← 阿庇安

内战记

§5653-5654

恺撒与斯克利波妮娅联姻及应对之策

恺撒警惕安东尼与庞培结盟,煽动殖民老兵备战,并通过迎娶利博之妹斯克利波妮娅为与庞培的和解预留退路;在试探了卢基乌斯·安东尼的政治操守后,委任其治理伊比利亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5653

ὁ μὲν ὧδε ἀπεκρίνατο, ὁ δὲ Καῖσαρ ἐς Ῥώμην ἀπὸ Κελτῶν ἐπανιὼν ᾔσθετο μὲν τῶν ἐς Ἀθήνας διαπεπλευκότων, τὸ δὲ τῆς ἀποκρίσεως ἀκριβὲς ἄρα οὐκ εἰδὼς ἐξώτρυνε τοὺς κληρούχους ἐπὶ τὸν Ἀντώνιον ὡς κατάγοντα μετὰ τῶν γεωργῶν Πομπήιον, ὧν αὐτοὶ τὰ χωρία ἔχουσιν· ἐς γὰρ δὴ Πομπήιον οἱ πλέονες τῶν γεωργῶν ἐπεφεύγεσαν. καὶ πιθανοῦ τοῦ διερεθίσματος ὄντος, οὐδʼ ὣς οἱ κληροῦχοι προθύμως ἐπὶ τὸν Ἀντώνιον ἐστράτευον· οὕτως ἡ δόξα τῶν ἐν Φιλίπποις γεγονότων ἐδημαγώγει τὸν Ἀντώνιον. ὁ δὲ Καῖσαρ Ἀντωνίου μὲν καὶ Πομπηίου καὶ Ἀηνοβάρβου κατὰ πλῆθος ὁπλιτῶν ὑπεροίσειν ἐνόμιζεν ʽἦρχε γὰρ τελῶν ἐς τότε τεσσαράκοντα πλεόνων̓, ναῦν δὲ οὐδεμίαν ἔχων οὐδὲ καιρὸν ἐς ναυπηγίαν ὠρρώδει, ναῦς ἐκείνων ἐχόντων πεντακοσίας, μὴ τὴν Ἰταλίαν περιπλέοντες ἐς λιμὸν περιενέγκαιεν. ὧν ἐνθυμούμενος1 ʽἐλέλεκτο δὲ αὐτῷ περὶ πολλῶν παρθένων ἐς γάμον’ ἐπέστελλε Μαικήνᾳ συνθέσθαι Σκριβωνίᾳ, τῇ Λίβωνος ἀδελφῇ, τοῦ κηδεύοντος Πομπηίῳ,2 ἵνʼ ἔχοι καὶ τήνδε ἀφορμὴν ἐς διαλύσεις, εἰ δεήσειεν. καὶ πυθόμενος ὁ Λίβων ἐπέστελλε τοῖς οἰκείοις ἐγγυᾶν αὐτὴν τῷ Καίσαρι προθύμως. ὁ δὲ Καῖσαρ τῶν Ἀντωνίου φίλων καὶ στρατῶν ὅσους ὑπώπτευε, διέπεμπεν ἐπὶ προφάσεων ἄλλους ἀλλαχοῦ καὶ Λέπιδον ἐς τὴν ἐψηφισμένην αὐτῷ Λιβύην, ἄγοντα τῶν Ἀντωνίου τελῶν τὰ ὑποπτότατα ἕξ.

安东尼作出了这样的答复;而恺撒从高卢返回罗马途中,获悉了那些乘船前往雅典之人的消息,但因并不确知答复的实际内容,便煽动殖民者反对安东尼,声称安东尼正连同那些农民一道引回庞培,而这些农民的田产如今正由殖民者们占有——因为大部分农民确实都逃亡投奔了庞培。尽管这一挑唆听起来合情合理,但殖民者们即便如此也不愿主动出兵攻打安东尼;他在腓立比的威名竟至如此深植人心,使他们倾向于安东尼。恺撒认为自己在重装步兵的人数上能够压倒安东尼、庞培和阿赫诺巴尔布斯——因为他当时统领着四十多个军团——但因自身毫无船只,又无暇建造战舰,而对方拥有五百艘舰船,他极度惊恐,深恐他们包围意大利使之陷入饥荒。考虑到这些(尽管此前已有许多名门未婚女子被提议与他联姻),他致信梅克纳斯,命他去撮合与斯克利波妮娅的婚事——她是庞培姻亲利博的妹妹——以便在必要时多获得一条达成和解的途径。利博获知后,热切地致信家人,将她许配给恺撒。随后,恺撒以各种借口将所有他怀疑的安东尼友人与军队分遣各地,并派遣雷必达前往已决议归其管辖的阿非利加,带走了安东尼部下最可疑的六个军团。

§5654

Λεύκιον δὲ καλέσας ἐπῄνει μὲν ἐς φιλαδελφίαν, εἰ τῇ Ἀντωνίου γνώμῃ ὑπομεμενηκὼς ἴδιον τὸ ἁμάρτημα ποιοῖτο, ὠνείδιζε δὲ ἐς ἀχαριστίαν, εἰ τοιούτου τυχὼν αὑτοῦ μηδὲ νῦν ὁμολογοίη περὶ Ἀντωνίου, σαφῶς ἤδη καὶ Πομπηίῳ συνθέσθαι λεγομένου. “ἐγὼ δέ σοι πιστεύων,” ἔφη, “Καληνοῦ τελευτήσαντος τά τε ἔθνη τὰ ὑπʼ αὐτῷ καὶ τὸν στρατόν, ἵνα μὴ ἄναρχος εἴη, διὰ τῶν ἐμαυτοῦ φίλων διῴκουν Ἀντωνίῳ. ἀλλὰ νῦν ἐκφανείσης τῆς ἐνέδρας ἐκεῖνά τε ἐμαυτοῦ πάντα ποιοῦμαι καὶ σοὶ πρὸς τὸν ἀδελφὸν ἀπιέναι θέλοντι συγχωρῶ μετὰ ἀδείας.” ὁ μὲν οὕτως εἶπεν, εἴτε πειρώμενος τοῦ Λευκίου, εἴτε τὸ λεχθὲν ἐκπεσεῖν ἐθέλων ἐς τὸν Ἀντώνιον· ὁ δὲ οἷα καὶ πρότερον εἶπε· “Φουλβίας μὲν ᾐσθόμην οὔσης μοναρχικῆς, ἐγὼ δὲ συνεχρώμην τοῖς τοῦ ἀδελφοῦ στρατοῖς ἐς τὴν ἁπάντων ὑμῶν καθαίρεσιν. καὶ νῦν, εἰ μὲν ἐπὶ καταλύσει τῆς μοναρχίας ἔρχοιτο ὁ ἀδελφός, καὶ φανερῶς καὶ λαθὼν οἰχήσομαι πρὸς αὐτόν, ἀγωνιούμενος αὖθις ὑπὲρ τῆς πατρίδος πρὸς σέ, καίπερ ἤδη μοι γενόμενον εὐεργέτην. εἰ δʼ ἐπιλέγοιτο κἀκεῖνος καὶ διακρίνοι τοὺς συμμοναρχήσοντας αὑτῷ, πολεμήσω σὺν σοὶ πρὸς αὐτόν, ἕως ἂν ἡγῶμαι μηδὲ σὲ μοναρχίαν καθίστασθαι· τὸ γὰρ τῆς πατρίδος αἰεὶ προθήσω καὶ χάριτος καὶ γένους.” ὧδε μὲν ὁ Λεύκιος εἶπεν, ὁ δὲ Καῖσαρ αὐτὸν καὶ τέως ἐν θαύματι ἄγων οὐκ ἔφη μὲν οὐδὲ βουλόμενον ἐπάξεσθαι κατὰ ἀδελφοῦ, πιστεύσειν δὲ ὡς τοιῷδε ἀνδρὶ πᾶσαν Ἰβηρίαν καὶ τὸν ἐν αὐτῇ στρατόν, ὑποστρατηγούντων αὐτῷ τῶν νῦν ἡγουμένων αὐτῆς Πεδουκαίου τε καὶ Λευκίου.3

恺撒召来卢基乌斯,称赞他的兄弟之情,若他顺从了安东尼的意图却将过错揽于自身;但又指责他忘恩负义,若他蒙受了自己如此优待,至今却仍不肯吐露关于安东尼的真相,而外间早已盛传安东尼与庞培结盟。“我因信任你,”恺撒说,“在卡莱努斯去世时,为了不至无人统帅,才通过自己的朋友替安东尼代管其属下的各族属地与军队。但如今阴谋既然败露,我便将这一切尽归己有;若你愿前往你兄长那里,我准许你平安离去。”他说这番话,或为试探卢基乌斯,或希望这些话传至安东尼耳中。卢基乌斯则一如既往地答道:“我深知富尔维娅志在独裁,而我利用兄长的军队是为了推翻你们所有人。如今,兄长若是为了推翻独裁统治而来,我无论公开还是隐秘都必将投奔于他,再次为了祖国与你相争,尽管你已成为我的恩人。但若他也挑选并甄别与自己共享独裁大权之人,只要我认为你亦未建立君主统治,我便将与你并肩讨伐他;因为我始终置祖国之利于恩情与血缘之上。”卢基乌斯言毕,恺撒一直以来便对其深怀赞赏,便表示即便他自愿也不会派他去对抗兄长,然而对如此品行之人,愿将整个伊比利亚及驻扎其地的军队托付给他,由目前统领该地的佩杜卡埃乌斯与卢基乌斯担任他的副将。

语法注3 条
  1. 5653ὧν ἐνθυμούμενος

    关系代词 ὧν 为中性复数属格,总括指代前文所述的诸般局势(敌方拥有五百艘战船、己方缺乏船只以及由此引发的封锁饥荒之虞)。动词 ἐνθυμέομαι 可接宾格性属格以表示所思虑考量的内容。

  2. 5653τοῦ κηδεύοντος Πομπηίῳ

    修饰属格名词 Λίβωνος 的分词短语,用以指明其身份。动词 κηδεύω 支配与格(Πομπηίῳ),意为“与……结亲/有姻亲关系”。正如前文所述,利博系庞培的岳父。

  3. 5654ὑποστρατηγούντων αὐτῷ τῶν νῦν ἡγουμένων αὐτῆς Πεδουκαίου τε καὶ Λευκίου

    属格独立结构。逻辑主语为 τῶν νῦν ἡγουμένων αὐτῆς(现今统辖该地者),专有名词 Πεδουκαίου τε καὶ Λευκίου 与之同格。与格代词 αὐτῷ 指代卢基乌斯·安东尼,受分词 ὑποστρατηγούντων(作为副手受其统辖)支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5653-5654