- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5547-5549
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒顺从己方将士的恳请赦免了敌方老兵,并在佩鲁西亚投降后宽恕了平民,但处死了参事会员及主要政敌;佩鲁西亚因一人纵火而全城焚毁,围城战随之结束。
ὅθεν οὐδὲ ὁ Καῖσαρ ἔτι τῆς γνώμης ἐκράτει,1 ἀλλὰ μόλις τὴν βοὴν καταπαύσας εἶπε τοῖς ἰδίοις. “ὑμεῖς μέν, ὦ συστρατιῶται, οὕτως ἀεί μοι προσενήνεχθε ὡς μηδενὸς ἀτυχῆσαι παρʼ ἐμοῦ δύνασθαι· ἐγὼ δὲ τοὺς μὲν νεοστρατεύτους ὑπʼ ἀνάγκης ἐστρατεῦσθαι Λευκίῳ νομίζω, τουτωνὶ δὲ τῶν συνεστρατευμένων τε πολλάκις ὑμῖν καὶ νῦν ὑφʼ ὑμῶν σῳζομένων ἐπενόουν πυθέσθαι, τί παθόντες ἐξ ἡμῶν ἢ τίνος χάριτος οὐκ ἀξιωθέντες ἢ τί μεῖζον παρʼ ἑτέρου προσδοκῶντες2 ἐναντία ὅπλα ἤραντο καὶ ἐμοὶ καὶ ὑμῖν καὶ ἑαυτοῖς; ἃ γὰρ ἔκαμνον ἐγώ, πάντα ἦν ὑπὲρ τῆς κληρουχίας, ἧς τοῦ μέρους καὶ τούτοις μετῆν. καὶ εἰ συγχωρεῖτέ μοι, καὶ νῦν πεύσομαι.” οὐκ ἐπιτρεπόντων δέ, ἀλλὰ ἀπαύστως παρακαλούντων, “συγχωρῶ ὑμῖν, ὅσα βούλεσθε,” ἔφη, “καὶ ἀφείσθωσαν ἀπαθεῖς τῶν ἡμαρτημένων, ἂν ἐς τὸ μέλλον ὑμῖν ὅμοια φρονῶσιν.” ὑπισχνουμένων δʼ ἑκατέρων βοαί τε καὶ χάριτες ἦσαν ἐς τὸν Καίσαρα· καί τισιν αὐτῶν ἐπέτρεψέ τινας καὶ ὑποδέξασθαι, τὸ δὲ πλῆθος ἐκέλευε σκηνοῦν, ἔνθα περ εἱστήκεσαν, ἄπωθεν, ἕως ὁ Καῖσαρ αὐτοῖς πόλεις τε ἐς χειμασίαν καὶ τοὺς ἀπάξοντας ἐς τὰς πόλεις δοίη.
因此,恺撒也无法再坚持自己的主张,他在好不容易平息了喧嚣之后,对自己的人说道:“战友们,你们一向对我竭尽忠诚,以至于绝不会从我这里落空任何请求。我认为新兵是出于无奈才随卢基乌斯服役的,但对于这些曾多次与你们一同征战、如今又因你们得以保全性命的人,我原本打算质问他们:究竟是在我们手下遭遇了什么,或未曾蒙受何种恩惠,亦或指望从他人那里得到何种更大利益,竟拿起武器反抗我、反抗你们,也反抗他们自己?因为我所付出的一切辛劳,全都是为了分配土地,而其中本有他们的一份。如果你们允准,我现在依然要问。”然而众兵士不予许可,反而不住地恳求,他便说道:“你们所希望的,我都应允;只要他们今后与你们同心同德,就免受罪责,予以释放。”在双方都作出保证之后,向恺撒发出了阵阵欢呼与谢意;他准许他们当中的一部分人甚至款待某些人,但命令其余众人就在原地、远离之处安营,直到恺撒为他们指定过冬的城镇并派人护送他们前往。
καθεζόμενος δʼ ἐπὶ τοῦ βήματος ἐκάλει τὸν Λεύκιον ἐκ τῆς Περυσίας μετὰ τῶν ἐν τέλει Ῥωμαίων. καὶ κατῄεσαν πολλοὶ μὲν ἀπὸ τῆς βουλῆς, πολλοὶ δὲ ἀπὸ τῶν καλουμένων ἱππέων, ἐν ὄψει πάντες οἰκτρᾷ καὶ ὀξείᾳ μεταβολῇ. ἅμα δὲ ἐξῄεσαν οὗτοι τῆς Περυσίας, καὶ φρουρὰ τὴν πόλιν περιέστη. ἐπεὶ δὲ ἀφίκοντο, Λεύκιον μὲν ὁ Καῖσαρ ἑαυτῷ παρεστήσατο, τῶν δὲ ἄλλων τοὺς μὲν οἱ φίλοι Καίσαρος, τοὺς δὲ οἱ λοχαγοὶ διέλαβον, προδεδιδαγμένοι πάντες ἐς τιμὴν ἀπάγειν ἅμα καὶ φυλακὴν ἄσημον.3 τοὺς δὲ Περυσίους ἀπὸ τοῦ τείχους παρακαλοῦντας ἐκέλευσεν ἥκειν, ἄνευ τῆς βουλῆς μόνης· καὶ ἐλθοῦσι συνέγνω. οἱ δὲ βουλευταὶ τότε μὲν φύλαξι παρεδόθησαν, μετʼ οὐ πολὺ δὲ ἀνῃρέθησαν, χωρὶς Αἰμιλίου Λευκίου, ὃς ἐν Ῥώμῃ δικάζων ἐπὶ τῷ φόνῳ Γαΐου Καίσαρος τὴν καταδικάζουσαν ἤνεγκε φανερῶς καὶ πάντας φέρειν ἐκέλευεν ὡς ἐκλυομένους μύσος.4
恺撒坐在讲坛上,传唤卢基乌斯与罗马身居要职之人走出佩鲁西亚。许多元老院议员和被称为骑士的人一同走下,所有人在急剧的命运剧变中都呈现出悲惨的景象。他们一走出佩鲁西亚,卫队便包围了该城。当他们抵达时,恺撒让卢基乌斯立于自己身旁,而其余的人则由恺撒的朋友们分管一部分,百夫长们分管另一部分,他们事先都已接到指示,要在表面示以敬意、暗中加以看管的前提下将人带走。至于在城墙上哀求的佩鲁西亚市民,恺撒命令他们出来,唯独市参事会除外;当他们到来时,恺撒赦免了他们。然而市参事们当时被移交看押,不久后皆被处死,只有卢基乌斯·埃米利乌斯一人幸免——他此前在罗马就盖乌斯·恺撒遇刺案审理时,公开投了定罪之票,并号召所有人效仿,视之为洗刷罪衅。
τὴν δὲ Περυσίαν αὐτὴν ἐγνώκει μὲν ὁ Καῖσαρ ἐς διαρπαγὴν ἐπιτρέψαι τῷ στρατῷ, Κέστιος δέ τις αὐτῶν ὑπομαργότερος, ἐν Μακεδονίᾳ πεπολεμηκὼς καὶ ἐκ τοῦδε Μακεδονικὸν αὑτὸν ὀνομάζων, ἐνέπρησε τὴν οἰκίαν καὶ ἑαυτὸν ἐς τὸ πῦρ ἐνέβαλε, καὶ ἄνεμοι τὴν φλόγα ὑπολαβόντες περιήνεγκαν ἐς ὅλην Περυσίαν, καὶ ἐνεπρήσθη χωρὶς τοῦ Ἡφαιστείου μόνου. τόδε μὲν δὴ τῇ Περυσίᾳ τέλος ἦν, δόξαν ἀρχαιότητος ἐχούσῃ καὶ ἀξιώσεως· ὑπὸ γὰρ Τυρρηνῶν πάλαι φασὶν αὐτὴν ἐν ταῖς πρώταις δυώδεκα πόλεσιν ἐν Ἰταλίᾳ γενέσθαι. διὸ καὶ τὴν Ἥραν ἔσεβον, οἷα Τυρρηνοί· τότε δὲ ὅσοι τὰ λείψανα τῆς πόλεως διέλαχον, τὸν Ἥφαιστον σφίσιν ἔθεντο θεὸν εἶναι πάτριον ἀντὶ τῆς Ἥρας. τῆς δʼ ἐπιούσης ὁ μὲν Καῖσαρ ἐσπένδετο ἅπασιν, ὁ δὲ στρατὸς οὐκ ἐπαύετο ἐπί τισι θορυβῶν, ἕως ἀνῃρέθησαν· καὶ ἦσαν οἱ μάλιστα Καίσαρος ἐχθροί, Καννούτιός τε καὶ Γάιος Φλάυιος καὶ Κλώδιος ὁ Βιθυνικὸς καὶ ἕτεροι. τοῦτο μὲν δὴ τέλος ἦν τῆς ἐν Περυσίᾳ Λευκίου πολιορκίας, καὶ ὁ πόλεμος ὧδε ἐξελέλυτο, χαλεπώτατός τε καὶ χρόνιος ἐλπισθεὶς ἔσεσθαι τῇ Ἰταλίᾳ.
至于佩鲁西亚本身,恺撒原已决定将其交给军队劫掠,但城中一个略有癫狂的人策斯提乌斯——他曾转战马其顿,因此自称为马其顿尼库斯——点燃了自己的住宅并投火自尽;大风卷起火焰蔓延至整座佩鲁西亚,使该城除赫淮斯托斯神庙之外全部化为灰烬。享有古老与尊崇声望的佩鲁西亚,结局便落得如此;因为据说它很久以前由第勒尼安人建立,是意大利最初的十二座城邦之一。因此他们如第勒尼安人一样尊奉赫拉;但当时瓜分了该城残垣的人们,立赫淮斯托斯为先祖之神,以替代赫拉。次日,恺撒与所有人立约讲和,但军队不停地针对某些人大肆喧哗,直到将其处死;这些人主要是恺撒的死敌,即坎努提乌斯、盖乌斯·弗拉维乌斯、比提尼亚的克洛狄乌斯等人。这便是佩鲁西亚对卢基乌斯围攻战的终结,而这场原本预计会给意大利带来极深重、极旷日持久灾难的战争,便以这种方式得以平息。
- 5547οὐδὲ ὁ Καῖσαρ ἔτι τῆς γνώμης ἐκράτει
动词 κρατέω 支配属格(τῆς γνώμης),意为“保持对自己意图的掌控”或“坚持自己的意志”。此处表明面对士兵们强烈的恳求,恺撒已无法贯彻原定的惩处计划。
- 5547τί παθόντες ἐξ ἡμῶν ἢ τίνος χάριτος οὐκ ἀξιωθέντες ἢ τί μεῖζον παρʼ ἑτέρου προσδοκῶντες
三个带有疑问代词 τί 的分词短语(παθόντες、ἀξιωθέντες、προσδοκῶντες)并列,作主句动词 ἤραντο 的原因状语。特别是 τί παθών / τί παθόντες,是古希腊语中表示责问“遭遇了何事/何故”的常见惯用句式。
- 5548ἐς τιμὴν ἀπάγειν ἅμα καὶ φυλακὴν ἄσημον
介词 ἐς 支配由 ἅμα καί 连接的两个名词(τιμήν 与 φυλακὴν ἄσημον),修饰不定式 ἀπάγειν。这表明了一种表里不一的处置安排:表面上示以礼遇,暗中则将俘虏置于不引人注意的严密监视与扣押之中。
- 5548ὡς ἐκλυομένους μύσος
连词 ὡς 与宾格分词 ἐκλυομένους 连用,修饰 πάντας,表主观动机或理由(“视作洗刷罪孽/污秽之人”),表明其主张判处刺杀恺撒者有罪是对国法与宗教罪戾的净化之举。
