← 阿庇安

内战记

§5867-5868

罗马民众因饥荒与增税引发的暴动

由于庞培的海上封锁导致严重饥荒,加之当局推行新税,罗马民众爆发了大规模暴动;恺撒试图劝导暴民却被击伤,安东尼最终调动重装步兵将其从险境中救出。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5867

Ῥωμαίους δʼ ὁ λιμὸς ἐπίεζεν, οὔτε τῶν ἑῴων ἐμπόρων ἐπιπλεόντων δέει Πομπηίου καὶ Σικελίας, οὔτε τῶν ἐκ δύσεως διὰ Σαρδὼ καὶ Κύρνον ἐχομένας ὑπὸ τῶν Πομπηίου, οὔτʼ ἐκ τῆς περαίας Λιβύης διὰ τοὺς αὐτοὺς ἑκατέρωθεν ναυκρατοῦντας. ἐπετίμητο δὴ πάντα, καὶ τῶνδε τὴν αἰτίαν ἐς τὴν ἔριν τῶν ἡγεμόνων ἀναφέροντες ἐβλασφήμουν αὐτοὺς καὶ ἐς διαλύσεις πρὸς Πομπήιον ἐπέσπερχον. οὐκ ἐνδιδόντος δὲ τοῦ Καίσαρος οὐδʼ ὥς, ὁ Ἀντώνιος αὐτὸν ἠξίου ταχύνειν γε τὸν πόλεμον διὰ τὴν ἀπορίαν. χρημάτων δʼ ἐς αὐτὸν οὐκ ὄντων προυτέθη διάγραμμα, εἰσφέρειν ἐπὶ μὲν τοῖς θεράπουσι τοὺς κεκτημένους ὑπὲρ ἑκάστου τὸ ἥμισυ τῶν πέντε καὶ εἴκοσι δραχμῶν ὡρισμένων ἐς τὸν πόλεμον τὸν Κασσίου τε καὶ Βρούτου, ἐσφέρειν δὲ καὶ μοῖραν τοὺς ἐκ διαθήκης τι καρπουμένους. τοῦτο τὸ γράμμα σὺν ὁρμῇ μανιώδει καθεῖλεν ὁ δῆμος ἀγανακτῶν, εἰ τὰ κοινὰ ταμιεῖα κεκενωκότες καὶ τὰ ἔθνη σεσυληκότες καὶ τὴν Ἰταλίαν αὐτὴν ἐσφοραῖς καὶ τέλεσι καὶ δημεύσεσι καταβαρήσαντες οὐκ ἐς πολέμους οὐδʼ ἐς ἐπίκτητον ἀρχήν, ἀλλʼ ἐς ἰδίους ἐχθροὺς ὑπὲρ οἰκείας δυναστείας, ὑπὲρ ἧς δὴ καὶ προγραφὰς καὶ σφαγὰς καὶ λιμὸν ἐκ τῶνδε πανώδυνον γεγονέναι, ἔτι καὶ τὰ λοιπὰ περιδύοιεν αὑτούς.1

与此同时,饥荒正折磨着罗马人,因为东方的商船因惧怕庞培和西西里而不敢出海,西方的商船因萨丁尼亚和科西嘉被庞培的部下控制而无法前行,对岸利比亚的商船也因同一伙人控制着两边的海面而无法驶来。因此一切物价飞涨,民众将此归咎于领袖们之间的纷争,公然谩骂他们,并极力敦促他们与庞培和解。但恺撒即便在此时仍不让步,安东尼遂要求他鉴于物资匮乏,至少应当加快战事。然而由于缺乏军费,当局颁布了一道法令,要求奴隶主为每名奴隶缴纳原先针对卡西乌斯和布鲁图斯之战所定二十五德拉克马的一半,并且通过遗嘱继承财产的人也须捐出一部分。民众以狂暴的气势扯毁了这份布告,愤怒地指责他们:在挥霍尽国库、劫掠各行省、以苛捐杂税和没收财产重重压榨意大利本土之后——这一切既非为了对外战争,亦非为了开疆拓土,而是为了私人争权夺利的私敌内斗,正是为了这场内斗,才引发了公敌宣告、屠杀以及由此酿成的极度惨痛的饥荒——他们竟然还要把民众仅存的财物剥削殆尽。

§5868

συνιστάμενοί τε ἐβόων καὶ τοὺς οὐ συνισταμένους ἔβαλλον καὶ ἠπείλουν διαρπάσειν αὐτῶν τὰς οἰκίας καὶ καταπρήσειν, ἕως τὸ μὲν πλῆθος ἅπαν ἠρέθιστο, ὁ δὲ Καῖσαρ σὺν τοῖς φίλοις καὶ ὀλίγοις ὑπασπισταῖς ἐς μέσους ἦλθεν, ἐντυχεῖν τε βουλόμενος καὶ τὴν μέμψιν ἐκλογίσασθαι. οἱ δὲ αὐτὸν εὐθὺς ὀφθέντα ἔβαλλόν τε ἀφειδῶς πάνυ καὶ οὐδʼ ὑπομένοντα καὶ ἑαυτὸν ἐμπαρέχοντα καὶ τιτρωσκόμενον ᾐδοῦντο.2 πυθόμενος δʼ ὁ Ἀντώνιος ἐβοήθει κατὰ σπουδήν. οἱ δὲ καὶ τόνδε, κατιόντα τὴν ἱερὰν ὁδόν, οὐκ ἔβαλλον μὲν ὡς ἕτοιμον ἐς τὰς Πομπηίου διαλύσεις, ἀναχωρεῖν δὲ ἐκέλευον· καὶ οὐ πειθόμενον, τότε ἔβαλλον. ὁ δὲ ὁπλίτας πλέονας, οἳ ἦσαν ἔξω τοῦ τείχους, ἐκάλει. καὶ οὐ παριέντων οὐδʼ ὣς αὐτόν, οἱ μὲν ὁπλῖται διαιρεθέντες ἐς τὰ πλάγια τῆς ὁδοῦ καὶ τῆς ἀγορᾶς ἐπεχείρουν ἐκ τῶν στενωπῶν καὶ τὸν ἐντυχόντα ἀνῄρουν· οἱ δʼ οὐκέτι εὐμαρῶς οὐδὲ φυγεῖν ἐδύναντο, βεβυσμένοι τε ὑπὸ πλήθους καὶ διαδρομὴν οὐκέτι ἔχοντες, ἀλλὰ φόνος ἦν καὶ τραύματα καὶ ἀπὸ τῶν τεγῶν οἰμωγαὶ καὶ βοαί. καὶ ὁ Ἀντώνιος μόλις τε παρῆλθε, καὶ τοῦ κινδύνου τὸν Καίσαρα περιφανῶς δὴ τότε μάλιστα οὗτος ἐξείλετο καὶ ἐς τὴν οἰκίαν περιέσωσε. διαφυγόντος δέ ποτε τοῦ πλήθους τὰ νεκρά, ἵνα μὴ ἐνοχλοίη θεωρούμενα, ἐς τὸν ποταμὸν ἀπερριπτεῖτο· καὶ ἕτερον πένθος ἦν ὁρωμένων ἀνὰ τὸ ῥεῦμα, καὶ περιδυόντων αὐτὰ τῶν στρατιωτῶν3 καὶ ὅσοι μετʼ αὐτῶν κακοῦργοι τὰ εὐσχήμονα μάλιστα ὡς οἰκεῖα ἔφερον. ἀλλὰ ταῦτα μὲν ἐπαύετο σὺν φόβῳ τε καὶ μίσει τῶν ἡγουμένων, ὁ δὲ λιμὸς ἤκμαζε, καὶ ὁ δῆμος ἔστενε καὶ ἡσύχαζεν.

他们结伙呐喊,向不愿入伙的人投掷石块,并威胁要洗劫并焚毁其住宅,直至整个群体全部被煽动起来。恺撒遂带着友人及少数侍从走入人群之中,意欲与民众当面交涉并消除怨尤。但民众一见到他,便毫不留情地向他掷石,即便恺撒坚持不退、挺身面对并被打伤,他们也毫无怜悯之意。安东尼闻讯火速赶来救援。民众见他顺着神圣大道走来,起初因视他愿意与庞培和解而未向他投石,只是命他退回去;但见他不肯听从,便也向他投掷石块。安东尼随即召来了驻扎在城墙外的更多重装步兵。见民众仍不让道,步兵们兵分几路包抄大道与广场的两侧,穿过狭窄的街巷发起攻击,逢人便杀。民众因人群过于密集而无法轻易逃脱,再无回旋奔逃的空隙,现场一片杀戮、创伤,屋顶上也传来了哀号与呼喊。安东尼艰难地突围而出,并在当时极其显赫地将恺撒从极度危难中解救出来,安全送回其宅邸。待人群最终散去,为了不让尸体横陈惹人烦乱,人们便将尸首抛入河中;看到尸体顺流漂荡,士兵及混入其中的歹徒趁机剥光尸首的衣物、将最体面的服饰据为己有,这引发了更深一层的悲痛。这些骚动虽因对首领们的畏惧与仇恨而平息下来,但饥荒依然猖獗,民众唯有叹息并保持沉默。

语法注3 条
  1. 5867εἰ ... ἔτι καὶ τὰ λοιπὰ περιδύοιεν αὑτούς

    由表示情感的动词分词 ἀγανακτῶν(源自 ἀγανακτέω,“愤怒”)引导的原因从句,在希腊语中情感动词后常用 εἰ 替代 ὅτι。从属动词 περιδύοιεν 采用祈愿语气,表示间接引语中民众主观的情绪与指责;反身代词 αὑτούς 在此指民众自身,即统治者还要从他们身上剥夺剩余之物。

  2. 5868οὐδʼ ὑπομένοντα καὶ ἑαυτὸν ἐμπαρέχοντα καὶ τιτρωσκόμενον ᾐδοῦντο

    动词 ᾐδοῦντο(αἰδέομαι 的未完成过去时,意为“怜悯”、“顾忌”)支配承接前句的宾语 αὐτόν(指恺撒),并由三个宾格分词 ὑπομένοντα(坚持不退)、ἐμπαρέχοντα(挺身面对)和 τιτρωσκόμενον(被打伤)修饰。副词 οὐδέ 起强调让步作用,意为“甚至在……时也不曾怜悯”。

  3. 5868ὁρωμένων ἀνὰ τὸ ῥεῦμα, καὶ περιδυόντων αὐτὰ τῶν στρατιωτῶν

    由 καί 连接的两个独立属格结构:ὁρωμένων(中性复数属格,指代前文的尸体 τὰ νεκρά)与 περιδυόντων αὐτὰ τῶν στρατιωτῶν。二者在句法上充当状语,修饰主句 ἕτερον πένθος ἦν(“带来了另一层悲痛”),交代了引发悲痛的具体伴随情境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5867-5868