← 阿庇安

内战记

§5869-5871

巴埃海滨三巨头与庞培的和平谈判

在民众与饥荒的迫使下,三巨头与庞培同意在巴埃海滨会晤;庞培在谋杀部将穆尔库斯后赴会,但双方就权力分配与财产返还的谈判陷入僵局,遭公敌宣告者出于恐惧迫使庞培接受让步。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5869

ὁ δʼ Ἀντώνιος ἐδίδασκε τοὺς Λίβωνος οἰκείους Λίβωνα καλεῖν ἐκ Σικελίας ἐπὶ συνησθήσει τοῦ κήδους, ἐργασόμενόν τι καὶ μεῖζον· τὸ δʼ ἀσφαλὲς τῷ Λίβωνι ἀνεδέχετο αὐτός. οἱ μὲν δὴ ταχέως ἐπέστελλον, καὶ ὁ Πομπήιος τῷ Λίβωνι συνεχώρει. ἀφικόμενος δὲ ὁ Λίβων ἐς νῆσον ὡρμίσθη τὰς Πιθηκούσας, ἣ νῦν ἐστιν Αἰναρία. καὶ μαθὼν ὁ δῆμος αὖθις ἠθροίζετο καὶ παρεκάλει σὺν ὀλοφύρσει τὸν Καίσαρα πέμψαι Λίβωνι πίστιν, πρεσβεύειν ἐθέλοντι πρὸς αὐτὸν ὑπὲρ εἰρήνης. καὶ ὁ μὲν ἄκων ἔπεμπεν, ὁ δὲ δῆμος καὶ Μουκίαν, τὴν μητέρα τοῦ Πομπηίου, καταπρήσειν ἀπειλοῦντες,1 ἐξέπεμπον ἐργασομένην διαλύσεις. Λίβων μὲν δὴ συνεὶς τῶν ἐχθρῶν ἐνδιδόντων ἠξίου τοὺς ἡγεμόνας αὐτοὺς συνελθεῖν ὡς ἀλλήλοις ἐνδώσοντας, ὅ τι ἂν δοκῇ· βιασαμένου δὲ καὶ ἐς τοῦτο τοῦ δήμου, ἐξῄεσαν ἐς Βαΐας ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος.

安东尼指示利波的亲属以祝贺联姻为借口,将利波从西西里召回,以便促成更重大的事务;安东尼亲自担保利波的安全。亲属们迅速发信,庞培亦准许利波成行。利波抵达后,在皮特库萨岛(即今日的埃纳里亚)抛锚停泊。民众获悉后再度集结,哀告请求恺撒向愿作为和平使节前来会谈的利波颁发通行凭证。恺撒勉强照办;民众更以焚身相威胁,强行打发庞培之母穆基亚前去斡旋和解。利波察觉敌方已有让步之意,遂要求首领们亲自会面,以便根据具体情形相互妥协;民众在此事上再度施压,迫使恺撒与安东尼前往巴埃。

§5870

Πομπήιον δὲ οἱ μὲν ἄλλοι πάντες ὁμαλῶς ἔπειθον ἐς τὴν εἰρήνην, Μηνόδωρος δὲ ἀπὸ Σαρδοῦς ἐπέστελλεν ἢ πολεμεῖν ἐγκρατῶς ἢ βραδύνειν ἔτι, ὡς τοῦ λιμοῦ σφῶν προπολεμοῦντος καὶ τῶν συμβάσεων, εἰ καραδοκοίη, κρεισσόνων ἐσομένων· Μοῦρκόν τε τούτοις ἐνιστάμενον ὑποβλέπειν ἐκέλευεν ὡς ἀρχὴν αὑτῷ περικτώμενον. ὁ δὲ καὶ τέως τὸν Μοῦρκον διά τε ἀξίωμα καὶ γνώμην ἐγκρατῆ βαρυνόμενος ἔτι μᾶλλον ἐκ τῶνδε ἀπερρίπτει, καὶ οὐδὲν ἦν, ὅ τι Μούρκῳ προσεῖχεν, ἕως ὁ μὲν Μοῦρκος ἀχθόμενος ἐς Συρακούσας ὑπεχώρει καί τινας ἰδὼν φύλακας ἑπομένους ἐκ Πομπηίου, φανερῶς αὐτὸν ἐν τοῖς φύλαξιν ἐλοιδόρει. ὁ δὲ χιλίαρχον καὶ λοχαγὸν αὐτοῦ Μούρκου διαφθείρας ἔπεμψεν ἀνελεῖν αὐτὸν καὶ φάσκειν ὑπὸ θεραπόντων ἀνῃρῆσθαι· ἔς τε πίστιν τῆς ὑποκρίσεως τοὺς θεράποντας ἐσταύρου. οὐ μὴν ἐλάνθανε δεύτερον ἐπὶ Βιθυνικῷ τόδε μύσος ἐργασάμενος, περὶ ἄνδρα καὶ τὰ πολέμια λαμπρὸν καὶ τῆς αἱρέσεως ἐγκρατῆ φίλον ἀπʼ ἀρχῆς καὶ ἐς αὐτὸν Πομπήιον εὐεργέτην τε ἐν Ἰβηρίᾳ γενόμενον καὶ ἑκόντα ἐλθόντα ἐς Σικελίαν.

庞培方面,其余众人一致劝他媾和,唯独米诺多鲁斯从萨丁尼亚去信,力主要么坚决作战,要么继续拖延,理由是饥荒正在为他们代劳作战,倘若静观其变,和约条件必将更加优厚;他还建议庞培提防反对这些方策的穆尔库斯,称其意在为自己谋取大权。庞培素来因穆尔库斯声望显赫且意志坚决而深感不安,经此一事更是将其彻底排斥,对其建言一概不纳,直至穆尔库斯愤而退往锡拉库萨;当穆尔库斯发现有庞培派来的卫兵尾随时,便当着卫兵的面公然痛骂庞培。庞培于是收买穆尔库斯麾下的一名军团长和一名百夫长,派他们刺杀了穆尔库斯,并谎称他是被家奴所杀;为了使这套假话令人信服,庞培还将这些奴隶钉上了十字架。然而,他继比提尼库斯之后再度犯下这等暴行,终究无法瞒过众人:穆尔库斯是位战功卓著、信仰坚定、始终如一的故友,曾在西班牙有恩于庞培,并且是自愿前来西西里的。

§5871

Μοῦρκος μὲν δὴ τεθνήκει, τῶν δʼ ἄλλων τὸν Πομπήιον ἐς τὰς διαλύσεις ἐπειγόντων καὶ τὸν Μηνόδωρον διαβαλλόντων ἐς φιλαρχίαν ὡς οὐκ εὐνοίᾳ τοῦ δεσπότου μᾶλλον ἢ ὅπως αὐτὸς ἄρχοι στρατοῦ καὶ χώρας ἐνιστάμενον, ἐνδοὺς ὁ Πομπήιος ἐς τὴν Αἰναρίαν διέπλει ναυσὶ πολλαῖς ἀρίσταις, ἑξήρους λαμπρᾶς ἐπιβεβηκώς. καὶ Δικαιάρχειαν μὲν οὕτω σοβαρῶς παρέπλευσε περὶ ἑσπέραν, ἐφορώντων τῶν πολεμίων· ἅμα δὲ ἕῳ, καταπηχθέντων σταυρῶν ἐξ ὀλίγου διαστήματος ἐν τῇ θαλάσσῃ, σανίδες τοῖς σταυροῖς ἐπετέθησαν, καὶ διὰ τῶνδε τῶν καταστρωμάτων ὁ μὲν Καῖσαρ καὶ ὁ Ἀντώνιος παρῆλθον ἐς τὸ πρὸς τῇ γῇ πεποιημένον, ὁ δὲ Πομπήιος καὶ ὁ Λίβων ἐς τὸ πελαγιώτερον, ὀλίγου ῥεύματος αὐτοὺς διείργοντος μὴ κεκραγότας ἀλλήλων ἀκούειν.2 ἐπεὶ δὲ ὁ μὲν Πομπήιος ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς ἥκειν ᾤετο ἀντὶ Λεπίδου, οἱ δὲ ὡς κάθοδον αὐτῷ δώσοντες μόνην, τότε μὲν ἐπʼ οὐδενὶ ἔργῳ διεκρίθησαν, διαπομπαὶ δὲ συχναὶ τῶν φίλων ἦσαν ἐπὶ ποικίλαις ἑκατέρων προκλήσεσιν. ᾔτει δʼ ὁ Πομπήιος τῶν προγεγραμμένων τε καὶ οἷ συνόντων τοῖς μὲν ἀνδροφόνοις Γαΐου Καίσαρος φυγὴν ἄδολον, τοῖς δὲ λοιποῖς κάθοδόν τε ἔντιμον καὶ τὰς οὐσίας, ἃς ἀναλώκεσαν. ἐπειγόμενοι δὲ ἐς τὰς συμβάσεις ὑπό τε τοῦ λιμοῦ καὶ ὑπὸ τοῦ δήμου, ἐς τὸ τέταρτον μόλις ἐνεδίδουν ὡς ὠνησόμενοι παρὰ τῶν ἐχόντων· καὶ τοῖς προγεγραμμένοις αὐτοῖς περὶ τούτων ἐπέστελλον, ἐλπίζοντες αὐτοῖς αὐτοὺς ἀγαπήσειν.3 οἱ δὲ ἐδέχοντο πάντα, ἐπεὶ καὶ Πομπήιον αὐτὸν ἐδεδοίκεσαν ἤδη διὰ τὸ Μούρκου μύσος· καὶ προσιόντες τῷ Πομπηίῳ συνθέσθαι παρεκάλουν, ὅτε καὶ τὴν ἐσθῆτα κατερρήξατο ὁ Πομπήιος ὡς καὶ τῶνδε προδιδόντων αὑτόν, ὧν προμάχεται, καὶ θαμινὰ τὸν Μηνόδωρον ὡς στρατηγικὸν καὶ μόνον εὔνουν ἀνεκάλει.

穆尔库斯既死,其余众人继续力促庞培实现和解,并抨击米诺多鲁斯贪恋权位,指责其反对和约并非出于对主人的忠诚,而是为了保住自己统领军队与领地的权力;庞培最终屈服,乘上一艘华丽的六层桨战船,率领庞大的精锐舰队驶向埃纳里亚。傍晚时分,他在敌军注视下以这般威风凛凛的阵势驶过迪凯阿尔基亚。破晓时分,木桩相隔不远打入海中,桩上覆以木板;经由这些木桥,恺撒和安东尼步入靠近陆地一侧的台基,庞培与利波则登上更靠外海的一侧,彼此之间仅隔着一条狭窄的水流,无须高声叫喊即可互听交谈。然而,庞培以为自己是来接替雷必达分享统治权,而恺撒一方却只打算允许其返回罗马,因此他们在当天未达成任何协议便各自散去,但双方友人围绕各自提出的诸多方案频频往来传话。庞培为遭公敌宣告者及跟随自己的人提出要求:刺杀盖乌斯·恺撒者获得免受谋害的放逐,其余人则恢复名誉归国并取回被没收的家产。恺撒一方迫于饥荒和民众的重压急于订立盟约,最终仅勉强让步,同意从现占有人手中赎买四分之一的财产归还;他们就此致信公敌宣告者本人,期望他们会满足于这些条件。而宣告者们由于穆尔库斯遇害这一凶行早已对庞培本人也心存畏惧,便全盘接受了条件;他们前往庞培处,恳请他接受和约。此时庞培愤怒地撕裂了自己的衣裳,痛陈连自己挺身为之战斗的人也在背叛他,并连连呼唤米诺多鲁斯,称他才是深通兵法且唯一忠诚的朋友。

语法注3 条
  1. 5869καταπρήσειν ἀπειλοῦντες

    属于依义合致(constructio ad sensum)的构词用法。语法上的主语 ὁ δῆμος 虽为单数阳性集合名词,但分词 ἀπειλοῦντες 采用阳性复数,着眼于组成民众的个体男子。

  2. 5871ὀλίγου ῥεύματος αὐτοὺς διείργοντος μὴ κεκραγότας ἀλλήλων ἀκούειν

    在属格绝对结构内部,带有否定词 μή 的不定式短语表示程度或结果(相当于省略了 ὥστε),意为“狭窄的水流隔开他们,其距离足以使他们无需大声呼喊便能听见彼此”。

  3. 5871ἐλπίζοντες αὐτοῖς αὐτοὺς ἀγαπήσειν

    中性复数与格 αὐτοῖς 指代前文所提返还四分之一财产的妥协方案,作为动词 ἀγαπάω(对……感到满足,接与格)的补足语;阳性复数宾格 αὐτούς 则是将来时不定式 ἀγαπήσειν 的逻辑主语,指代公敌宣告者(τοῖς προγεγραμμένοις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5869-5871