- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5655-5656
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼与旧敌阿赫诺巴尔布斯会合并赢得其效忠,但因被拒于布伦迪西乌姆城外而对该城实施封锁,并联合庞培进犯意大利本土与萨丁尼亚。
οὕτω μὲν δὴ καὶ Λεύκιον ὁ Καῖσαρ ἀπέπεμπε σὺν τιμῇ καὶ διὰ τῶν ὑποστρατήγων ἐφύλασσεν ἀφανῶς· Ἀντώνιος δὲ Φουλβίαν μὲν ἐν Σικυῶνι νοσηλευομένην ἀπέλιπεν, ἀπὸ δὲ Κερκύρας ἐς τὸν Ἰόνιον ἔπλει, στρατῷ μὲν οὐ πολλῷ ναυσὶ δὲ διακοσίαις, ἃς ἐν Ἀσίᾳ πεποίητο. πυθόμενος δὲ Ἀηνόβαρβον ἀπαντᾶν αὑτῷ ναυσὶ καὶ στρατῷ πολλῷ, οὐ δοκοῦντά τισιν οὐδʼ ἐπὶ ταῖς διαπεμφθείσαις σπονδαῖς εἶναι βέβαιον ʽἦν γὰρ Ἀηνόβαρβος τῶν κατεγνωσμένων τε ἐκ δίκης ἐπὶ Γαΐῳ Καίσαρι φόνου καὶ προγεγραμμένων ἐπὶ τῇ καταδίκῃ καὶ ἐν Φιλίπποις Ἀντωνίῳ καὶ Καίσαρι πεπολεμηκότων̓, ὅμως ἔπλει, πέντε ναυσὶν ἐπιβὰς ταῖς ἀρίσταις, ἵνα φαίνοιτο πιστεύων, καὶ τὰς λοιπὰς ἐκ διαστήματος ἕπεσθαι κελεύσας. καθορωμένου δὲ ἤδη τοῦ Ἀηνοβάρβου παντί τε τῷ στρατῷ καὶ παντὶ τῷ στόλῳ μετʼ ὀξείας εἰρεσίας προσπλέοντος, ἔδεισεν ὁ Πλάγκος Ἀντωνίῳ παρεστὼς καὶ ἐπισχεῖν αὐτὸν ἠξίου τὸν πλοῦν καὶ προπέμψαι τινὰς ἐς πεῖραν ὡς πρὸς ἀμφίβολον ἄνδρα. ὁ δὲ εἰπὼν αἱρεῖσθαι παρασπονδούμενος ἀποθανεῖν μᾶλλον ἢ σῴζεσθαι δειλὸς ὀφθείς, ἔπλει. πλησίον τε ἦσαν ἀλλήλων ἤδη, καὶ αἱ ναυαρχίδες ἐκ τῶν σημείων ἐφαίνοντο καὶ ἀλλήλαις προσέπλεον· καὶ τῶν ῥαβδούχων ὁ ἡγούμενος Ἀντωνίῳ, κατὰ τὴν πρῷραν, ὥσπερ ἔθος ἐστίν, ἑστώς, εἴτʼ ἐκλαθόμενος, ὅτι ἀμφίβολος ἀνὴρ καὶ στρατοῦ κἀκεῖνος ἡγούμενος ἰδίου προσπλέοι, εἴτε ἀπὸ εὐγενεστέρου φρονήματος, ὡς ὑπηκόοις ἢ ἐλάσσοσιν ἀνδράσιν ὑπαντῶσι, προσέταξε καθελεῖν τὸ σημεῖον.1 οἱ δὲ καθῄρουν τε καὶ τὴν ναῦν ἐς τὰ πλάγια τῆς Ἀντωνίου νεὼς περιέστρεφον. ὡς δὲ καὶ συνιδόντες ἀλλήλους ἠσπάσαντο καὶ ὁ στρατὸς ὁ τοῦ Ἀηνοβάρβου τὸν Ἀντώνιον ἡγεμόνα προσεῖπεν, ὁ μὲν Πλάγκος ἀνεθάρρει μόλις, ὁ δὲ Ἀντώνιος ἐς τὴν ἑαυτοῦ ναῦν τὸν Ἀηνόβαρβον ἀναδεξάμενος ἐς Παλόεντα κατέπλευσεν, ἔνθα ἦν Ἀηνοβάρβῳ καὶ τὸ πεζόν. καὶ ὁ Ἀηνόβαρβος τῆς σκηνῆς ἐξίστατο Ἀντωνίῳ.
恺撒就这样礼遇卢基乌斯并将其送走,同时通过副将们暗中监视他。安东尼则将患病的富尔维娅留在西库昂,率军从科尔库拉驶入伊奥尼亚海;他陆军兵力不多,却拥有两百艘在亚细亚建造的舰船。当得知阿赫诺巴尔布斯率领众多战舰和大军前来会合时,尽管有些人认为此人即便在订立了传达的和约后也不可靠——因为阿赫诺巴尔布斯曾因谋害盖乌斯·恺撒而在审判中被定罪,并在判决后遭到公敌宣告,且在腓立比曾与安东尼和恺撒为敌——安东尼仍然继续航行,登上了最精良的五艘舰船以示信任,并命令其余船只拉开距离在后跟随。当阿赫诺巴尔布斯率全军和全部舰队以急促的划桨扑面而来已清晰可见时,站在安东尼身旁的普兰库斯大为恐慌,请求他停止航行,先派人前去试探,以防此人怀有异心。安东尼却说,宁可因盟约被背弃而死,也不愿为求生而显出怯懦,于是继续向前驶去。他们很快互相临近,旗舰因其旗帜而被辨认出,彼此相对驶来。安东尼的侍从武官之长依例站在船头,不知是因为忘记了驶来的是一个态度暧昧且统领自己军队的人物,还是出于更为尊傲的气度,犹如面对臣属或地位较低之人一般,竟下令对方降下旗帜。对方确实降下了旗,并将船身转向安东尼座舰的舷侧。及至两人看清对方并相互拥抱,阿赫诺巴尔布斯的军队齐声尊奉安东尼为主帅,普兰库斯方才勉强放下心来。安东尼将阿赫诺巴尔布斯接上自己的旗舰,驶入帕洛埃斯,阿赫诺巴尔布斯的步兵当时也驻扎在那里。阿赫诺巴尔布斯并将自己的营帐让给了安东尼。
ἐντεῦθεν ἐπὶ Βρεντεσίου διέπλεον, φυλασσομένου πρὸς πέντε Καίσαρος τάξεων, καὶ οἱ Βρεντέσιοι τὰς πύλας ἀπέκλειον, Ἀηνοβάρβῳ μὲν ὡς ἐκ πολλοῦ πολεμίῳ, Ἀντωνίῳ δὲ ὡς πολέμιον ἐπάγοντι. ὁ δὲ ἀγανακτῶν καὶ ἡγούμενος εἶναι τάδε καλλωπίσματα, τὸ δʼ ἀληθὲς ἀποκλείεσθαι πρὸς τῶν Καίσαρος φρουρῶν γνώμῃ Καίσαρος, διετάφρευε τῆς πόλεως τὸν ἰσθμὸν καὶ ἀπετείχιζεν. ἔστι δʼ ἡ πόλις χερρόνησος ἐν μηνοειδεῖ λιμένι, καὶ οὐκ ἦν ἔτι τοῖς ἐξ ἠπείρου προσελθεῖν ἀνάντει λόφῳ, διατετμημένῳ τε καὶ διατετειχισμένῳ. ὁ δὲ Ἀντώνιος καὶ τὸν λιμένα μέγαν ὄντα φρουρίοις πυκνοῖς περιεφράξατο καὶ τὰς νήσους τὰς ἐν αὐτῷ. ἔς τε τὰ παράλια τῆς Ἰταλίας περιέπεμπεν, οἷς εἴρητο τὰ εὔκαιρα καταλαμβάνειν. ἐκέλευε δὲ καὶ Πομπήιον ἐπιπλεῖν τῇ Ἰταλίᾳ καὶ δρᾶν, ὅ τι δύναιτο. ὁ δὲ ἄσμενος αὐτίκα Μηνόδωρον σὺν ναυσὶ πολλαῖς καὶ στρατοῦ τέσσαρσι τέλεσιν ἐκπέμψας Σαρδὼ Καίσαρος οὖσαν καὶ τὰ ἐν αὐτῇ δύο τέλη περιέσπασε τὴν συμφροσύνην Ἀντωνίου καταπλαγέντας.2 τῆς δὲ Ἰταλίας Σιποῦντα μὲν τῆς Αὐσονίας οἱ τοῦ Ἀντωνίου κατέλαβον, Θουρίους δὲ καὶ Κωνσεντίαν Πομπήιος ἐπολιόρκει καὶ τὴν χώραν ἐπενέμετο τοῖς ἱππεῦσιν.
他们从那里驶向布伦迪西乌姆,该城由恺撒的五个军团守卫,布伦迪西乌姆人紧闭城门,拒绝阿赫诺巴尔布斯是因他素来为敌,拒绝安东尼则是因他带来了公敌。安东尼极为愤怒,认为这不过是粉饰之词,真相乃是恺撒的守军遵照恺撒的旨意将他拒之门外,于是他在该城的地峡开凿深沟并筑起城墙。该城位于一个月牙形海湾中的半岛上,地峡既被挖断并筑墙封锁,大陆方面的人便再也无法沿陡峭的山冈接近。安东尼还在辽阔的海港及港内各岛屿密设要塞,加以围堵。他还派人巡视意大利沿海,命他们夺取有利地形。他更敦促庞培进犯意大利,竭其所能进行袭扰。庞培欣然领命,立即派遣梅诺多罗斯率领大量舰船和四个军团的兵力,夺取了本属恺撒的萨丁尼亚以及驻扎其地的两个军团,守军对安东尼与庞培的和睦结盟惊恐万状。在意大利本土,安东尼的部众占领了奥索尼亚的西蓬图姆,庞培则围攻苏里奥伊与孔森提亚,并派遣骑兵在乡野四处掳掠。
- 5655προσέταξε καθελεῖν τὸ σημεῖον
根据上下文,动词 προσέταξε 的主语是安东尼的侍从武官之长(τῶν ῥαβδούχων ὁ ἡγούμενος Ἀντωνίῳ),而不定式 καθελεῖν 的逻辑主语则是迎面驶来的阿赫诺巴尔布斯旗舰船员。此举意在宣示更崇高的长官统帅权(imperium)并令对方致敬降旗,下文紧随的“他们便降下了旗(οἱ δὲ καθῄρουν)”印证了这一命令的对象与执行。
- 5656τὴν συμφροσύνην Ἀντωνίου καταπλαγέντας
阳性复数宾格分词 καταπλαγέντας 在语法上属于“依意合意(constructio ad sensum)”,修饰中性复数名词短语 τὰ ἐν αὐτῇ δύο τέλη(“驻扎其地的两个军团”),实质指代构成军团的士兵们。此外,τὴν συμφροσύνην Ἀντωνίου 指安东尼与庞培达成的协调与修好。
