- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5657-5659
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒与安东尼在布伦迪西乌姆对峙并发生小规模交锋,士兵们互相呼吁和解,期间传来了富尔维娅去世的消息。
ὁ δὲ Καῖσαρ, ὀξείας καὶ πανταχοῦ τῆς ἐπιχειρήσεως γενομένης, ἐς μὲν τὴν Αὐσονίδα ἔπεμπεν Ἀγρίππαν ἐπικουρεῖν τοῖς πονουμένοις. καὶ ὁ Ἀγρίππας τοὺς ἐν ὁδῷ κληρούχους ἦγεν, ἐκ διαστήματος ἑπομένους ὡς ἐπὶ Πομπήιον ἰόντας· μαθόντες δὲ Ἀντωνίου γνώμῃ τὰ γιγνόμενα εἶναι, ἀνέστρεφον αὐτίκα διαλανθάνοντες. καὶ τοῦτο μάλιστα κατέπληξε τὸν Καίσαρα. ὁδεύων δʼ ὅμως ἐς τὸ Βρεντέσιον αὐτὸς μεθʼ ἑτέρου στρατοῦ, τοῖς κληρούχοις αὖθις ἐνετύγχανε καὶ μετεδίδασκε καὶ τοὺς ὑφʼ ἑαυτοῦ συνῳκισμένους ἦγεν, αἰδουμένους καὶ γνώμην ἐν ἀπορρήτῳ ποιουμένους Ἀντώνιον καὶ Καίσαρα συναλλάσσειν, εἰ δʼ ὁ Ἀντώνιος ἀπειθῶν πολεμοίη, Καίσαρι ἀμύνειν. ὁ δὲ Καῖσαρ ἐν μὲν Κανυσίῳ τινὰς ἡμέρας ἐνοσηλεύετο, παντὶ δὲ ὢν ἔτι κρείσσων Ἀντωνίου κατὰ τὸ πλῆθος, εὗρε τὸ Βρεντέσιον ἀποτετειχισμένον καὶ οὐδὲν ἄλλʼ ἢ παρεστρατοπέδευε καὶ τοῖς γιγνομένοις ἐφήδρευεν.
鉴于攻势迅捷且遍及各处,恺撒派遣阿格里帕前往奥索尼亚增援陷入困境的部队。阿格里帕率领途中遇到的殖民兵,他们以为是前去进攻庞培,便拉开一段距离跟随;然而一得知所发生的事是出于安东尼的意图,便立即暗中折返。此事让恺撒尤为震惊。尽管如此,恺撒亲自率领另一支军队向布伦迪西乌姆进发,途中再次遇到那些殖民兵并开导他们,带走了那些由他亲自安置的人。他们深感羞愧,暗自下定决心要让安东尼与恺撒言和,但若安东尼执迷不悟执意开战,便起兵保卫恺撒。恺撒在卡努西乌姆患病逗留了数日;尽管在兵力总数上依然全面优于安东尼,但他发现布伦迪西乌姆已被筑墙封锁,除了在旁扎营静观其变外别无他法。
ὁ δʼ Ἀντώνιος ἐκράτει μὲν τοῖς ὀχυρώμασιν ὡς πολὺ μείονας ἔχων ἀσφαλῶς ἀπομάχεσθαι, ἐκάλει δὲ τὸν στρατὸν ἐκ Μακεδονίας κατὰ σπουδὴν καὶ ἐτέχναζεν ἑσπέρας ἀφανῶς ἀνάγεσθαι ναῦς μακράς τε καὶ στρογγύλας ἰδιωτικοῦ πλήθους, οἳ μεθʼ ἡμέραν ἄλλοι μετʼ ἄλλους κατέπλεον1 ὡπλισμένοι καθάπερ ἐκ Μακεδονίας ἐπιόντες, ἐφορῶντος αὐτῶν τὸν ἐπίπλουν τοῦ Καίσαρος. ἤδη δʼ αὐτῷ καὶ τὰ μηχανήματα γεγένητο, καὶ ἐπιχειρήσειν ἔμελλε τοῖς Βρεντεσίοις, ἀχθομένου τοῦ Καίσαρος, ὅτι μὴ εἶχεν ἐπαμύνειν. περὶ δὲ ἑσπέραν ἑκατέροις ἀγγέλλεται Σιποῦντα μὲν Ἀγρίππας ἀναλαβών, Πομπήιος δὲ Θουρίων μὲν ἀπεωσμένος, Κωνσεντίαν δʼ ἔτι περικαθήμενος, ἐφʼ οἷς ὁ Ἀντώνιος ἐδυσχέραινεν. ὡς δὲ καὶ Σερουίλιος ἀπηγγέλθη προσιὼν τῷ Καίσαρι μετὰ χιλίων καὶ πεντακοσίων ἱππέων, οὐ κατασχὼν τῆς ὁρμῆς ὁ Ἀντώνιος εὐθὺς ἀπὸ τοῦ δείπνου, μεθʼ ὧν εὗρεν ἑτοίμων φίλων καὶ ἱππέων τετρακοσίων, μάλα θρασέως ἐπειχθεὶς ἐπέπεσε τοῖς χιλίοις καὶ πεντακοσίοις εὐναζομένοις ἔτι περὶ πόλιν Ὑρίαν καὶ ἐκπλήξας ἀμαχεὶ παρέλαβέ τε καὶ αὐτῆς ἡμέρας ἐς τὸ Βρεντέσιον ἐπανήγαγεν. οὕτω τὸν Ἀντώνιον ὡς ἄμαχον ἐκ τῆς ἐν Φιλίπποις δόξης ἔτι κατεπεπλήγεσαν.
安东尼则凭借工事占据优势,得以在寡不敌众的情况下安全防御。他紧急征召马其顿的军队,并设计在黄昏时分暗中派出一批载有众多平民的长船和商船驶向外海;到了白昼,这些船只全副武装、络绎不绝地驶入港口,宛如从马其顿开来的援军,恺撒眼睁睁看着他们进港。此时安东尼的攻城器械也已造齐,正准备强攻布伦迪西乌姆,恺撒因无法施援而倍感焦躁。傍晚时分,双方都接到消息:阿格里帕收复了西蓬图姆,庞培虽被击退于苏里奥伊,但仍在围攻孔森提亚;安东尼对此深感不悦。而当接报塞尔维利乌斯率领一千五百名骑兵正向恺撒靠拢时,安东尼按捺不住冲动,刚吃完晚饭便率领身旁能调集的朋友和四百名骑兵,极其大胆地疾驰而去,突袭了在许里亚城附近仍在就寝的一千五百名骑兵。他震慑敌胆,未动一刀一枪便俘获了他们,并于当天押回布伦迪西乌姆。由于腓立比战役留下的威名,众人仍将安东尼视为不可战胜之人而敬畏万分。
αἵ τε στρατηγίδες αὐτοῦ τάξεις, ὑπὸ τῆσδε τῆς δόξης ἐπαιρόμεναι, προσεπέλαζον τῷ χάρακι τῷ Καίσαρος κατὰ μέρη καὶ τοὺς συνεστρατευμένους σφίσιν ὠνείδιζον, εἰ πολεμήσοντες ἥκοιεν2 Ἀντωνίῳ τῷ πάντας αὐτοὺς περισώσαντι ἐν Φιλίπποις. τῶν δὲ ἀντεπικαλούντων, ὅτι αὐτοὶ σφίσιν ἥκουσι πολεμήσοντες, λόγοι συνισταμένων ἐγίγνοντο, καὶ τὰ ἐγκλήματα ἀλλήλοις προύφερον, οἱ μὲν τὴν ἀπόκλεισιν τοῦ Βρεντεσίου καὶ τὴν ἀφαίρεσιν τοῦ Καληνοῦ στρατοῦ, οἱ δὲ τὴν ἀποτείχισιν τοῦ Βρεντεσίου καὶ πολιορκίαν καὶ τὴν τῆς Αὐσονίδος καταδρομὴν καὶ τὸ συνθέσθαι μὲν Ἀηνοβάρβῳ σφαγεῖ Γαΐου Καίσαρος, συνθέσθαι δὲ Πομπηίῳ κοινῷ πολεμίῳ. καὶ τέλος οἱ τοῦ Καίσαρος τὴν γνώμην σφῶν τοῖς ἑτέροις ἀνεκάλυπτον, ὅτι Καίσαρι συνέλθοιεν οὐκ ἀμνημονοῦντες Ἀντωνίου τῆς ἀρετῆς, ἀλλὰ διαλλαγὰς ἐπινοοῦντες ἀμφοτέροις ἢ Ἀντώνιον ἀπειθοῦντα καὶ πολεμοῦντα ἀμυνούμενοι. καὶ τάδε καὶ αὐτοὶ προσπελάζοντες τοῖς Ἀντωνίου χαρακώμασι προύλεγον. γιγνομένων δὲ τούτων ἀγγέλλεται Φουλβία τεθνεῶσα, λεγομένη μὲν ἐπὶ ταῖς Ἀντωνίου μέμψεσιν ἀθυμῆσαι καὶ ἐς τὴν νόσον ἐμπεσεῖν, νομιζομένη δὲ καὶ τὴν νόσον ἑκοῦσα ἐπιτρῖψαι διὰ τὴν ὀργὴν Ἀντωνίου· νοσοῦσάν τε γὰρ αὐτὴν ἀπολελοίπει καὶ οὐδὲ ἀπολείπων ἑωράκει. ἐδόκει δʼ ἀμφοτέροις ἐς πολλὰ συνοίσειν ὁ θάνατος, γυναίου φιλοπράγμονος ἀπηλλαγμένοις,3 ἣ διὰ τὸν Κλεοπάτρας ζῆλον ἐξερρίπισε τοσόνδε πόλεμον. τό γε μὴν πάθος ἀσθενῶς ἤνεγκεν ὁ Ἀντώνιος, ἡγούμενός τι καὶ αἴτιος γεγονέναι.
安东尼的近卫军团因这一威名而士气大振,分队逼近恺撒的壁垒,责备那些曾经并肩作战的战友,斥责他们竟然前来攻打在腓立比拯救了他们所有人的安东尼。对方则反唇相讥,指责是安东尼的人前来与自己为敌。聚集的人群中展开了对话,双方互相指责:一方提及布伦迪西乌姆的封锁和卡勒努斯军队被夺,另一方则痛斥对布伦迪西乌姆的筑墙围困、奥索尼亚的遭劫,以及与刺杀盖乌斯·恺撒的凶手阿赫诺巴尔布斯勾结、与公敌庞培订立盟约。最终,恺撒的士兵向对方吐露了自己的意图,表示他们跟随恺撒并非忘却了安东尼的威德,而是为了促成两人的和解,或是若安东尼执意不从并发动战争,便起而抵御安东尼。他们也逼近安东尼的营寨,公开宣布了这一意图。 正当此时,传来了富尔维娅去世的消息。据说她因安东尼的指责而抑郁成疾,也有人认为她是因安东尼的愤怒而故意加重了病情;因为安东尼在她患病时弃她而去,动身之际甚至未与她见上一面。在双方看来,摆脱了这样一个因嫉妒克娄巴特拉而挑起如此大战的多事妇人,她的死在诸多方面都是有利的。然而安东尼对这一打击却表现得十分脆弱,深感自己在某种程度上也负有责任。
- 5658οἳ μεθʼ ἡμέραν ἄλλοι μετʼ ἄλλους κατέπλεον
关系代名词 οἵ(阳性复数)在文法上的先行词是集合名词短语 ἰδιωτικοῦ πλήθους(中性单数,“平民群体”),但在意义上是指构成该群体的平民们,属于依意合应(constructio ad sensum)。
- 5659ὠνείδιζον, εἰ πολεμήσοντες ἥκοιεν
由表示斥责的动词 ὠνείδιζον 引出的 εἰ 从句作间接疑问或表示责难的理由(即“质问/责怪他们竟然为了……而来”)。希求法 ἥκοιεν 是历史时态主动词支配下的间接引语斜格希求法,而将来分词 πολεμήσοντες 则表目的。
- 5659ἐδόκει δʼ ἀμφοτέροις ἐς πολλὰ συνοίσειν ὁ θάνατος, γυναίου φιλοπράγμονος ἀπηλλαγμένοις
完成时被动分词 ἀπηλλαγμένοις 为与格,与 ἐδόκει ... συνοίσειν 的与格补足语 ἀμφοτέροις(对于两人而言)在性、数、格上保持一致。其前的属格短语 γυναίου φιλοπράγμονος 则是动词 ἀπαλλάττω 所支配的分离属格。
