- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5760-5762
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
双方的朋友科克凯乌斯充当调解人,先后会见安东尼与恺撒,梳理彼此的怨隙与猜疑,并借富尔维娅之死力劝二人言和。
Λεύκιος δὲ ἦν Κοκκήιος ἑκατέρῳ φίλος καὶ ὑπὸ Καίσαρος ἐς Φοινίκην τοῦ προτέρου θέρους πρὸς τὸν Ἀντώνιον ἀπέσταλτο μετὰ Καικίνα, ἐπανιόντος δὲ τοῦ Καικίνα παρὰ Ἀντωνίῳ κατέμενεν. οὗτος τότε ὁ Κοκκήιος, τὸν καιρὸν οὐ μεθείς, ὑπεκρίνατο μεταπεμφθῆναι πρὸς Καίσαρος ἀσπασόμενος αὐτόν. συγχωροῦντος δʼ ἀπιέναι τοῦ Ἀντωνίου πειρώμενος ἤρετο, εἴ τι καὶ αὐτὸς ὁ Ἀντώνιος ἐπιστέλλει τῷ Καίσαρι, κεκομισμένος διʼ αὐτοῦ Κοκκηίου γράμματα. καὶ ὁ Ἀντώνιος “νῦν μέν,” ἔφη, “τί ἂν ἀλλήλοις γράφοιμεν, ὄντες ἐχθροί, εἰ μὴ κακῶς ἀγορεύοιμεν ἀλλήλους; ἀντέγραψα δὲ τοῖς πάλαι διὰ Καικίνα· καὶ εἰ βούλει, λάβε τὰ ἀντίγραφα.” ὁ μὲν οὕτως ἐπεχλεύασεν, ὁ δὲ Κοκκήιος οὐκ εἴα τω τὸν Καίσαρα καλεῖν ἐχθρόν, ἔς τε Λεύκιον καὶ τοὺς ἄλλους Ἀντωνίου φίλους τοιόνδε γεγενημένον. ὁ δέ “ἐκ Βρεντεσίου με,” φησίν, “ἀποκλείων καὶ τὰ ἐμὰ ἔθνη καὶ τὸν Καληνοῦ στρατὸν ἀφαιρούμενος ἔτι τοῖς φίλοις ἐστὶν εὔνους μόνοις· οὐδὲ τοὺς φίλους ἐμοὶ περισῴζειν ἔοικεν, ἀλλὰ ταῖς εὐεργεσίαις ἐχθροποιεῖν.” καὶ ὁ Κοκκήιος, ἃ μὲν ἐπεμέμφετο μαθών, οὐδὲν δὲ ἔτι ὀξυτέραν φύσιν ἐπερεθίσας, ᾤχετο πρὸς τὸν Καίσαρα.
卢基乌斯·科克凯乌斯是两人的朋友,前一年夏天曾与凯奇纳一同被恺撒派往腓尼基去见安东尼;但在凯奇纳返回后,他仍留在安东尼处。此时这位科克凯乌斯不愿错失良机,假托受恺撒传召前去向其致意。安东尼应允他离去后,科克凯乌斯试探着询问安东尼本人是否也有什么要写给恺撒的,因为安东尼曾通过科克凯乌斯收到书信。安东尼回答说:“如今我们既已形同仇敌,若不是互相辱骂,彼此间还能写些什么呢?不过我之前已通过凯奇纳作了回复;如果你愿意,就把那些抄本拿去吧。”安东尼以此番话加以嘲弄,但科克凯乌斯却不容许此刻便将恺撒称为敌人,因为恺撒对卢基乌斯及安东尼的其他朋友曾表现得如此宽厚。安东尼说:“他把我关在布伦迪西乌姆门外,夺走我的属省和卡勒努斯的军队,却仍只对我的朋友们示好;但他似乎并非为了我而保全我的朋友,而是想用这些恩惠让他们与我反目成仇。”科克凯乌斯得知了他所怨恨的原由,未再进一步刺激他那本已暴躁的脾性,便动身前往恺撒那里。
ὁ δὲ αὐτὸν ἰδὼν ἐν θαύματι ἐποιεῖτο, ὅτι μὴ θᾶσσον ἔλθοι· “οὐ γάρ,” ἔφη, “καὶ τὸν σὸν ἀδελφόν, ἵνʼ ἐχθρὸς ᾖς μοι, περιέσωσα.”1 ὁ δέ “πῶς,” ἔφη, “τοὺς μὲν ἐχθροὺς φίλους ποιῇ, τοὺς δὲ φίλους ἐχθροὺς ἀποκαλεῖς τε καὶ τὸν στρατὸν ἀφαιρῇ καὶ τὰ ἔθνη;” καὶ ὁ Καῖσαρ “οὐ γάρ,” ἔφη, “Καληνοῦ τελευτήσαντος ἐχρῆν ἐπὶ μειρακίῳ τῷ Καληνοῦ παιδὶ γενέσθαι τοσαύτας ἀφορμάς, ἀπόντος ἔτι Ἀντωνίου· αἷς καὶ Λεύκιος ἐπαρθεὶς ἐμάνη, καὶ Ἀσίνιος καὶ Ἀηνόβαρβος γειτονεύοντες ἐχρῶντο καθʼ ἡμῶν. ἐπεὶ καὶ τὰ Πλάγκου τέλη κατὰ σπουδὴν κατέλαβον, ἵνα μὴ οἴχοιτο πρὸς Πομπήιον· οἱ γοῦν ἱππέες αὐτῶν διέπλευσαν ἐς Σικελίαν.” καὶ ὁ Κοκκήιος “ἑτέρως,” ἔφη, “τάδε λογοποιούμενα οὐδὲ Ἀντώνιος ἐπίστευεν, ἕως ἀπεκλείσθη τοῦ Βρεντεσίου καθάπερ πολέμιος.” καὶ ὁ Καῖσαρ οὐδὲν μὲν αὐτὸς ἔφη περὶ τοῦδε προστάξαι (οὐδὲ γὰρ προμαθεῖν προσπλέοντα οὐδʼ ἀφικέσθαι μετὰ πολεμίων προσδοκῆσαι), Βρεντεσίους δὲ αὐτοὺς καὶ τὸν ὑπολελειμμένον αὐτοῖς διὰ τὰς Ἀηνοβάρβου καταδρομὰς ταξίαρχον αὐτοκελεύστους ἀποκλεῖσαι τὸν Ἀντώνιον, συνθέμενον μὲν ἐχθρῷ κοινῷ Πομπηίῳ, ἐπαγαγόντα δὲ Ἀηνόβαρβον φονέα τοῦ ἐμοῦ πατρός, ψήφῳ καὶ κρίσει καὶ προγραφῇ κατεγνωσμένον καὶ πολιορκήσαντα μὲν τὸ Βρεντέσιον μετὰ Φιλίππους, πολιορκοῦντα δὲ ἔτι τὸν Ἰόνιον ἐν κύκλῳ, ἐμπρήσαντα δὲ τὰς ἐμὰς ναῦς καὶ τὴν Ἰταλίαν λεηλατήσαντα.
恺撒一见他,对他的迟来表示惊异,说道:“毕竟我连你的兄弟也保全下来,并不是为了让你与我为敌。”科克凯乌斯答道:“你怎么一方面将敌人化为朋友,另一方面却把朋友称为敌人,并夺走他们的军队和属省呢?”恺撒说:“在卡勒努斯去世而安东尼仍未归来之际,毕竟不应当将如此庞大的实力留给卡勒努斯的儿子这样一个年轻人。卢基乌斯正是受其鼓动而陷入疯狂,而邻近的阿西尼乌斯和阿赫诺巴尔布斯也利用这些力量来对抗我们。同样,我迅速接管普兰库斯的军团,也是为了防止他们投奔庞培;无论如何,他们的骑兵确实已经渡海逃往西西里了。”科克凯乌斯说:“这些事被传得变了样,安东尼起初并不相信,直到他像敌人一样被关在布伦迪西乌姆城外。”恺撒表示自己从未下达过此项命令(因为他既未事先得知对方乘船前来,也未料到对方会携敌人同来),而是布伦迪西乌姆市民和因防备阿赫诺巴尔布斯袭扰而留驻该地的军官,自发地将安东尼拒之门外,因为他竟与公敌庞培结盟,并带来了杀害我父亲的凶手阿赫诺巴尔布斯——此人经投票、审判和公敌宣告而被定罪,在腓立比之后围攻过布伦迪西乌姆,至今仍在封锁整个伊奥尼亚湾,焚毁我的战船并劫掠意大利。
ὁ δέ “σπένδεσθαι μέν,” ἔφη, “συνεχωρήσατε ἀλλήλοις, πρὸς οὓς ἂν ἐθέλητε· καὶ οὐδενὶ τῶν ἀνδροφόνων Ἀντώνιος ἐσπείσατο, οὐδὲν ἔλασσον ἢ αὐτὸς σὺ τὸν σὸν πατέρα τιμῶν. Ἀηνόβαρβος δὲ οὐκ ἔστι τῶν ἀνδροφόνων, ἡ δὲ ψῆφος αὐτῷ κατʼ ὀργὴν ἐπῆκται· οὐδὲ γὰρ τῆς βουλῆς πω τότε μετεῖχεν. εἰ δʼ ὡς φίλῳ Βρούτου μὴ συγγνῶναι νομίζοιμεν, οὐκ ἂν φθάνοιμεν ὀλίγου δεῖν ἅπασι χαλεπαίνοντες;2 Πομπηίῳ δὲ οὐ συνέθετο μὲν συμμαχήσειν ὁ Ἀντώνιος, πολεμούμενος δʼ ὑπὸ σοῦ προσλήψεσθαι σύμμαχον ἢ καὶ σοὶ συναλλάξειν, οὐδὲν ἀνήκεστον οὐδʼ ἐκεῖνον εἰργασμένον. σὺ δὲ καὶ τῶνδε τὴν αἰτίαν ἔχεις· εἰ γὰρ οὐκ ἐπολεμήθη κατὰ τὴν Ἰταλίαν, οὐδʼ ἂν οὗτοι πρεσβεύεσθαι ταῦτα πρὸς τὸν Ἀντώνιον ἐθάρρουν.” καὶ ὁ Καῖσαρ ἔτι ἐπικαλῶν “τὴν μὲν Ἰταλίαν,” ἔφη, “κἀμὲ σὺν αὐτῇ, Μάνιος καὶ Φουλβία καὶ Λεύκιος ἐπολέμουν· ὁ δὲ Πομπήιος οὐ πρότερον, ἀλλὰ νῦν Ἀντωνίῳ θαρρῶν ἐπιβέβηκε τῆς παραλίου.” καὶ ὁ Κοκκήιος “οὐκ Ἀντωνίῳ θαρρῶν,” εἶπεν, “ἀλλὰ ὑπʼ Ἀντωνίου πεμφθείς. οὐ γὰρ ἐπικρύψω σε, ὅτι καὶ τὴν ἄλλην Ἰταλίαν ἐπιδραμεῖται ναυτικῷ πολλῷ ναυτικὸν οὐκ ἔχουσαν, εἰ μὴ διαλύσεσθε ὑμεῖς.” ὁ δὲ Καῖσαρ (οὐ γὰρ ἀμελῶς ἤκουσε τοῦ τεχνάσματος) ἐπισχὼν ὀλίγον εἶπεν· “ἀλλʼ οὐ χαιρήσει Πομπήιος, κακὸς κακῶς καὶ νῦν ἐκ Θουρίων ἐξελαθείς.” καὶ ὁ Κοκκήιος τὰ ἀμφίλογα πάντα κατιδὼν ἐπῆγε τὸν Φουλβίας θάνατον καὶ τρόπον αὐτοῦ, ὅτι πρὸς τὴν ὀργὴν Ἀντωνίου δυσχεράνασά τε νοσήσειε καὶ τὴν νόσον ἐπιτρίψειεν ὑπὸ τῆς δυσθυμίας, οὐκ ἰδόντος αὐτὴν οὐδὲ νοσοῦσαν Ἀντωνίου, ὡς αἴτιον τῇ γυναικὶ θανάτου γενόμενον·3 ἐκποδὼν δὲ κἀκείνης γενομένης, οὐδενὸς ὑμῖν ἐνδεῖν ἔτι ἔφη "πρὸς ἀλλήλους πλὴν ἀληθεῦσαι, περὶ ὧν ὑπενοήσατε.4"
科克凯乌斯说:“你们曾互相约定,各自可以随心所欲与任何人立约;安东尼并未与凶手中的任何人立约,他对你父亲的尊崇丝毫不亚于你本人。而阿赫诺巴尔布斯并非行刺凶手之一,针对他的判决乃是出于激愤;因为他当时甚至还不是元老院成员。如果我们认为作为布鲁图斯的朋友便不可饶恕,那我们岂不是不得不向几乎所有人发怒了吗?安东尼与庞培并未订立共同作战的同盟,而只是约定若受到你的攻击便引他为盟友,否则就促成他与你的和解,因为庞培也并未犯下无可挽回的大罪。而这些事情的过错也在于你;若非意大利燃起战火,他们也绝不敢向安东尼派出这样的使节。”恺撒仍旧指责道:“向意大利以及与意大利休戚与共的我开战的,乃是马尼乌斯、富尔维娅和卢基乌斯;而庞培并非在此之前,而是如今仗着安东尼的声势才踏上海岸的。”科克凯乌斯说:“并非仗着安东尼,而是由安东尼派来的。我实不相瞒,除非你们达成和解,否则他将率领庞大舰队横扫没有海军防守的意大利其余地区。”恺撒(因为他并未漫不经心地对待这一策略)稍作沉吟后说道:“庞培休想得意;这个恶徒刚才刚狼狈不堪地被赶出了苏里奥伊。”科克凯乌斯见所有的争议之点都已摊开,便提到了富尔维娅之死及其死因:她因安东尼的愤怒而抑郁成疾,又因安东尼在她病重时也不愿见她而绝望,从而加重了病情,以至于安东尼成了致妻子于死地的罪魁;如今既然她也已不在人世,科克凯乌斯便说:“除了就你们彼此所猜疑的事情开诚布公地讲出真相之外,你们两人之间再无任何阻碍了。”
- 5761οὐ γάρ... ἔφη... περιέσωσα
由 οὐ γάρ 引导的否定陈述句,带有讽刺语气,意为'毕竟我连你的兄弟也保全下来,并不是为了让你与我为敌',否定词 οὐ 否定了 ἵνα 从句(ἵνʼ ἐχθρὸς ᾖς μοι)所表的目的。
- 5762οὐκ ἂν φθάνοιμεν ὀλίγου δεῖν ἅπασι χαλεπαίνοντες
由 οὐκ ἂν φθάνοιμι 加分词(χαλεπαίνοντες)构成的惯用句式,表示'不得不……/必然会……'。在此处意为:如果仅因曾是布鲁图斯的朋友就不予赦免,'我们势必不得不向几乎所有人发怒'。
- 5762ὡς αἴτιον τῇ γυναικὶ θανάτου γενόμενον
连词 ὡς 搭配宾格分词(γενόμενον)的结构,紧承前文由 ὅτι 引导的间接引语以及属格绝对结构(οὐκ ἰδόντος αὐτὴν... Ἀντωνίου),以宾格形式表达一种主观认定或评价,即安东尼'实际上成了造成其妻子死亡的罪魁'。
- 5762οὐδενὸς ὑμῖν ἐνδεῖν ἔτι ἔφη πρὸς ἀλλήλους πλὴν ἀληθεῦσαι, περὶ ὧν ὑπενοήσατε
从间接引语转向直接呼告的混合句式。一方面保持了主动词 ἔφη 带不定词 ἐνδεῖν 的间接引语框架,另一方面代词与动词(ὑμῖν, ὑπενοήσατε)却采用了指代恺撒与安东尼二人的第二人称复数,生动展现了科克凯乌斯当面向恺撒进言的情境。
