← 阿庇安

内战记

§5872-5873

米塞努姆和约的缔结与旗舰宴会

恺撒、安东尼与庞培在迪凯阿尔基亚的防波堤上正式订立和约,就领地分配、流亡者回归及未来执政官人选等条件达成协议。在旗舰宴饮期间,庞培因顾及誓言而拒绝了米诺多鲁斯刺杀二人的建议,双方并缔结了联姻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5872

Μουκίας δὲ αὐτὸν τῆς μητρὸς καὶ Ἰουλίας τῆς γυναικὸς ἐναγουσῶν, αὖθις οἱ τρεῖς συνῆλθον ἐς τὸ ἀμφίκλυστον Δικαιαρχέων χῶμα, περιορμουσῶν τῶν φυλακίδων νεῶν, καὶ συνέβησαν ἐπὶ τοῖσδε· λελύσθαι μὲν τὸν πόλεμον αὐτοῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τὰς ἐμπορίας ἀκωλύτους εἶναι πανταχοῦ, Πομπήιον δὲ τὰς φρουρὰς ἐξαγαγεῖν, ὅσαι κατὰ τὴν Ἰταλίαν εἰσί, καὶ μηκέτι τοὺς ἀποδιδράσκοντας οἰκέτας ὑποδέχεσθαι μηδʼ ἐφορμεῖν ναυσὶ τὴν ἀκτὴν τῆς Ἰταλίας, ἄρχειν δὲ Σαρδοῦς καὶ Σικελίας καὶ Κύρνου καὶ ὅσων ἄλλων εἶχεν ἐς τότε νήσων, ἐς ὅσον ἄρχοιεν τῶν ἑτέρων Ἀντώνιός τε καὶ Καῖσαρ,1 πέμποντα Ῥωμαίοις τὸν ἐκ πολλοῦ τεταγμένον αὐταῖς φέρειν σῖτον, ἐπιλαβεῖν δὲ καὶ Πελοπόννησον ἐπὶ ταύταις, ὑπατεῦσαι δʼ ἀπόντα, διʼ ὅτου κρίνοι τῶν φίλων, καὶ τῆς μεγίστης ἱερωσύνης ἐς τοὺς ἱερέας ἐγγραφῆναι. καὶ τάδε μὲν εἶναι Πομπηίῳ, κάθοδον δὲ τοῖς ἔτι φεύγουσι τῶν ἐπιφανῶν, πλὴν εἴ τις ἐπὶ τῷ φόνῳ Γαΐου Καίσαρος ψήφῳ καὶ κρίσει κατέγνωσται· καὶ τῆς περιουσίας τοῖς μὲν ἄλλοις, ὅσοι κατὰ φόβον ἔφευγον καὶ τὰ ὄντα αὐτοῖς ἐκ βίας ἀπωλώλει, τὸ ἐντελὲς ἀποδοθῆναι χωρὶς ἐπίπλων, τοῖς δὲ προγεγραμμένοις μοῖραν τετάρτην. καὶ τῶν ἐστρατευμένων τῷ Πομπηίῳ τοὺς μὲν οἰκέτας ἐλευθέρους εἶναι, τοῖς δʼ ἐλευθέροις, ὅτε παύσαιντο τῆς στρατείας, τὰ αὐτὰ δοθῆναι γέρα τοῖς ἐστρατευμένοις Καίσαρί τε καὶ Ἀντωνίῳ.

然而,由于母亲穆基亚与妻子尤利娅敦促他,三巨头再次来到迪凯阿尔基亚那座波涛拍击的防波堤上会晤,周围有警戒舰船巡弋停泊;他们达成了如下协议:双方在陆地和海上的战争均告终结,各地商贸恢复畅通无阻;庞培撤出其在意大利境内的全部驻军,不再接纳逃亡奴隶,亦不再以舰船封锁意大利海岸;安东尼与恺撒统治其他行省多久,庞培便统治萨丁尼亚、西西里、科西嘉以及当时由他占领的其他岛屿多久,并向罗马人运送长期以来规定由这些岛屿供应的粮食;在此之上,他兼领伯罗奔尼撒;他可以缺席出任执政官,由他所选定的友人代行其职,并被列入最高级别的祭司团中。以上是给予庞培的条款。至于流亡在外的显贵之人,一律获准回国,但因谋杀盖乌斯·恺撒而经投票审判被定罪者除外;关于财产,因畏惧而逃亡并遭强行剥夺家产的其他人,除动产外全额归还,遭公敌宣告者则归还四分之一;随庞培服役的军队中,奴隶获得自由,自由民退役时享有与随恺撒及安东尼服役者同等的赏赐。

§5873

ἐς ταῦτα συνέβησαν καὶ ταῦτα συνεγράψαντο καὶ ἐσημήναντο καὶ ταῖς ἱεραῖς παρθένοις φυλάσσειν ἔπεμψαν ἐς Ῥώμην. ἐξένιζον δʼ ἀλλήλους αὐτίκα, περὶ τῆς τάξεως διαλαχόντες, πρῶτος μὲν ἐπὶ ἑξήρους Πομπήιος περιωρμισμένης ἐς τὸ χῶμα, ταῖς δὲ ἑξῆς Ἀντώνιός τε καὶ Καῖσαρ, σκηνοποιησάμενοι καὶ οἵδε ἐπὶ τοῦ χώματος, πρόφασιν μὲν ὡς ἅπαντες ἐπὶ ἀκτῆς ἑστιῷντο, τάχα δʼ ἐς ἀσφάλειαν ἀνύποπτον. οὐδὲ γὰρ οὐδʼ ὣς εἶχον ἀμελῶς, ἀλλʼ αἵ τε νῆες αὐτοῖς παρώρμουν, καὶ οἱ φύλακες περιειστήκεσαν, καὶ οἱ περὶ τὸ δεῖπνον αὐτὸ ἀφανῶς εἶχον ὑπεζωσμένα ξιφίδια. λέγεται δὲ Μηνόδωρος ἑστιωμένων ἐν τῇ νηὶ τῶν ἀνδρῶν πέμψαι Πομπηίῳ, προτρέπων αὐτὸν ἐπιθέσθαι τοῖς ἀνδράσι καὶ τίσασθαι μὲν τῆς ἐς τὸν πατέρα καὶ τὸν ἀδελφὸν ἁμαρτίας, ἀναλαβεῖν δὲ τὴν ἀρχὴν τὴν πατρῴαν διʼ ὀξυτάτης ἀφορμῆς· ἐπιμελήσεσθαι γὰρ αὐτὸς ἐν ταῖς ναυσὶν ὢν μηδένα διαφυγεῖν. ὁ δʼ ἀποκρίνασθαι τοῦ γένους ἅμα καὶ τῆς χρείας ἀξίως· “εἴθε Μηνόδωρον ἦν ἐργάσασθαι ταῦτα χωρὶς ἐμοῦ·”2 Μηνοδώρῳ γὰρ ἁρμόζειν ἐπιορκεῖν, οὐ Πομπηίῳ. ἥρμοσαν δʼ ἐν τῷδε τῷ δείπνῳ τὴν Πομπηίου θυγατέρα, Λίβωνος οὖσαν θυγατριδῆν, Μαρκέλλῳ τῷ προγόνῳ μὲν Ἀντωνίου, ἀδελφιδῷ δὲ Καίσαρος.3 ἀπέφηναν δὲ τῆς ἐπιούσης ὑπάτους ἐς τετραετὲς Ἀντώνιον μὲν καὶ Λίβωνα πρώτους, ἀντικαθιστάντος ὅμως Ἀντωνίου, ὃν ἂν βούλοιτο, ἐπὶ δʼ ἐκείνοις Καίσαρά τε καὶ Πομπήιον, εἶτα Ἀηνόβαρβον καὶ Σόσιον, εἶτʼ αὖθις Ἀντώνιόν τε καὶ Καίσαρα, τρίτον δὴ τότε μέλλοντας ὑπατεύσειν καὶ ἐλπιζομένους τότε καὶ ἀποδώσειν τῷ δήμῳ τὴν πολιτείαν.

他们达成了这些协议,订立契约并加盖印玺,送往罗马交由维斯塔贞女保管。随后他们立即相互设宴款待,并抓阄决定宴请顺序:首先由庞培在一艘系泊于防波堤边的六层桨战船上作东,次后几天则由安东尼和恺撒作东,他们同样在防波堤上搭起了帐篷——名义上是为了让所有人都在岸边欢宴,但或许更是为了确保安全而不致引起猜疑。因为即便如此他们也绝未掉以轻心:战船停泊在侧,卫兵环立周围,参加宴席本身的人也在衣袍下暗藏短剑。据说,正当众人在船上欢宴之际,米诺多鲁斯派人送信给庞培,催促他袭击这两位首领,既就加于其父兄的罪行复仇,又可借此绝佳良机夺回父辈的霸业;他保证自己率舰队在外必严加把守,绝不让一人漏网。庞培却作出了兼顾其门第与情势的回答:“但愿米诺多鲁斯瞒着我自己把这事办成了!”因为背信弃义对米诺多鲁斯是合宜的,对庞培却不然。在此次宴会上,他们将庞培之女(亦即利波的外孙女)许配给马尔凯鲁斯,后者是安东尼的继子、恺撒的外甥。次日,他们还公布了四年期的执政官人选:首年为安东尼与利波(安东尼有权指定其所愿的任何人代职),其后为恺撒与庞培,再次为阿埃诺巴布斯与索西乌斯,最后再次为安东尼与恺撒,届时二人将第三次担任执政官,并被期许在彼时将政权归还给人民。

语法注3 条
  1. 5872ἐς ὅσον ἄρχοιεν τῶν ἑτέρων Ἀντώνιός τε καὶ Καῖσαρ

    从属节中的希求式 ἄρχοιεν 属于间接引语希求式(optativus obliquus),是由主句的历史时态动词 συνέβησαν 及充当间接陈述的不定式 ἄρχειν 所引发的时态呼应。在直接引语中原本应为带有 ἄν 的连接式(ἐς ὅσον ἂν ἄρχωσι)或直说式。

  2. 5873εἴθε Μηνόδωρον ἦν ἐργάσασθαι ταῦτα χωρὶς ἐμοῦ

    该句由表示过去无法实现的愿望的 εἴθε 加未完成过去直说式 ἦν 构成,后接宾格加不定式结构(Μηνόδωρον ... ἐργάσασθαι)。此处 ἦν 作非人称用法,相当于 ἐξῆν,意为“要是米诺多鲁斯本能够瞒着我把这事做成该有多好!”。

  3. 5873Μαρκέλλῳ τῷ προγόνῳ μὲν Ἀντώνιου, ἀδελφιδῷ δὲ Καίσαρος

    πρόγονος 通常意为“祖先”,但在罗马时期的希腊语中常作为拉丁语 privignus(继子)的对应对译词使用。此处指小马尔凯鲁斯:因其母奥克塔维亚改嫁安东尼,故为安东尼的“继子”;又因其母为恺撒(屋大维)之姐,故为恺撒的“外甥”(ἀδελφιδοῦς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5872-5873