← 阿庇安

内战记

§5874-5876

罗马民众的欢庆与安东尼在雅典过冬

协约达成后,罗马民众为战争与饥荒的终结欢呼雀跃并迎回流亡显贵,随后恺撒前往高卢,安东尼进军东方。安东尼整顿东方藩王与军队部署后,同屋大维娅在雅典以平民姿态悠闲过冬,但开春后即刻恢复统帅威仪,全力筹备对帕提亚的战事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5874

τάδε μὲν ἔπραξαν, καὶ διακριθέντες ἀλλήλων ὁ μὲν ἐς Σικελίαν ἔπλει, Καῖσαρ δὲ καὶ Ἀντώνιος ὥδευον ἐς Ῥώμην. πυθόμεναι δὲ ἥ τε πόλις καὶ ἡ Ἰταλία, ἐπαιάνιζον αὐτίκα ἅπαντες1 ὡς ἐπὶ εἰρήνῃ, πολέμου τε ἀπαλλαγέντες ἐπιχωρίου καὶ ξεναγήσεως υἱῶν καὶ φρουρῶν ὕβρεως καὶ θεραπόντων αὐτομολίας καὶ λεηλασίας πεδίων καὶ γεωργίας ἀργίας, ὑπὲρ ἅπαντα δὲ τοῦ λιμοῦ, πιέσαντος αὐτοὺς ἐς ἔσχατον, ὥστε παροδεύουσιν αὐτοῖς οἷα σωτῆρσιν ἐγίγνοντο θυσίαι· καὶ τὸ ἄστυ ἔμελλεν ὑποδέξεσθαι περιφανῶς, εἰ μὴ νυκτός, ἐκκλίνοντες τὸ φορτικόν, ἔλαθον ἐς τὴν Ῥώμην ἐσελθόντες. μόνοι δὲ ἤχθοντο, ὅσοι τὰ τῶν ἐλευσομένων σὺν Πομπηίῳ χωρία κεκληρουχήκεσαν, ἡγούμενοι σφίσι τοὺς γεωμόρους ἀδιαλλάκτους ἐχθροὺς παροικήσειν καί, εἴ ποτε δυνηθεῖεν, ἐπιθήσεσθαι. οἱ δʼ ἀμφὶ τὸν Πομπήιον φυγάδες αὐτίκα, χωρὶς ὀλίγων, οἱ πλείους ἐν τῇ Δικαιαρχείᾳ τὸν Πομπήιον ἀσπασάμενοι κατέπλεον ἐς τὴν Ῥώμην. καὶ ἑτέρα τοῦ πλήθους ἦν ἡδονὴ καὶ βοαὶ ποικίλαι, τοσῶνδε οὕτως ἐπιφανῶν ἐξ ἀέλπτου περισεσωσμένων.

他们议定了这些事务,并在彼此分别之后,庞培扬帆前往西西里,恺撒与安东尼则取道前往罗马。当罗马城与全意大利得知这一消息时,所有人无不立时唱起赞歌,庆贺和平降临;因为他们终于摆脱了内战、征募儿郎的徭役、驻军的横暴、奴隶的逃奔、田野的洗劫以及农事的荒废,尤其是摆脱了将他们压迫至绝境的饥荒。因此,当他们二人路经各地时,人们如同敬拜救星一般向他们献祭。全城本准备隆重盛大地迎接他们,但他们为了避开繁文缛节与浮夸场面,乘夜潜行,悄然进入了罗马。唯独那些分得将随同庞培归来之人的土地的移殖者深感不安,他们认为土地的原主将作为不可和解的仇敌居于近邻,并且一旦有机会便会发难攻击。至于聚集在庞培身边的流亡者,除了极少数人之外,大多数在迪凯阿尔基亚向庞培道别后,随即启航返回罗马。平民大众目睹如此众多的显贵竟在绝望中保全了性命,再次迸发出极大的喜悦与各种欢呼。

§5875

ἐπὶ δὲ τούτοις ὁ μὲν Καῖσαρ ἐς τὴν Κελτικὴν ἐξώρμα ταρασσομένην, ὁ δὲ Ἀντώνιος ἐπὶ τὸν πόλεμον τῶν Παρθυαίων. καὶ αὐτῷ τῆς βουλῆς ψηφισαμένης εἶναι κύρια, ὅσα ἔπραξέ τε καὶ πράξει, αὖθις στρατηγοὺς πανταχῇ περιέπεμπε καὶ τἆλλα ὡς ἐπενόει πάντα διεκόσμει. ἵστη δέ πῃ καὶ βασιλέας, οὓς δοκιμάσειεν, ἐπὶ φόροις ἄρα τεταγμένοις, Πόντου μὲν Δαρεῖον τὸν Φαρνάκους τοῦ Μιθριδάτου, Ἰδουμαίων δὲ καὶ Σαμαρέων Ἡρῴδην, Ἀμύνταν δὲ Πισιδῶν καὶ Πολέμωνα μέρους Κιλικίας καὶ ἑτέρους ἐς ἕτερα ἔθνη. τὸν δὲ στρατόν, ὅσος ἔμελλεν αὐτῷ συγχειμάσειν, περιουσιάσαι τε βουλόμενος καὶ γυμνάσαι, τοὺς μὲν αὐτῶν ἐπὶ Παρθηνοὺς ἔπεμπεν, Ἰλλυρικὸν ἔθνος Ἐπιδάμνῳ πάροικον, προθυμοτάτους γενομένους Βρούτῳ, τοὺς δʼ ἐπὶ Δαρδανέας, ἕτερον Ἰλλυριῶν γένος, αἰεὶ Μακεδονίαν ἐπιτρέχοντας· τοὺς δʼ ἐν Ἠπείρῳ μένειν ἐκέλευεν, ὡς ἂν ἐν κύκλῳ πάντας ἔχῃ, μέλλων αὐτὸς ἐν Ἀθήναις χειμάσειν. ἔπεμπε δὲ καὶ Φούρνιον ἐς Λιβύην, τὰ ὑπὸ Σεξστίῳ τέλη τέσσαρα ἄξοντα ἐπὶ Παρθυαίους· οὐ γάρ πω πέπυστο αὐτὰ Λέπιδον ἀφῃρῆσθαι Σεξστίου.2

在此之后,恺撒启程前往骚动不安的高卢,安东尼则出发投入帕提亚战争。由于元老院已投票批准他既往和将来所作的一切决定均具法律效力,安东尼再次向各地派遣将领,并按自己的计划整饬一切事务。他还在规定纳税的前提下,在各地设立自己所认可的藩王:在蓬托斯立米特拉达梯之子法尔纳克西斯之子大流士,在以土买和撒玛利亚立希律,在皮西迪亚立阿明塔斯,在部分基利家立波勒蒙,并在其他地区立其他藩王。对于准备与他一同过冬的军队,安东尼既希望让他们获取财富,又希望对他们加以操练,便派遣其中一部分去进攻帕尔提尼人——这是一个毗邻埃皮达姆努斯的伊利里亚部族,曾极力效忠于布鲁图斯;又派另一部分去进攻达尔达尼人——这是另一个屡屡侵扰马其顿的伊利里亚族群;其余部队则命其留驻伊庇鲁斯,以便将全军布置在四周环卫的态势中,因为他自己打算在雅典过冬。他还派富尔尼乌斯前往阿非利加,准备调遣塞克斯提乌斯麾下的四个军团以对抗帕提亚人;因为他尚未得知雷必达已从塞克斯提乌斯手中夺走了这些军团。

§5876

ταῦτα διαθέμενος ἐχείμαζεν ἐν ταῖς Ἀθήναις μετὰ τῆς Ὀκταουίας, καθὰ καὶ ἐν Ἀλεξανδρείᾳ μετὰ τῆς Κλεοπάτρας, τὰ μὲν ἐκ τῶν στρατοπέδων ἐπιστελλόμενα ἐφορῶν μόνα, ἀφέλειαν δὲ ἰδιωτικὴν αὖθις ἐξ ἡγεμονίας καὶ σχῆμα τετράγωνον ἔχων καὶ ὑπόδημα Ἀττικὸν καὶ θύρας ἠρεμούσας. ἔξοδοί τε ἦσαν ὁμοίως ἄνευ σημείων αὐτῷ, σὺν δύο φίλοις καὶ σὺν ἀκολούθοις δύο, ἐς διδασκάλων διατριβὰς ἢ ἀκροάσεις. καὶ τὸ δεῖπνον ἦν Ἑλληνικὸν καὶ μεθʼ Ἑλλήνων ἡ γυμνασία πανηγύρεις τε σὺν θυμηδίᾳ μετὰ τῆς Ὀκταουίας· πολὺς γὰρ καὶ ἐς τήνδε ἐρρύη, ταχὺς ὢν ἐς ἔρωτας γυναικῶν. λήγοντος δὲ τοῦ χειμῶνος, ὥσπερ ἑτέρῳ γενομένῳ,3 ἥ τε ἐσθὴς αὖθις καὶ μετὰ τῆς ἐσθῆτος ἡ ὄψις ἐνηλλάσσετο, καὶ πλῆθος ἦν ἀμφὶ τὰς θύρας αὐτίκα σημείων τε καὶ ἡγεμόνων καὶ δορυφόρων, καὶ φόβου πάντα μεστὰ καὶ καταπλήξεως· πρεσβεῖαί τʼ ἐσεδέχοντο, αἳ τέως ἠρέμουν κεκελευσμέναι, καὶ δίκαι διεκρίνοντο, καὶ νῆες καθείλκοντο, καὶ ἡ ἄλλη παρασκευὴ πᾶσα συνεκινεῖτο.

安东尼处理完这些事务后,便与屋大维娅在雅典过冬,恰如他此前与克利奥帕特拉在亚历山大里亚一样。他仅阅览军营送来的公函,卸下统帅的显赫,重拾平民的简朴,身披希腊式的方斗篷,脚穿阿提卡式的鞋履,门庭清静。他外出时同样没有官方标志,仅由两位友人与两名随从相伴,前往各学派教师那里研讨或听讲。他的宴席采用希腊式样,与希腊人一同体育锻炼,并与屋大维娅共享节庆之乐;因为他性情易陷情网,对她亦是倾心溺爱。然而冬尽春来之际,仿佛化身另一个人一般,他的服饰再度变更,而随着服饰的改变,神采风貌也为之一变:门前顿时云集起旌旗、将官与侍卫,四处洋溢着威严与震慑;先前奉命静候的各国使节获准引见,各类诉讼得到裁决,战船下水,所有其他的军事戒备亦全盘开动起来。

语法注3 条
  1. 5874πυθόμεναι δὲ ἥ τε πόλις καὶ ἡ Ἰταλία, ἐπαιάνιζον αὐτίκα ἅπαντες

    依义构句(constructio ad sensum)。分词 πυθόμεναι 为阴性复数,在语法上与由两个阴性单数名词构成的复合主语(ἥ τε πόλις καὶ ἡ Ἰταλία)相一致;然而随后的主要谓语 ἐπαιάνιζον 却由阳性复数代词 ἅπαντες 作同格主语,这是因为作者在概念上将罗马城与意大利转换为了其中的全体居民(人群集合体)。

  2. 5875οὐ γάρ πω πέπυστο αὐτὰ Λέπιδον ἀφῃρῆσθαι Σεξστίου

    不定式宾语从句中的格关系。动词 ἀφαιρέομαι(剥夺)习惯要求双宾格或“物之宾格+人之分离属格”。在完成时中动不定式 ἀφῃρῆσθαι 中,逻辑主语由宾格 Λέπιδον 承担,所剥夺的物是中性复数宾格 αὐτά(指前述四个军团),被剥夺者 Σεξστίου 则作表示分离的属格。

  3. 5876ὥσπερ ἑτέρῳ γενομένῳ

    与格分词结构。该分词短语修饰主句中隐含的参照人(即安东尼 αὐτῷ),而非采用属格绝对结构(ὥσπερ ἑτέρου γενομένου)。与格结构将状态转变紧密维系在当事人自身之上,表达“仿佛他已成为另一个人一般”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5874-5876