← 阿庇安

内战记

§5977-5979

庞培和约的破裂与梅诺多罗斯倒戈

恺撒与庞培之间的和约破裂,庞培部将梅诺多罗斯转投恺撒。恺撒邀安东尼前往布伦特西翁共商战局,但安东尼因恺撒未至且心存忌惮及凶兆而未予久候便行离去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5977

καὶ Ἀντώνιος μὲν ἀμφὶ ταῦτα ἦν, Καίσαρι δὲ καὶ Πομπηίῳ διελύθησαν αἱ γενόμεναι σπονδαί, κατὰ μὲν αἰτίας, ὡς ὑπενοεῖτο, ἑτέρας, αἱ δὲ ἐς τὸ φανερὸν ὑπὸ τοῦ Καίσαρος ἐκφερόμεναι αἵδε ἦσαν. Πελοπόννησον Ἀντώνιος μὲν ἐδίδου Πομπηίῳ, κελεύων, ὅσα ἔτι ὤφειλον αὑτῷ Πελοποννήσιοι δόντα ἢ αὐτὸν ἀναδεξάμενον ἀποδώσειν παραλαβεῖν ἢ περιμεῖναι τὴν πρᾶξιν αὐτῶν.1 ὁ δὲ οὐκ ἐδέχετο μὲν ἐπὶ τοῖσδε τὴν χώραν, ἡγούμενος αὑτῷ σὺν τοῖς ὀφλήμασι δεδόσθαι· χαλεπαίνων δέ, ὡς ὁ Καῖσαρ ἔλεγεν, εἴτε ἐπὶ τούτοις εἴτε κατὰ γνώμην ἄπιστον εἴθʼ ὑπὸ ζήλου τῶν ἑτέρων μεγάλους στρατοὺς ἐχόντων εἴτε Μηνοδώρου διερεθίζοντος αὐτὸν ἀνοχὰς μᾶλλον ἢ βεβαίους σπονδὰς εἶναι νομίζειν, ναῦς ἄλλας ἐποιεῖτο καὶ ἐρέτας συνέλεγε καὶ τῷ στρατῷ ποτε ἐδημηγόρησε χρῆναι παντὸς οὕνεκα παρασκευάζεσθαι. λῃστήριά τε αὖθις ἀφανῆ τὴν θάλασσαν ἠνώχλει, καὶ μικρὸν ἢ οὐδὲν ἄκος τοῦ λιμοῦ γεγένητο Ῥωμαίοις, ὥστε ἐβόων οὐκ ἀπαλλαγὴν τῶν κακῶν, ἀλλʼ ἐπίληψιν τετάρτου τυράννου κατὰ σπονδὰς γεγονέναι. καὶ ὁ Καῖσάρ τινα λῃστήρια συλλαβὼν ἐβασάνιζεν, οἳ Πομπήιον σφᾶς ἔλεγον ἐπιπέμψαι· καὶ τάδε αὐτὰ ὁ Καῖσαρ τῷ δήμῳ προσέφερε καὶ ἐπέστελλεν αὐτῷ Πομπηίῳ. ὁ δὲ ἐξελογεῖτο μὲν ὑπὲρ τούτων, ἀντενεκάλει δὲ Πελοποννήσου χάριν.

正当安东尼忙于这些事务之际,恺撒与庞培之间所订立的条约宣告破裂。人们推测其实际上有另外的原因,但恺撒公之于众的理由则如下所述:安东尼本应将伯罗奔尼撒交割给庞培,但他要求庞培或是先付清伯罗奔尼撒人尚欠他的款项、或是亲自承担偿还之责而后接管,抑或是等待该款项征收完毕。然而庞培并不愿以此条件接收该地,认为该领地应连同这些债务一并赠予自己。据恺撒称,庞培或是为此愤懑,或是出于背信弃义的秉性,或是嫉妒另外二人拥有庞大军力,抑或是梅诺多罗斯挑唆他将条约视作暂时的休战而非坚固的和约,于是他建造更多战船,招募水手,并且有一次向军队发表演说,称应当为一切可能发生的事变做好准备。神秘的海盗船再次在海上肆虐,罗马人的饥荒几未得到丝毫缓解,以致民众高呼条约并未带来苦难的解脱,反倒通过协议增添了第四个僭主。恺撒逮捕了一些海盗并施以酷刑,他们供认是庞培派他们前来的;恺撒将这些供词公之于民众,并致信庞培本人。庞培就这些指控进行辩解,但反过来拿伯罗奔尼撒一事进行指责。

§5978

ὅσοι δὲ τῶν ἐπιφανῶν ἦσαν ἔτι παρὰ τῷ Πομπηίῳ, ὁρῶντες αὐτὸν αἰεὶ πειθόμενον τοῖς ἀπελευθέροις, διέφθειραν ἐνίους τῶν ἀπελευθέρων, εἴτε ἀπὸ σφῶν αὐτῶν εἴτε ἐς χάριν Καίσαρος, ἐξοτρύνειν ἐπὶ Μηνοδώρῳ, Κύρνου καὶ Σαρδοῦς ἔτι ἄρχοντι, τὸν δεσπότην. οἱ δὲ καὶ αὐτοὶ φθόνῳ τῆς Μηνοδώρου δυνάμεως ἑκόντες ἐποίουν. καὶ Πομπήιος μὲν ἐς ἀλλοτρίωσιν ὑπήγετο τοῦ Μηνοδώρου, τῶν δʼ αὐτῶν ἡμερῶν Φιλάδελφος, ὁ Καίσαρος ἀπελεύθερος, πρὸς τὸν Μηνόδωρον διέπλευσε σίτου κομιδῆς οὕνεκα καὶ Μικυλίων ὁ πιστότατος τῷ Μηνοδώρῳ πρὸς Καίσαρα περὶ αὐτομολίας τοῦ Μηνοδώρου· ὑπισχνεῖτο δὲ ἐγχειριεῖν Σαρδὼ καὶ Κύρνον καὶ τρία τέλη στρατοῦ καὶ ψιλῶν πλῆθος ἕτερον. καὶ τόδε ὂν ἔργον εἴτε Φιλαδέλφου εἴτε τῶν ἐς Μηνόδωρον παρὰ Πομπηίου διαβολῶν, ὁ Καῖσαρ οὐκ εὐθὺς μέν, ἐδέξατο δʼ ὅμως, ἡγούμενος ἔργῳ τὴν εἰρήνην λελύσθαι. καὶ Ἀντώνιον ἐξ Ἀθηνῶν ἐς τὸ Βρεντέσιον ἐς ἡμέραν ῥητὴν παρεκάλει, συμβουλευσόμενος αὐτῷ περὶ τοῦδε τοῦ πολέμου· ναῦς τε μακρὰς ἐκ Ῥαβέννης καὶ στρατὸν ἐκ τῆς Κελτικῆς καὶ παρασκευὴν ἄλλην ἐς τὸ Βρεντέσιον καὶ ἐς Δικαιάρχειαν ὀξέως περιέπεμπεν, ὡς ἑκατέρωθεν ἐπιπλευσούμενος τῇ Σικελίᾳ, ἢν Ἀντωνίῳ συνδοκῇ.

留在庞培身边的显贵们看到他始终偏信释奴,便或是出于自身动机,或是为了讨好恺撒,收买了其中若干释奴,去煽动主人敌视仍统辖基尔诺斯与萨尔多两岛的梅诺多罗斯。这些释奴出于对梅诺多罗斯权势的嫉妒,亦乐于如此行事。于是庞培逐渐被引向疏远梅诺多罗斯;就在同一时期,恺撒的释奴菲拉德尔福斯借运粮之名前往梅诺多罗斯处,而梅诺多罗斯最信任的亲信米库利翁则前往恺撒处商谈梅诺多罗斯归降之事。他许诺交出萨尔多、基尔诺斯、三个正规军团以及另外大量轻装步兵。此举无论是菲拉德尔福斯从中斡旋的结果,抑或是庞培对梅诺多罗斯的中伤所致,恺撒虽未立即表态,但最终仍予以接纳,认定和平在事实上已经破裂。他遂约定日期,敦促安东尼从雅典赶赴布伦特西翁,以便就这场战争向他征求意见;同时,他迅速从拉文纳调发战舰,从高卢调派军队,并将其他军备送往布伦特西翁与迪凯阿尔基亚,打算在安东尼赞同的情况下,从两侧自海上进攻西西里。

§5979

ὁ δὲ ἦλθε μὲν ἐς τὴν τεταγμένην ἡμέραν σὺν ὀλίγοις, Καίσαρα δὲ οὐχ εὑρὼν οὐ περιέμεινεν, εἴτε τὴν γνώμην τοῦ πολέμου μεμψάμενος ὡς παράσπονδον εἴτε τὴν Καίσαρος παρασκευὴν ἰδὼν πολλὴν οὖσαν ʽοὐ γάρ ποτε αὐτοὺς ἀνέπαυε φόβων ἡ τῆς μοναρχίας ἐπιθυμίἀ, εἴτε τι σημεῖον δειδισάμενος. τῶν γὰρ περικοιμωμένων αὐτοῦ τῇ σκηνῇ πρὸς θηρίων τις εὑρέθη δεδαπανημένος, ἄνευ τοῦ προσώπου μόνου, καθάπερ ἐς ἐπίδειξιν παραλελειμμένου, οὔτε τι βοήσας οὔτε τινὸς τῶν συναναπαυομένων ᾐσθημένου· καὶ λύκον ἔλεγον οἱ Βρεντέσιοι πρὸ ἕω φανῆναι τῶν σκηνωμάτων ἐκθέοντα. ἔγραφέ γε μὴν τῷ Καίσαρι μὴ λύειν τὰ συγκείμενα καὶ ἠπείλει Μηνόδωρον ἀπάξειν ὡς ἑαυτοῦ δραπέτην· γεγένητο γὰρ Πομπηίου Μάγνου,2 τὴν δὲ τοῦ Μάγνου περιουσίαν ὁ Ἀντώνιος ἐώνητο νόμῳ πιπρασκομένην ὡς πολεμίου.

安东尼在约定的日子仅带少数随从抵达,但见恺撒未到,便没有久候——或是因为他指责这场战争的意图背信弃义,或是因为他看到恺撒军备浩大(对独裁统治的贪求从未平息过他们的戒心),抑或是因为害怕某种凶兆。因为在他帐篷周围就寝的一名护卫被野兽吞噬,唯独面孔完好无损,仿佛特意留作昭示一般,而死者既未呼救,同宿者亦未有察觉;布伦特西翁的居民还声称在破晓前看到一匹狼从营帐间飞奔而出。无论如何,安东尼致信恺撒,要求他切勿破坏既成协定,并威胁要将梅诺多罗斯当作自己的逃奴抓捕;因为梅诺多罗斯原属于大庞培,而在大庞培被定为公敌且其财产依法拍卖时,正是安东尼出资购得的。

语法注2 条
  1. 5977κελεύων, ὅσα ἔτι ὤφειλον αὑτῷ Πελοποννήσιοι δόντα ἢ αὐτὸν ἀναδεξάμενον ἀποδώσειν παραλαβεῖν ἢ περιμεῖναι τὴν πρᾶξιν αὐτῶν

    分词 κελεύων(主语为安东尼)支配两个由 ἤ...ἤ 连接的并列不定式 παραλαβεῖν 与 περιμεῖναι。不定式 παραλαβεῖν 的逻辑主语由宾格分词 δόντα(“在支付……后”)与 αὐτὸν ἀναδεξάμενον(“在亲自承诺后”)充当,指代庞培;其中 ἀναδεξάμενον 又支配将来时不定式 ἀποδώσειν(“将偿还”)。整体意为安东尼要求庞培要么在清偿或担保债务后接收领地,要么等待债务征收完毕。

  2. 5979γεγένητο γὰρ Πομπηίου Μάγνου

    表从属的谓语属格。主语为前文所述的梅诺多罗斯,意为“因为他曾属于大庞培(即为其奴隶)”。这为上文安东尼声称梅诺多罗斯属于自己的逃奴(δραπέτης)提供了法理依据,因为安东尼曾合法竞买得大庞培被充公的全部家产。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5977-5979