- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5650-5652
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
佩鲁西亚陷落后,安东尼派诸将分道逃亡,恺撒借卡莱努斯猝死之机未经交战便吞并了其在高卢和伊比利亚的军队。身处东方的安东尼接见了护送其母尤利娅而来的庞培使节团,并答复称是否与庞培结盟取决于恺撒是否恪守盟约。
καὶ γὰρ Ἀσίνιος αὐτίκα καὶ Πλάγκος καὶ Οὐεντίδιος καὶ Κράσσος καὶ Ἀτήιος καὶ ὅσοι τῆσδε τῆς γνώμης ὄντες ἕτεροι στρατὸν εἶχον οὐκ εὐκαταφρόνητον, ἀλλʼ εἰς τρισκαίδεκα τέλη γεγυμνασμένα καὶ ἱππέας ἑξακισχιλίους ἐπὶ πεντακοσίοις, ἡγούμενοι τὸ κεφάλαιον τοῦ πολέμου Λεύκιον γεγονέναι1 ἐπὶ θάλασσαν ᾔεσαν, ἕτερος ἑτέρας ὁδούς, οἱ μὲν ἐς Βρεντέσιον, οἱ δʼ ἐπὶ Ῥαβέννης, οἱ δʼ ἐς Τάραντα καὶ οἱ μὲν ἐς Μοῦρκον ἢ Ἀηνόβαρβον, οἱ δὲ ἐς Ἀντώνιον, διωκόντων αὐτοὺς τῶν Καίσαρος φίλων καὶ σπονδὰς προτεινόντων καὶ οὐκ ἐθέλουσιν ἐνοχλούντων τὰ πεζὰ μάλιστα· ὧν δὴ καὶ μόνων Ἀγρίππας ἔπεισε μεταθέσθαι δύο τέλη Πλάγκου, ἀποληφθέντα ἐν Καμερίᾳ. ἔφευγε δὲ καὶ Φουλβία μετὰ τῶν τέκνων ἐς Δικαιάρχειαν καὶ ἀπὸ Δικαιαρχείας ἐς τὸ Βρεντέσιον, μετὰ τρισχιλίων ἱππέων οἳ αὐτῇ παρὰ τῶν στρατηγῶν πομποὶ ἀπεστάλησαν. ἐν δὲ τῷ Βρεντεσίῳ νεῶν πέντε μακρῶν ἐκ Μακεδονίας οἱ μεταπέμπτων γενομένων2 ἐπιβᾶσα ἀνήγετο· καὶ αὐτῇ Πλάγκος συνέπλει, τὸν ἔτι λοιπὸν αὑτοῦ στρατὸν ἐκλιπὼν ὑπὸ δειλίας. οἱ δὲ Οὐεντίδιον σφῶν εἵλοντο ἄρχειν. Ἀσίνιος δὲ Ἀηνοβάρβῳ συνετίθετο φιλίαν εἶναι πρὸς Ἀντώνιον· καὶ ἐπέστελλον ἄμφω τάδε τῷ Ἀντωνίῳ καὶ ἀποβάσεις αὐτῷ καὶ ἀγορὰν ὡς αὐτίκα ἥξοντι εὐτρέπιζον ἀνὰ τὴν Ἰταλίαν.
事实上,阿西尼乌斯、普兰库斯、文提狄乌斯、克拉苏、阿泰乌斯以及属于这一派系的其他所有人,拥有一支绝不容小觑的军队——多达十三个训练有素的军团和六千五百名骑兵;他们认为卢基乌斯乃是战局的关键所在,便立即向海边撤退,各自择路而行:有的前往布伦狄西乌姆,有的前往拉文纳,有的前往塔兰托;有的去投奔穆尔库斯或阿赫诺巴尔布斯,有的则去投奔安东尼。恺撒的友人率军追击他们,向他们提出讲和的条件,并对那些不肯顺从者的部队、尤其是步兵部队大加施压。其中只有被切断在卡梅里亚的普兰库斯的两个军团,阿格里帕成功劝服他们倒戈。富尔维娅也带着孩子们逃往狄开阿耳基亚,又从狄开阿耳基亚逃往布伦狄西乌姆,由将领们派出的三千名骑兵作为护卫随行。在布伦狄西乌姆,她登上了从马其顿为她调遣而来的五艘战船扬帆出海;普兰库斯也因胆怯抛弃了余下的军队,与她同行。士兵们随后推选文提狄乌斯为自己的指挥官。与此同时,阿西尼乌斯与阿赫诺巴尔布斯达成协议,与安东尼建立友好盟约;两人皆以此事致信安东尼,并在意大利各地为他筹备登陆地点和军粮供应,因料定他即刻便会赶到。
ἄλλῳ δʼ Ἀντωνίου στρατῷ πολλῷ περὶ Ἄλπεις, οὗ Φούφιος Καληνὸς ἡγεῖτο, ὁ Καῖσαρ ἐπεβούλευεν, ἤδη μὲν τὸν Ἀντώνιον ὑπονοῶν, ἐλπίζων δὲ ἢ φίλῳ ἔτι ὄντι φυλάξειν ἢ πολεμοῦντος μεγάλην ἰσχὺν προσλήψεσθαι. διαμέλλοντος δὲ ὅμως ἔτι αὐτοῦ καὶ τὸ εὐπρεπὲς περιορωμένου, ὁ Καληνὸς ἐτελεύτησε· καὶ ὁ Καῖσαρ, ὡς ἐς ἀμφότερα πρόφασιν εὑρών,3 ᾔει καὶ παρελάμβανε τόν τε στρατὸν καὶ τὴν Κελτικὴν ἐπʼ αὐτῷ καὶ Ἰβηρίαν, καὶ τάσδε οὔσας ὑπὸ Ἀντωνίῳ, Φουφίου τοῦ παιδὸς Καληνοῦ καταπλαγέντος τε αὐτὸν καὶ παραδόντος ἅπαντα ἀμαχεί.
至于安东尼驻扎在阿尔卑斯附近的另一支由富菲乌斯·卡莱努斯指挥的庞大军队,恺撒一直在暗中打其主意;因为他虽然早已对安东尼心存疑虑,但仍希望如果安东尼依旧是朋友,便替他保全这支军队;如果安东尼挑起战事,自己便能获得这股强大的力量。然而正当他仍在犹豫并极力顾全体面之际,卡莱努斯去世了。恺撒认为在这两种情况下都找到了借口,便进军接管了这支军队,外加凯尔特地区和伊比利亚——这些地方原先也属安东尼统治之下——因为卡莱努斯的儿子富菲乌斯慑于恺撒的威势,未经战斗便交出了所有一切。
ὁ μὲν δὴ Καῖσαρ ἑνὶ τῷδε ἔργῳ ἕνδεκα τέλη στρατοῦ καὶ χώρας τοσάσδε λαβὼν τοὺς ἡγεμόνας αὐτῶν παρέλυε τῆς ἀρχῆς καὶ ἰδίους ἐπιστήσας ἐς Ῥώμην ἀνέστρεφεν· ὁ δὲ Ἀντώνιος χειμῶνος μὲν ἔτι τοὺς πρέσβεις κατεῖχε τοὺς ἀπὸ τῶν κληρουχιῶν πρὸς αὐτὸν ἐλθόντας, ἔτι ἐπικρύπτων, ἃ ἐφρόνει, ἦρι δʼ ἐκ μὲν Ἀλεξανδρείας ἐς Τύρον ὥδευεν, ἐκ δὲ Τύρου διαπλέων ἐπὶ Κύπρου καὶ Ῥόδου καὶ Ἀσίας ᾔσθετο τῶν ἐν τῇ Περυσίᾳ γεγονότων καὶ τὸν ἀδελφὸν ἐμέμφετο καὶ Φουλβίαν καὶ μάλιστα πάντων Μάνιον. Φουλβίαν μὲν οὖν εὗρεν ἐν Ἀθήναις, ἐκ Βρεντεσίου φυγοῦσαν· Ἰουλίαν δʼ αὐτῷ τὴν μητέρα Πομπήιος, ἐς αὐτὸν διαφυγοῦσαν, ἔπεμπεν ἐκ Σικελίας ἐπὶ νεῶν μακρῶν, καὶ παρέπεμπον αὐτὴν οἱ τῶν ἀμφὶ τὸν Πομπήιον ἄριστοι, Λεύκιός τε Λίβων, ὁ κηδεστὴς τοῦ Πομπηίου, καὶ Σατουρνῖνος καὶ ἕτεροι, ὅσοι χρῄζοντες τῆς Ἀντωνίου μεγαλοπραγίας ἠξίουν αὐτὸν συναλλαγέντα Πομπηίῳ σύμμαχον ἐπὶ Καίσαρι λαβεῖν Πομπήιον. ὁ δὲ αὐτοῖς ἀπεκρίνατο χάριν μὲν ἐπὶ τῇ μητρὶ γιγνώσκειν Πομπηίῳ καὶ ἀποτίσειν ἐν χρόνῳ, αὐτὸς δέ, εἰ μὲν πολεμοίη Καίσαρι, χρήσεσθαι Πομπηίῳ συμμάχῳ, εἰ δʼ ἐμμένοι τοῖς πρὸς αὑτὸν ὡμολογημένοις ὁ Καῖσαρ, πειράσεσθαι καὶ Πομπηίον Καίσαρι συναλλάξαι.
于是,恺撒仅凭这一举动便夺取了十一个军团的军队和如此辽阔的领土,他解除了原指挥官的职务,委任自己的人统领,随后返回罗马。而安东尼在冬季一直扣留从各个殖民分配地前来见他的使节,依然隐瞒着自己的真实心意;到了春季,他从亚历山大里亚出发前往提尔,从提尔乘船经过塞浦路斯、罗得岛和小亚细亚,途中得知了佩鲁西亚所发生的事情,便责备他的弟弟、富尔维娅,尤其是马尼乌斯。他在雅典见到了从布伦狄西乌姆逃出的富尔维娅;而投奔庞培的母亲尤利娅,则由庞培从西西里用战船送回给他,护送她的是庞培身边的显贵人物,包括庞培的岳父卢基乌斯·利博、萨图尔尼努斯以及其他人,他们需要借助安东尼的庞大势力,恳求安东尼与庞培和解,并接纳庞培为共同对抗恺撒的盟友。安东尼回答他们说,他为了母亲之事对庞培心存感激,日后定当予以回报;至于他自己,若与恺撒开战,必将联合庞培为盟友;但若恺撒恪守双方的协议,他也会尽力调解庞培与恺撒言归于好。
- 5650ἡγούμενοι τὸ κεφάλαιον τοῦ πολέμου Λεύκιον γεγονέναι
在带不定式的宾格结构中,Λεύκιον 作逻辑主语,τὸ κεφάλαιον τοῦ πολέμου 作宾格补足语(谓语宾格),意为“认为卢基乌斯乃是这场战争的关键(或核心所在)”。
- 5650νεῶν πέντε μακρῶν ἐκ Μακεδονίας οἱ μεταπέμπτων γενομένων
οἱ 是第三人称单数与格代词(相当于 αὐτῇ,作利益与格),指代富尔维娅。μεταπέμπτων γενομένων 为与 νεῶν πέντε μακρῶν 一致的分词短语,表示“为她调遣而来的”;νεῶν πέντε μακρῶν 则充当分词 ἐπιβᾶσα(登船)所要求的属格宾语。
- 5651ὡς ἐς ἀμφότερα πρόφασιν εὑρών
ἀμφότερα 指代前文提出的两种对立可能:“如果安东尼依旧是朋友”(ἢ φίλῳ ἔτι ὄντι)以及“如果安东尼挑起战事”(ἢ πολεμοῦντος)。卡莱努斯的突然去世使恺撒在无论哪种情况下都找到了接收该军队的充分借口。
