- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5763-5766
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在科克凯乌斯与母亲尤利娅的斡旋下,安东尼与恺撒在布伦迪西乌姆达成和解,确立了奥克塔维娅的婚约,并重新划分了罗马帝国的统治范围。
οὕτω καθομιλῶν τὸν Καίσαρα ὁ Κοκκήιος ἐκείνην τε τὴν ἡμέραν ἐξενίζετο παρʼ αὐτῷ καὶ ἐδεῖτο ἐπιστεῖλαί τι τῷ Ἀντωνίῳ, νεώτερον ὄντα πρεσβυτέρῳ. ὁ δὲ πολεμοῦντι μὲν ἔτι οὐκ ἔφη γράψειν· οὐδὲ γὰρ ἐκεῖνον· μέμψεσθαι δʼ αὐτοῦ τῇ μητρί, ὅτι συγγενὴς οὖσα καὶ προτιμηθεῖσα ἐκ πάντων ὑφʼ αὑτοῦ, φύγοι τὴν Ἰταλίαν καθάπερ οὐ τευξομένη πάντων ὡς παρʼ υἱοῦ. ὧδε μὲν καὶ ὁ Καῖσαρ ἐτέχναζε καὶ ἐπέστελλε τῇ Ἰουλίᾳ. ἐξιόντι δὲ τοῦ στρατοπέδου τῷ Κοκκηίῳ πολλοὶ τῶν ταξιάρχων τὴν γνώμην ἐξέφερον τοῦ στρατοῦ. ὁ δὲ καὶ τἆλλα καὶ τόδε αὐτὸ τῷ Ἀντωνίῳ μετέφερεν, ἵνα εἰδείη πολεμήσοντας οὐ συντιθεμένῳ. συνεβούλευεν οὖν Πομπήιον μὲν ἐς Σικελίαν ἐξ ὧν ἐπόρθει μετακαλεῖν, Ἀηνόβαρβον δέ ποι πέμπειν, ἕως αἱ συνθῆκαι γένοιντο. παρακαλούσης δὲ καὶ τῆς μητρὸς ἐς ταῦτα τὸν Ἀντώνιον ʽγένει γὰρ ἦν ἐκ τῶν Ἰουλίων̓, ᾐσχύνετο Ἀντώνιος, εἰ μὴ γενομένων τῶν συμβάσεων τὸν Πομπήιον αὖθις ἐς συμμαχίαν καλοίη.1 τῆς δὲ μητρὸς οὐκ ἀπελπιζούσης αὐτὰς ἔσεσθαι καὶ Κοκκηίου ἰσχυριζομένου τε περὶ αὐτῶν καὶ ἐλπιζομένου τι πλέον εἰδέναι, ὁ Ἀντώνιος ἐνεδίδου καὶ τὸν Πομπήιον ἀναχωρεῖν ἐκέλευεν ἐς Σικελίαν, ὡς ἐπιμελησόμενος τῶν συγκειμένων, καὶ Ἀηνόβαρβον ἔπεμπεν ἡγεῖσθαι Βιθυνίας.
科克凯乌斯通过这种方式劝说恺撒,当天在恺撒处受到款待,并请求恺撒作为后辈向长辈安东尼致信。恺撒表示自己绝不给一个仍在开战的人写信(因为安东尼也未曾给他写过);但他将写信责备安东尼的母亲,因为她身为至亲,虽比任何人都更受自己优待,却逃离了意大利,仿佛不能像在亲儿子那里一样得到一切庇护。恺撒便以此施展谋略,并给尤利娅写了信。在科克凯乌斯离开军营时,许多军官向他透露了军队的意向。科克凯乌斯把其他情况以及这一实情原原本本带给了安东尼,好让他知道如果不达成协议,军队就会起而交战。因此他建议安东尼将庞培从其劫掠之地召回西西里,并将阿赫诺巴尔布斯派往别处,直至条约达成。安东尼的母亲也力劝安东尼接受这些提议(因为她出身于尤利乌斯家族),但安东尼感到面子上过不去,生怕万一协定告吹,自己不得不再次乞求庞培结盟。然而由于其母并未对和谈绝望,而科克凯乌斯又言之凿凿且似乎掌握内情,安东尼遂做出退让,命令庞培撤回西西里,并许诺会妥善处理双方商定的条件,同时任命阿赫诺巴尔布斯前往治理比提尼亚。
ὧν ὁ στρατὸς ὁ τοῦ Καίσαρος αἰσθανόμενοι πρέσβεις εἵλοντο2 τοὺς αὐτοὺς ἐς ἀμφοτέρους, οἳ τὰ μὲν ἐγκλήματα αὐτῶν ἐπέσχον ὡς οὐ κρῖναι σφίσιν, ἀλλὰ διαλλάξαι μόνον ᾑρημένοι,3 σφίσι δʼ αὐτοῖς προσελόμενοι Κοκκήιον μὲν ὡς οἰκεῖον ἀμφοῖν, ἐκ δὲ τῶν Ἀντωνίου Πολλίωνα καὶ Μαικήναν ἐκ τῶν Καίσαρος, ἔγνωσαν Καίσαρι καὶ Ἀντωνίῳ πρὸς ἀλλήλους ἀμνηστίαν εἶναι τῶν γεγονότων καὶ φιλίαν ἐς τὸ μέλλον. ὑπογύως δὲ Μαρκέλλου τεθνεῶτος, ὃς τὴν ἀδελφὴν Καίσαρος εἶχεν Ὀκταουίαν, ἐδικαίουν οἱ διαλλακταὶ τὴν Ὀκταουίαν Ἀντωνίῳ τὸν Καίσαρα ἐγγυῆσαι. καὶ ὁ μὲν αὐτίκα ἐνηγγύα, καὶ ἠσπάζοντο ἀλλήλους, καὶ βοαὶ παρὰ τοῦ στρατοῦ καὶ εὐφημίαι πρὸς ἑκάτερον αὐτῶν ἦσαν ἄπαυστοι διʼ ὅλης τε τῆς ἡμέρας καὶ ἀνὰ τὴν νύκτα πᾶσαν.
恺撒的军队察觉到这些变动,便选出前往双方的同一批使者。使者们搁置了双方的指控,表明自己受选并非为了充当审判官,而纯粹是为了促成和解;他们吸收了与双方关系亲近的科克凯乌斯作为同伴,又从安东尼一方吸收了波利奥,从恺撒一方吸收了梅塞纳斯,裁定恺撒与安东尼就以往之事互相赦免,并在未来缔结友好。鉴于当时娶了恺撒姐姐奥克塔维娅的马尔凯鲁斯刚刚去世,调解人们认为恺撒理应将奥克塔维娅许配给安东尼。恺撒随即将其许配,两人互相致意,士兵们的欢呼和对二人的赞颂终日不绝,整夜回荡。
ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος τὴν Ῥωμαίων αὖθις ἀρχὴν ἐφʼ ἑαυτῶν ἐμερίσαντο ἅπασαν, ὅρον μὲν εἶναι σφίσι Σκόδραν πόλιν τῆς Ἰλλυρίδος, ἐν μέσῳ τοῦ Ἰονίου μυχοῦ μάλιστα δοκοῦσαν εἶναι, ταύτης δʼ ἔχειν τὰ μὲν πρὸς ἕω πάντα τὸν Ἀντώνιον ἔθνη τε καὶ νήσους ἕως ἐπὶ ποταμὸν Εὐφράτην ἄνω, τὰ δὲ ἐς δύσιν τὸν Καίσαρα μέχρι ὠκεανοῦ. Λιβύης δὲ Λέπιδον ἄρχειν, καθὰ Καῖσαρ ἐδεδώκει. πολεμεῖν δὲ Πομπηίῳ μὲν Καίσαρα, εἰ μή τι συμβαίνοι, Παρθυαίοις δὲ Ἀντώνιον, ἀμυνόμενον τῆς ἐς Κράσσον παρασπονδήσεως. Ἀηνοβάρβῳ δʼ εἶναι πρὸς Καίσαρα συμβάσεις τὰς πρὸς Ἀντώνιον γενομένας. στρατὸν δὲ ἐκ τῆς Ἰταλίας προσκαταλέγειν ἀκωλύτως ἴσον ἑκάτερον. αἵδε μὲν ἦσαν αἱ τελευταῖαι Καίσαρί τε καὶ Ἀντωνίῳ γενόμεναι συμβάσεις. καὶ εὐθὺς ἐς τὰ ἐπείγοντα τοὺς φίλους ἑκάτερος αὐτῶν περιέπεμπεν, Οὐεντίδιον μὲν ἐς τὴν Ἀσίαν Ἀντώνιος. ἀναστέλλειν Παρθυαίους τε καὶ Λαβιηνὸν τὸν Λαβιηνοῦ, μετὰ τῶν Παρθυαίων ἐν ταῖσδε ταῖς ἀσχολίαις Συρίαν τε καὶ τὰ μέχρι τῆς Ἰωνίας ἐπιδραμόντα.
恺撒和安东尼在他们之间重新瓜分了罗马的全部版图,以伊利里亚的城市斯科德拉为界,该城被认为大体位于伊奥尼亚湾最深处的中部;斯科德拉以东的所有民族和岛屿直至幼发拉底河上游均归安东尼所有,而以西直至大洋的地区均归恺撒所有。利比亚按恺撒先前的分配由雷必达统领。若未达成协议,恺撒将与庞培作战,而安东尼则与帕提亚人交战,以报复他们对克拉苏破坏誓约之仇。阿赫诺巴尔布斯与安东尼所立的协定对恺撒同样有效。双方均可从意大利不受阻碍地同等招募新兵。 这些便是恺撒与安东尼之间达成的最后协定。两人随即派遣友人去处理迫切的事务,安东尼派遣温提迪乌斯前往亚细亚,去击退帕提亚人以及拉比埃努斯之子拉比埃努斯,后者趁此纷扰之际与帕提亚人一道侵扰了叙利亚乃至伊奥尼亚一带。
ἃ μὲν δὴ Λαβιηνός τε καὶ Παρθυαῖοι δράσαντες ἔπαθον, ἡ Παρθυικὴ δηλώσει γραφή· Ἕλενον δὲ στρατηγὸν Καίσαρος, σὺν ὁρμῇ κατασχόντα Σαρδοῦς, αὖθις ἐξέβαλε τῆς Σαρδοῦς Μηνόδωρος ὁ Πομπηίου, καὶ τῷδε μάλιστα χαλεπαίνων ὁ Καῖσαρ οὐκ ἐδέχετο τὰς πείρας Ἀντωνίου συνάγοντος αὐτῷ Πομπήιον. ἐς δὲ Ῥώμην παρελθόντες ἐτέλουν τοὺς γάμους. καὶ ὁ Ἀντώνιος Μάνιον μὲν ἔκτεινεν ὡς ἐρεθίσαντά τε Φουλβίαν ἐπὶ διαβολῇ Κλεοπάτρας καὶ τοσῶνδε αἴτιον γενόμενον, Καίσαρι δὲ ἐνέφηνε Σαλουιδιηνόν, τὸν ἡγούμενον τῷ Καίσαρι τοῦ περὶ Ῥοδανὸν στρατοῦ, ἀπόστασιν ἰδίᾳ βουλεῦσαι καί οἱ περὶ τοῦδε προσπέμψαι περικαθημένῳ τὸ Βρεντέσιον. καὶ ὁ μὲν τόδε ἐξεῖπεν· οὐ πρὸς πάντων ἐπαινούμενον, εὐφυὴς ὢν ἄρα καὶ ταχὺς ἐς εὔνοιαν·4 ὁ δὲ Καῖσαρ αὐτίκα τὸν Σαλουιδιηνὸν ἐκάλει κατὰ σπουδήν, ὡς ἐπὶ δή τι μόνου χρῄζων καὶ εὐθὺς ἐκπέμψων αὖθις ἐς τὸν στρατόν, καὶ ἐλθόντα ἔκτεινε διελέγξας καὶ τὸν ὑπʼ αὐτῷ στρατὸν ὡς ὕποπτον ὄντα ἔχειν ἔδωκεν Ἀντωνίῳ.
拉比埃努斯与帕提亚人所作所为及其结局,《帕提亚史》自会详叙;然而曾轻率占领萨丁尼亚的恺撒部将赫勒努斯,又被庞培的手下梅诺多罗斯逐出了萨丁尼亚,恺撒对此极为恼怒,因而拒绝了安东尼撮合其与庞培和解的尝试。两人进驻罗马并举行了婚礼。安东尼处死了马尼乌斯,斥责其借毁谤克利奥帕特拉而挑唆富尔维娅,酿成了如此巨大的灾祸;同时他又向恺撒揭发,统领恺撒罗讷河一带军队的萨尔维迪埃努斯曾私下密谋叛变,并在安东尼围攻布伦迪西乌姆时派人前来联络。安东尼透露此事——这一举动并未受到所有人的赞赏——乃是因为他性格率直且极易向人示好;恺撒随即火速召见萨尔维迪埃努斯,假托仅仅需要他私下商议某事并会立即将其遣返军队,待其到来后便审讯并处死了他,又将萨尔维迪埃努斯所统帅的、已引起怀疑的军队交由安东尼掌管。
- 5763ᾐσχύνετο Ἀντώνιος, εἰ μὴ γενομένων τῶν συμβάσεων τὸν Πομπήιον αὖθις ἐς συμμαχίαν καλοίη
动词 αἰσχύνομαι 后接 εἰ 引导的从句,表达对于某种潜在情况的羞耻或顾虑(“感到难为情,若……”)。由于主句动词 ᾐσχύνετο 为过去时,从句采用祈愿语气 καλοίη。其间插入的独立属格 μὴ γενομένων τῶν συμβάσεων 具有条件意味(“万一协议未能达成”)。
- 5764ὧν ὁ στρατὸς ὁ τοῦ Καίσαρος αἰσθανόμενοι πρέσβεις εἵλοντο
此处理解为“根据意义的一致”(constructio ad sensum)。单数集合名词 ὁ στρατός(军队)与复数分词 αἰσθανόμενοι 以及复数限定动词 εἵλοντο 相应,体现了将军队视为由个别士兵组成的复数实体这一实际语义。
- 5764ὡς οὐ κρῖναι σφίσιν, ἀλλὰ διαλλάξαι μόνον ᾑρημένοι
ᾑρημένοι 为与主语(使节们)一致的阳性复数完成时被动态分词主格,由表示主观理由或立场的 ὡς 引导。与格 σφίσιν 为关涉或权限与格,意为“判定非其职权所在,其职责仅在促成和解”。
- 5766οὐ πρὸς πάντων ἐπαινούμενον, εὐφυὴς ὢν ἄρα καὶ ταχὺς ἐς εὔνοιαν
ἐπαινούμενον 为中性单数现在被动态分词,指代前句安东尼告密这一事实或代词 τόδε,起到同格评注的作用(“这一做法并非受到所有人的称道”)。随后的 εὐφυὴς ὢν 则是说明安东尼性格动机的状语分词(“因其天性率直且极易向人示好”)。
