκελλον, καὶ ὑπὸ τῆς ἀκινησίας τῶν νεῶν· πεζομαχεῖν γὰρ πρὸς ναυμαχοῦντας ἐῴκεσαν, οὔτε διώκειν οὔτε ἐκκλίνειν ἔχοντες.

当手头的军备准备就绪,恺撒便进兵西西里,他本人率军从塔拉斯出发,卡卢维修斯·萨比努斯与梅诺多罗斯则从提尔尼亚起航;陆军亦绕道向列吉翁进发,一切都在全速而热切地推进。庞培直至恺撒出航之时方获悉梅诺多罗斯的背叛;面对两路进袭,他本人留守墨塞涅以防备恺撒,同时派遣麾下释奴中与梅诺多罗斯最不相容的梅内克拉特斯率大支舰队迎击卡卢维修斯与梅诺多罗斯。这位梅内克拉特斯遂于傍晚时分从外海方向出现在敌军面前。卡卢维修斯所部退入库迈上方的海湾内歇息过夜,梅内克拉特斯则驶向埃纳里亚。次日黎明伊始,卡卢维修斯部以新月形阵列紧贴海岸沿海湾航行,以防敌军穿透包抄;梅内克拉特斯再度现身,凭借冲力与极高航速迅速迫近。见对方不肯出驶外海,梅内克拉特斯虽无法造成决定性打击,仍紧逼并将其挤压至海岸边。他们一面搁浅,一面奋力抗击敌舰的撞击。梅内克拉特斯一方可以随时退回外海并重新发动冲锋,并且能够轮番换上生力船只;而对方不仅受困于所搁浅的礁石,亦受制于船舰的动弹不得:他们无法追击,亦无法机动躲避,情状犹如在陆战防守中抵御实施海战的敌军。

语法注3 条
  1. 5980ὧν αὐτὸς ἤγαγε νεῶν

    先行词同化(attraction)与倒置结构。其底层语法结构为 τῶν νεῶν ἃς αὐτὸς ἤγαγε;关系代词 ὧν 受后附动词 ἡγεῖσθαι 的支配而变为属格,先行词 νεῶν 亦被拉入关系分句内并同化为属格。

  2. 5980ὅτι τὰς σπονδὰς ὁ Πομπήιος λῃστεύων τὴν θάλασσαν ἀναλύσειε

    由主句过去时动词(ἐπέστελλε、ἐδίδασκεν)引出的 ὅτι 从句中的间接引语希求法(oblique optative)。此处的 ἀναλύσειε 与后文的 κατείποιεν、κατείποι、μάθοι 及 οὐ δοίη 并列,共同构成间接引语的述谓序列。

  3. 5981δρᾶν δὲ οὐκ ἀναγομένους ἐς τὸ πέλαγος οὐδὲν μέγα ἔχων

    ἔχων 与不定式 δρᾶν 连用,意为“能够做/造成”。否定词 οὐκ 直接修饰现在分词 ἀναγομένους(“对不肯驶向外海的敌军”),该宾格分词在句中作为 δρᾶν 的受事宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5980-5981