- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5545-5546
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒接受了卢基乌斯的无条件归顺并承诺予以宽宥;会面后两军集结时,凯撒的士兵与卢基乌斯的部众如同旧日袍泽般相拥而泣,代为求情。
τοιαῦτα δὲ εἰπόντος τοῦ Λευκίου καὶ σιωπήσαντος ὁ Καῖσαρ ἔλεξεν· “ἄσπονδον μέν σε κατιόντα πρὸς ἐμὲ ὁρῶν, ὦ Λεύκιε, ὑπήντησα τῶν ἐμῶν ἐρυμάτων ἔτι ἐκτὸς ὄντι κατὰ σπουδήν, ἵνα ἔτι κύριος ὢν σεαυτοῦ βουλεύοιο καὶ λέγοις καὶ πράττοις, ἃ νομίζεις σοι συνοίσειν. ἐπεὶ δʼ, ὅπερ ἐστὶ τῶν ἀδικεῖν ὁμολογούντων, σαυτὸν ἡμῖν ἐπιτρέπεις, οὐδὲν ἔτι δέομαι διελέγχειν, ὅσα σὺν τέχνῃ μου κατεψεύσω. ἐξ ἀρχῆς δέ με βλάψειν ἑλόμενος καὶ νῦν ἔβλαψας. σπονδὰς γάρ μοι τιθέμενος ἔτυχες ἂν ἠδικημένου καὶ νενικηκότος·1 ἄσπονδον δὲ σαυτόν τε καὶ τοὺς φίλους ἐπιτρέπων ἡμῖν καὶ τὸν στρατόν, ἀφαιρῇ μὲν πᾶσαν ὀργήν, ἀφαιρῇ δὲ καὶ τὴν ἐξουσίαν, ἣν σπενδόμενος ἂν ἔδωκας ὑπʼ ἀνάγκης. συμπέπλεκται γὰρ οἷς ἄξιον ὑμᾶς παθεῖν, τὸ προσῆκον ὧν ἐμὲ δίκαιόν ἐστι ποιεῖν·2 ὃ δὴ προτιμήσω διά τε τοὺς θεοὺς καὶ διʼ ἐμαυτὸν καὶ διὰ σέ, ὦ Λεύκιε, καὶ οὐ ψεύσω σε τῆς προσδοκίας, ἣν ἔχων περὶ ἐμαυτοῦ κατελήλυθας.” ταῦτα μὲν ἔλεξαν ἀλλήλοις, ὡς ἐκ τῶν ὑπομνημάτων ἦν ἐς τὸ δυνατὸν τῆσδε τῆς φωνῆς μεταβαλεῖν τεκμαιρομένῳ τῆς γνώμης τῶν λελεγμένων.3 καὶ διεκρίθησαν, ὁ μὲν Καῖσαρ ἐν ἐπαίνῳ καὶ θαύματι τὸν Λεύκιον ἔχων, οὐδὲν ὡς ἐν συμφοραῖς ἀγεννὲς οὐδʼ ἀσύνετον εἰπόντα, ὁ δὲ Λεύκιος τὸν Καίσαρα τοῦ τε ἤθους καὶ βραχυλογίας. οἱ λοιποὶ δʼ ἐτεκμαίροντο τῶν εἰρημένων ἐκ τῆς ὄψεως ἑκατέρων.
卢基乌斯说完这些便沉默不语,凯撒说道: “卢基乌斯啊,见你在未定条约的情况下来到我这里,我急忙出迎于我的营垒之外,以便让你在尚能自主之时,能够思量、陈说并践行你认为有利于己之事。然而,既然你如承认作恶者通常所做的那样,将自己交托于我们,我便不再需要去驳斥你用巧智对我捏造的种种不实之词。你从一开始就选择伤害我,如今你再次伤害了我。因为你若与我订立盟约,你所面对的将是一个受害而获胜之人;但如今你将自己、朋友们以及军队在无条约约束下交付于我们,你不仅夺去了我所有的怒火,也夺去了你若依约原本在受迫之下所赋予我的处置权力。因为你们所应受的惩处,与我理当做出的合宜举措正交织在一起;为了众神,为了我自己,也为了你,卢基乌斯啊,我必将优先恪守这合宜之举,绝不会辜负你对我怀抱此种期待而前来的心意。” 以上便是他们相互之间的交谈,这是根据备忘录尽可能推测所言之要义而转译为当前语言的。随后他们便分开了,凯撒对卢基乌斯赞赏钦佩,因他在逆境中毫无卑劣与不智之辞,而卢基乌斯亦钦佩凯撒的风度与言简意赅。其余众人则从两人的神色中推测所谈之内容。
καὶ ὁ Λεύκιος ἔπεμπε τοὺς χιλιάρχους τὸ σύνθημα τῷ στρατῷ ληψομένους παρὰ τοῦ Καίσαρος· οἱ δὲ ἔφερον αὐτῷ τὸν ἀριθμὸν τοῦ στρατοῦ, καθὰ καὶ νῦν ἔθος ἐστὶ τὸν αἰτοῦντα τὸ σύνθημα χιλίαρχον ἐπιδιδόναι τῷ βασιλεῖ βιβλίον ἐφήμερον τοῦ ἀριθμοῦ τοῦ παρόντος. οἱ μὲν δὴ τὸ σύνθημα λαβόντες τὰς φυλακὰς ἔτι διὰ χειρὸς εἶχον, οὕτω κελεύσαντος αὐτοῦ Καίσαρος, νυκτοφυλακεῖν ἑκατέρους τὰ ἴδια· ἅμα δὲ ἡμέρᾳ ὁ μὲν Καῖσαρ ἔθυεν, ὁ δὲ Λεύκιος αὐτῷ τὸν στρατὸν ἔπεμπε, τὰ μὲν ὅπλα φέροντα, ἐσκευασμένον δʼ ὡς ἐν ὁδοιπορίᾳ. οἱ δὲ τὸν Καίσαρα πόρρωθεν ὡς αὐτοκράτορα ἠσπάσαντο καὶ ἔστησαν ἐν μέρει κατὰ τέλος, οὗ προσέταξεν ὁ Καῖσαρ, ἐφʼ ἑαυτῶν, οἵ τε κληροῦχοι καὶ οἱ νεοστράτευτοι κεχωρισμένοι. ὁ δὲ Καῖσαρ ἐκτελεσθείσης τῆς θυσίας στεψάμενος δάφνῃ, συμβόλῳ νίκης, προυκάθητο ἐπὶ βήματος καὶ προσέταξε μὲν ἅπασι θέσθαι τὰ ὅπλα, ἔνθα εἱστήκεσαν, θεμένων δὲ τοὺς κληρούχους, ἐκέλευσεν ἐγγυτέρω προσελθεῖν, διεγνωκὼς ἄρα ὀνειδίσαι τῆς ἀχαριστίας καὶ φοβῆσαι. προέγνωστο δὲ μέλλων ὧδε ποιήσειν, καὶ ὁ στρατὸς ὁ τοῦ Καίσαρος, εἴτε ἐξεπίτηδες, οἷα προδιδάσκονται πολλάκις, εἴτε ὑπὸ πάθους ὡς πρὸς οἰκείους ἄνδρας, ἀκρατεῖς τῆς δεδομένης σφίσι τάξεως γενόμενοι, προσιοῦσι τοῖς Λευκιανοῖς οἷα συνεστρατευμένοις ποτὲ περιχυθέντες ἠσπάζοντο καὶ συνέκλαιον καὶ τὸν Καίσαρα ὑπὲρ αὐτῶν παρεκάλουν καὶ οὔτε βοῶντες ἔτι ἐπαύοντο οὔτε συμπλεκόμενοι, κοινωνούντων ἑκατέροις τοῦ πάθους ἤδη καὶ τῶν νεοστρατεύτων· οὐδὲ ἦν τι διακεκριμένον ἔτι οὐδʼ εὔκριτον.
接着,卢基乌斯派遣军团长官们前往凯撒处为军队领取口令;他们向凯撒呈报了军队的人数,正如如今前来索取口令的军团长官向皇帝呈交当日实有人数名册之惯例一样。他们领到口令后仍旧自行掌管守卫,因为凯撒亲自下令双方各自负责夜巡。天明时分,凯撒举行献祭,卢基乌斯则将全军派往他那里,兵士携带着武器,却着行军装束。他们从远处向凯撒欢呼致敬称其为统帅,并在凯撒指定的地点按部队依次就位,自成阵列,分地退役兵与新募士兵彼此分开。凯撒献祭完毕,戴上象征胜利的月桂冠,坐于高台之上,下令全军在驻立之处放下武器;当他们放下武器后,他命令分地退役兵上前走近些,意图借机斥责他们的忘恩负义并予以威慑。然而人们已预先知晓他将如此行事,凯撒的军队——不论是蓄意为之(如人们常被事先教导的那样),还是因对待骨肉同胞的情感驱使——无法坚守赋予他们的队形,纷涌上前围住走近的卢基乌斯部众,视若往昔共事的同袍,相互致敬,一同痛哭,并为他们向凯撒求情,高呼与拥抱之举未曾停息,新募士兵此时亦融入了双方的情感之中;场面再无分界,亦难辨彼此。
- 5545ἔτυχες ἂν ἠδικημένου καὶ νενικηκότος
动词 τυγχάνω 接属格补足语,意为“遇到、遭逢”。此处分词前省略了如 ἀνδρός 之类的先行词,与 ἄν 及直陈式过去时构成与过去事实相反的虚拟语气:“你本会遭逢一个遭受不公却获胜的人”。
- 5545συμπέπλεκται γὰρ οἷς ἄξιον ὑμᾶς παθεῖν, τὸ προσῆκον ὧν ἐμὲ δίκαιόν ἐστι ποιεῖν
主语为 τὸ προσῆκον ὧν ἐμὲ δίκαιόν ἐστι ποιεῖν(关系代词 ὧν 包含先行词 τούτων,意为“我应当做出的正当之事中合宜者”),动词 συμπέπλεκται 接与格从句 οἷς ἄξιον ὑμᾶς παθεῖν(οἷς 包含先行词 τούτοις,“与你们所应受的惩处”),整句结构表达双方“应受之罚”与“当为之道”交织在一起。
- 5545ὡς ἐκ τῶν ὑπομνημάτων ἦν ἐς τὸ δυνατὸν τῆσδε τῆς φωνῆς μεταβαλεῖν τεκμαιρομένῳ τῆς γνώμης τῶν λελεγμένων
短语 ὡς ἦν ἐς τὸ δυνατόν 为非人称表达(ἦν 相当于 ἐξῆν,“在可能之范围内”)。与格分词 τεκμαιρομένῳ 为评断与格(“对(推测的)人而言”),支配属格宾语 τῆς γνώμης。这是阿庇安说明自己根据拉丁文备忘录(ὑπομνήματα)推敲大意并转译为希腊语(τῆσδε τῆς φωνῆς)的史家笔法。
