← 阿庇安

内战记

§5542-5544

卢基乌斯的自辩与为部属求情

卢基乌斯·安东尼在与凯撒(屋大维)会面时申明,自己开战并非为了私利,而是为了恢复共和政体,并恳求凯撒将所有罪责与惩罚集中于自己一身,赦免其友人与将士。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5542

ὡς δὲ ἐπὶ τὴν τάφρον ἀφίκοντο, προσηγόρευσάν τε ἀλλήλους καὶ ὁ Λεύκιος ἔφη· “εἰ μὲν ξένος ὢν ἐπολέμησα, ὦ Καῖσαρ, αἰσχρὰν ἂν τὴν τοιαύτην ἧσσαν ἡγούμην καὶ αἰσχίονα ἔτι τὴν παράδοσιν· καὶ τῆσδε τῆς αἰσχύνης εἶχον ἀπαλλαγὴν εὔκολον παρʼ ἐμαυτοῦ.1 ἐπεὶ δὲ πολίτῃ διηνέχθην καὶ ὁμοτίμῳ καὶ ὑπὲρ τῆς πατρίδος, οὐκ αἰσχρὸν ἡγοῦμαι μετὰ τοιᾶσδε προφάσεως ὑπὸ τοιοῦδε ἡσσῆσθαι. καὶ τάδε λέγω οὐ παραιτούμενος παθεῖν, ὅ τι θέλοις ʽδιὰ γάρ σοι τοῦτο ἐς τὸ στρατόπεδον τὸ σὸν ἄνευ σπονδῶν ἱέμην̓, ἀλλʼ ἵνα τοῖς ἄλλοις αἰτήσω συγγνώμην δικαίαν τε καὶ τοῖς σοῖς πράγμασι συμφέρουσαν. δεῖ δέ με τοῦτο ἐπιδεικνύντα διελεῖν τὸν λόγον ὑπὲρ τε ἐκείνων καὶ ὑπὲρ ἐμαυτοῦ, ἵνα μόνον ἐμὲ τῶν γεγονότων αἴτιον ἐπιγνοὺς εἰς ἐμὲ τὴν ὀργὴν συναγάγῃς. μὴ νομίσῃς δὲ ἐλεγχθήσεσθαι μετὰ παρρησίας ʽἄκαιρον γάῤ, ἀλλὰ μετὰ ἀληθείας, ἧς οὐκ ἔνι μοι χωρὶς εἰπεῖν.

当他们来到壕沟前时,彼此致意问候,卢基乌斯说道: “凯撒啊,如果我是作为异邦人参战,我会认为这样的战败是可耻的,而投降则更为可耻;并且我本可以凭自己的双手轻易摆脱这种耻辱。然而,由于我是与同胞公民、地位平等之人,为了祖国而发生纷争,因此我不认为在这样的因由下被这样的人击败是可耻的。我说这番话,并不是为了请求免除你所意图施加于我的任何处置(正是为此缘故,我才在未定条约的情况下来到你的营地),而是为了替其他人请求公正且符合你利益的宽赦。为了证明这一点,我必须将论辩分为对他们和对我自身两部分,以便你认清我一人才是事件的元凶,将怒火完全集中于我一身。但请不要以为你将受到傲慢直言的驳难(因为那是不合时宜的),而是将受到真理的驳难,因为我不可能离开真理而言事。

§5543

ἐγὼ τὸν πρὸς σὲ πόλεμον ἠράμην, οὐχ ἵνα σε καθελὼν διαδέξωμαι τὴν ἡγεμονίαν, ἀλλʼ ἵνα τὴν ἀριστοκρατίαν ἀναλάβω τῇ πατρίδι, λελυμένην ὑπὸ τῆς τῶν τριῶν ἀρχῆς, ὡς οὐδʼ ἂν αὐτὸς ἀντείποις· καὶ γὰρ ὅτε συνίστασθε αὐτήν, ὁμολογοῦντες εἶναι παράνομον, ὡς ἀναγκαίαν καὶ πρόσκαιρον ἐτίθεσθε, Κασσίου καὶ Βρούτου περιόντων ἔτι καὶ ὑμῶν ἐκείνοις οὐ δυναμένων συναλλαγῆναι. ἀποθανόντων δὲ ἐκείνων, οἳ τὸ τῆς στάσεως κεφάλαιον ἦσαν, καὶ τῶν ὑπολοίπων εἴ τινα λείψανα ἔστιν, οὐ τῇ πολιτείᾳ πολεμούντων, ἀλλὰ ὑμᾶς δεδιότων, ἐπὶ δὲ τούτῳ καὶ τῆς πενταετίας παριούσης, ἀνακῦψαι τὰς ἀρχὰς ἐπὶ τὰ πάτρια ἠξίουν, οὐ προτιμῶν οὐδὲ τὸν ἀδελφὸν τῆς πατρίδος, ἀλλʼ ἐλπίζων μὲν ἐπανελθόντα πείσειν ἑκόντα, ἐπειγόμενος δὲ ἐπὶ τῆς ἐμῆς ἀρχῆς γενέσθαι. καὶ εἰ κατῆρξας σύ, μόνος ἂν καὶ τὴν δόξαν εἶχες. ἐπεὶ δὲ δή σε οὐκ ἔπειθον, ᾤμην ἐλθὼν ἐπὶ Ῥώμην καὶ ἀναγκάσαι, πολίτης τε ὢν καὶ γνώριμος καὶ ὕπατος. αἱ μὲν αἰτίαι, διʼ ἃς ἐπολέμησα, αὗται μόναι, καὶ οὔτε ὁ ἀδελφὸς οὔτε Μάνιος οὔτε Φουλβία, οὔτε ἡ κληρουχία τῶν ἐν Φιλίπποις πεπολεμηκότων οὔτε ἔλεος τῶν γεωργῶν τὰ κλήματα ἀφαιρουμένων, ἐπεὶ κἀγὼ τοῖς τοῦ ἀδελφοῦ τέλεσιν οἰκιστὰς ἔδωκα, οἱ τὰ τῶν γεωργῶν ἀφαιρούμενοι τοῖς στρατευσαμένοις διένεμον. ἀλλά με σὺ τήνδε τὴν διαβολὴν αὐτοῖς διέβαλλες, τὴν αἰτίαν τοῦ πολέμου μεταφέρων ἐπὶ τὴν κληρουχίαν ἀπὸ σαυτοῦ, καὶ τῷδε μάλιστα αὐτοὺς ἑλὼν ἐμοῦ κεκράτηκας· ἀνεπείσθησαν γὰρ πολεμεῖσθαί τε ὑπʼ ἐμοῦ καὶ ἀμύνεσθαί με ἀδικοῦντα. τεχνάζειν μὲν δή σε ἔδει πολεμοῦντα· νικήσαντα δέ, εἰ μὲν ἐχθρὸς εἶ τῆς πατρίδος, κἀμὲ ἡγεῖσθαι πολέμιον,2 ἃ ἔδοξα συνοίσειν αὐτῇ, βουληθέντα μέν, οὐ δυνηθέντα δὲ διὰ λιμόν.

我挑起对你的战争,并非为了打倒你并由我自己接替最高统治权,而是为了将已被三头政治解体的贵族政体重归祖国,这一点连你自己也不能否认。因为当你们建立这统治时,你们虽承认其违背律法,却将其设立为迫于无奈的权宜之计,因为卡西乌斯和布鲁图斯尚在,而你们无法与他们讲和。但是当作为党争首恶的他们死去,其余的残余势力即使有所留存,也并非向国制开战,而仅仅是惧怕你们;加之五年之期也正在逝去,我便要求各项官职恢复祖制,我甚至未将我的兄长置于祖国之上,而是指望在他归来时说服他自愿顺从,并急于在我自己的执政官任期内实现此事。如果你当初带头这样做,你本将独享这一荣光。既然我未能说服你,我便想亲自前往罗马以执政官、著名士人和公民的身份实行强制。这便是我开战的唯一原因,既非为了兄长,亦非为了马尼乌斯或富尔维娅,既非为了在腓立比参战者的土地分配,亦非出于对被剥夺地产的农夫的同情;因为我也曾为我兄长的军团任命分地委员,由他们夺取农夫的土地分给退役士兵。然而你却向他们散布对我的这番诋毁,将战争的责任从你自己身上转嫁到土地分配上,并且主要通过这种手段拉拢了他们,从而战胜了我;因为他们被说服相信是受到了我的攻击,是在反击作恶的我。在作战时,你固然应当施展权谋;但既然已经取胜,如果你是祖国的敌人,那么你也应当视我为仇敌——一个曾意图做自己认为有利于祖国之事,却因饥荒而未能做到的人。

§5544

λέγω δὲ ταῦτα ἐγὼ ἐγχειρίζων μὲν ἐμαυτόν σοι, καθάπερ εἶπον, εἰς ὅ τι θέλοις, ὑποδεικνὺς δέ, οἷα καὶ πρότερον καὶ νῦν ἐφρόνησα περὶ σοῦ καὶ φρονῶν ἔτι μόνος ἀφικόμην. καὶ περὶ μὲν ἐμοῦ τοσαῦτα· περὶ δὲ τῶν φίλων καὶ τοῦ στρατοῦ παντός, εἰ μὲν οὐχ ὑποπτεύσεις με λέγοντα, συμβουλεύσω τὰ σοὶ μάλιστα ὠφελιμώτατα, μηδὲν δεινὸν αὐτοὺς ἐργάσασθαι διὰ τὴν ἐμὴν καὶ σὴν φιλονικίαν, μηδὲ ἄνθρωπον ὄντα καὶ τύχῃ χρώμενον, οὐ βεβαίῳ πράγματι, κωλῦσαι τοὺς κινδυνεύειν ἐν τύχαις ἢ χρείαις ἐθελήσοντάς ποτε ὑπὲρ σοῦ, μαθόντας ἐκ τοῦδε τοῦ σοῦ νόμου δυσέλπιστον σῴζεσθαι μὴ κατορθοῦσιν.3 εἰ δὲ ὕποπτος ἢ ἄπιστος ἐχθροῦ πᾶσα συμβουλή, οὐκ ὀκνῶ καὶ παρακαλεῖν σε μὴ τοὺς φίλους τίνυσθαι τῆς ἐμῆς ἁμαρτίας καὶ τύχης, ἀλλʼ εἰς ἐμὲ συναγαγεῖν πάντα, τὸν πάντων αἴτιον. ἀφʼ ἧς δὴ γνώμης αὐτοὺς ὑπελιπόμην, ἵνα μὴ δόξαιμι, σοὶ τάδε λέγων ἐκείνων ἀκουόντων, ὑπὲρ ἐμαυτοῦ τεχνάζων εἰπεῖν.”

我陈说这些,正如我所言,是将我自己交托于你听凭任意处置,同时也表明我此前与如今对你抱有怎样的看法,并且正是怀着这样的看法,我才独自前来。关于我自身,说这些就够了;至于朋友们和全军,如果你不怀疑我的话,我将向你进献对你最为有益的劝告:切勿因我与你的争胜而对他们施加任何严酷之举,也切勿作为凡人且依凭无常的命运之神,去阻止未来可能在命运或危难之中甘愿为你冒险之人,因为他们将从你所立下的这一规矩中得知,未竟全功者绝难求生。但如果来自敌人的劝告皆不可信或受人怀疑,我亦不惜恳求你,不要将我的过错与厄运施加报复于我的朋友们,而是将一切归罪于我这引发一切的罪魁祸首。正是出于这一考虑,我才将他们留在了身后,免得在他们听闻之下对你说出这些话时,显得我是在为自己玩弄辞令。”

语法注3 条
  1. 5542εἶχον ἀπαλλαγὴν εὔκολον παρʼ ἐμαυτοῦ

    在非真实条件句的归结节中,表示能力或拥有的未完成过去时直陈式εἶχον省略了ἄν。这表明如果是对外战争的战败,他本可以通过自裁轻易摆脱耻辱(具备此种手段但因是对内纷争而未采用)。

  2. 5543τεχνάζειν μὲν δή σε ἔδει πολεμοῦντα· νικήσαντα δέ, εἰ μὲν ἐχθρὸς εἶ τῆς πατρίδος, κἀμὲ ἡγεῖσθαι πολέμιον

    无人称动词ἔδει统领两个不定式短语τεχνάζειν...与ἡγεῖσθαι...。这里对比了交战时(πολεμοῦντα)的权谋(τεχνάζειν)与获胜后(νικήσαντα)对敌我的认定(ἡγεῖσθαι)。后半部在条件从句(εἰ μὲν ἐχθρὸς εἶ...)配合下,句意结构为“如果你是祖国的敌人,你便也当视我为敌”。

  3. 5544μαθόντας ἐκ τοῦδε τοῦ σοῦ νόμου δυσέλπιστον σῴζεσθαι μὴ κατορθοῦσιν

    宾格分词μαθόντας修饰前文κωλῦσαι的宾语(τοὺς κινδυνεύειν... ἐθελήσοντάς ποτε)。其后带有间接引语性质的无人称谓词结构δυσέλπιστον [ἐστὶ] σῴζεσθαι(获救是希望渺茫的),而与格分词μὴ κατορθοῦσιν(对于未获成功者而言)在此充当相关与格,修饰不定式σῴζεσθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5542-5544