← 阿庇安

内战记

§5539-5541

卢基乌斯的演说与同凯撒的直接会面

陷入绝境的卢基乌斯向将士们发表讲话,表明自己恢复共和的初衷及受制于饥荒的败因,提出以自身为代价换取全军赦免并遣使求和;因凯撒的回复引发其私敌恐慌,卢基乌斯决定亲往会见凯撒,双方在阵前展现出相互尊重的姿态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5539

γενομένης οὖν τινος ἐς τοῦτο πείρας καὶ ἐλπίδος οὐκ ἀηδοῦς, τὸν στρατὸν συναγαγὼν ἔλεξεν ὧδε· “γνώμη μὲν ἦν μοι τὴν πάτριον ὑμῖν ἀποδοῦναι πολιτείαν, ὦ συστρατιῶται, τυραννίδα τὴν τῶν τριῶν ἀνδρῶν ἀρχὴν καὶ οὐδʼ, ἐφʼ ᾗ συνέστη προφάσει, Κασσίου καὶ Βρούτου τεθνεώτων διαλυθεῖσαν.1 Λεπίδου γὰρ τὸ μέρος τῆς ἀρχῆς ἀφῃρημένου καὶ Ἀντωνίου πορρωτάτω χρήματα συλλέγοντος, εἷς οὗτος ἅπαντα πρὸς τὴν ἑαυτοῦ γνώμην διῴκει, τὰ δὲ πάτρια Ῥωμαίοις πρόσχημα μόνον ἦν καὶ γέλως. ἅπερ ἐγὼ μεταβάλλειν ἐς τὴν ἄνωθεν ἐλευθερίαν τε καὶ δημοκρατίαν ἐπινοῶν ἠξίουν τῶν ἐπινικίων διαδοθέντων ἐκλυθῆναι τὴν μοναρχίαν. ἐπεὶ δὲ οὐκ ἔπειθον, ἐπειρώμην ἐπὶ τῆς ἐμῆς ἀρχῆς καταναγκάσαι. ὁ δέ με τῷ στρατῷ διέβαλλε, κωλύειν τὰς κληρουχίας ἐλέῳ τῶν γεωργῶν· καὶ τὴν διαβολὴν ἐγὼ τήνδε ἠγνόησα ἐπὶ πλεῖστον. ἀλλʼ οὐδὲ ἐπιγνοὺς ἐπίστευσά τινα πιστεύσειν, ὁρῶντα τοὺς οἰκιστὰς καὶ παρʼ ἐμοῦ δεδομένους, οἳ μεριεῖν ἔμελλον ὑμῖν τὰς κληρουχίας. ἀλλὰ ἐδημαγώγησε γάρ τινας ἡ διαβολή, καὶ πρὸς ἐκεῖνον ᾤχοντο πολεμήσοντες ὑμῖν, ὡς νομίζουσι, σὺν χρόνῳ δʼ εἴσονται στρατευσάμενοι καθʼ αὑτῶν. ὑμῖν δʼ ἐγὼ μαρτυρῶ μὲν ἑλομένοις τὰ ἀμείνονα καὶ ὑπὲρ δύναμιν κακοπαθήσασιν, ἡττήμεθα δὲ οὐχ ὑπὸ τῶν πολεμίων, ἀλλὰ τοῦ λιμοῦ, ᾧ δὴ καὶ πρὸς τῶν ἡμετέρων στρατηγῶν ἐγκαταλελείμμεθα. ἐμοὶ μὲν δὴ καλῶς εἶχεν ἀγωνίσασθαι μέχρι τοῦ τελευταίου δαίμονος ὑπὲρ τῆς πατρίδος· καλὸν γάρ μοι τὸν ἔπαινον ἐπὶ τῇ γνώμῃ καὶ τὸ τέλος ἐποίει·2 οὐχ ὑφίσταμαι δὲ διʼ ὑμᾶς, οὓς τῆς ἐμῆς προτίθημι εὐκλείας. πέμψω δὴ πρὸς τὸν κεκρατηκότα καὶ δεήσομαι ἐμοὶ μὲν ἀντὶ πάντων ὑμῶν εἰς ὃ θέλει καταχρήσασθαι μόνῳ, ὑμῖν δὲ ἀντʼ ἐμοῦ ἀμνηστίαν δοῦναι, πολίταις τε οὖσιν αὐτοῦ καὶ στρατιώταις ποτὲ γενομένοις καὶ οὐδὲ νῦν ἀδικοῦσιν οὐδὲ πολεμήσασιν ἄνευ καλῆς αἰτίας οὐδὲ ἡσσημένοις πολέμῳ μᾶλλον ἢ λιμῷ.”

于是,当对此做出了某种尝试且带来了令人欣慰的希望时,卢基乌斯召集军队,发表了如下演说:“战友们,我的本意是为你们恢复祖传的政制,因为我认为三巨头的统治是一种僭主统治,并且在卡西乌斯和布鲁图斯死后,其当初成立的借口已不复存在,却仍未解散。因为随着雷必达被剥夺了权力份额,安东尼在极远之地搜刮钱财,这独一之人便凭着个人意旨掌控一切,而罗马人的祖传法统只是一块遮羞布和笑柄。我意图将这一切扭转回古昔的自由与共和,故而要求在凯旋奖赏发放完毕后废除独裁专制。当我无法说服他时,我试图凭借我的执政官职权予以强制。但他却在军队中向我泼污水,诬称我出于怜惜农夫而阻碍土地分配;我对这番诋毁蒙在鼓里达极久之久。然而即使得知之后,我也不相信会有人相信它,因为他们看到那些本将为你们分配土地的分地委员中,亦有由我派出的人。但这番诋毁终究蛊惑了某些人,他们投奔他那里去与你们作战——正如他们所自以为的那样,然而假以时日,他们终将明白他们是在向自己人开战。至于你们,我证明你们选择了一条更为光荣的道路,并且忍受了超越人力极限的苦难;我们并未被敌人击败,而是败给了饥荒,我们甚至被我们自己的将领们遗弃在这饥荒之中。对我而言,为祖国奋战至最后的命运本是壮烈的;因为这一结局本会使人们对我志愿的赞颂变得更为崇高。但我为了你们而不去承受这种结局,因为我将你们置于我个人的英名之上。因此,我将派人前往胜者之处,恳求他将我一人任由他随意处置以代你们所有人,但要赦免你们以换取我一人;因为你们既是他的同胞公民,又曾是他的麾下士兵,如今既非不义,亦非无端作战,且败于饥荒甚于败于战场。”

§5540

ὁ μὲν οὕτως εἶπε καὶ εὐθὺς ἔπεμπε τρεῖς ἐπιλεξάμενος ἐκ τῶν ἀρίστων· ἡ δὲ πληθὺς ἀνῴμωζον, οἱ μὲν ἑαυτῶν χάριν, οἱ δὲ τοῦ στρατηγοῦ, γνώμῃ μὲν ὁμοῦ σφισιν ἀρίστου καὶ δημοκρατικοῦ φανέντος, ὑπὸ δʼ ἐσχάτης ἀνάγκης ἡττημένου. οἱ δὲ τρεῖς ἐντυχόντες τῷ Καίσαρι ἀνεμίμνῃσκον τοῦ γένους τῶν στρατῶν ἑνὸς ἑκατέροις ὄντος καὶ στρατειῶν ὁμοῦ γενομένων καὶ φιλίας τῶν ἐπιφανῶν καὶ ἀρετῆς προγόνων οὐκ ἐς ἀνήκεστον τὰς διαφορὰς προαγαγόντων· ὅσα τε εἰκὸς ἦν ἄλλα ἐπαγωγά, τούτοις ὅμοια, ἔλεγον. ὁ δὲ Καῖσαρ εἰδὼς τῶν πολεμίων τοὺς μὲν ἀπειροπολέμους ἔτι, τοὺς δὲ κληρούχους γεγυμνασμένους ἔφη τεχνάζων τοῖς ὑπʼ Ἀντωνίῳ στρατευσαμένοις διδόναι τὴν ἀμνηστίαν, ὡς χάριν ἐκείνῳ φέρων, τοὺς δʼ ἄλλους ἐπιτρέπειν σφᾶς ἑαυτῷ προσέτασσεν. ταῦτα μὲν εἶπεν ἅπασιν, ἰδίᾳ δὲ ἕνα τῶν τριῶν ἀπολαβών, Φούρνιον, ἐς μείζονα φιλανθρωπίαν ἐπήλπισε τοὺς περὶ Λεύκιον καὶ τοὺς ἄλλους χωρὶς τῶν ἰδίων ἐχθρῶν ἑαυτοῦ.

他言毕,立即从最杰出的人士中挑选了三人派出。大众放声痛哭,有人为了自身,有人则为了主帅,因为在他们看来,主帅在志向上一片赤诚且忠于共和,却被绝境所压垮。这三人在觐见凯撒后,提醒他两军本系同一血脉,曾共同征战,知名士人之间素有友谊,以及先祖在争端中从不将其推向不可收拾之境的德行;凡属此类足以打动人心的言辞,他们都一一陈说。但凯撒深知敌军中有的尚不谙战事,有的则是训练有素的殖民老兵,便施展手腕,宣称对曾在安东尼麾下服役者给予赦免,如同向安东尼卖个人情,而命其余所有人无条件归顺听凭处置。他对众人公开如此表态;但私下里将三人中的富尔尼乌斯单独召来,使卢基乌斯及其周围的人以及除自己私敌之外的其他人对更大的宽大抱有希望。

§5541

οἵδε οὖν οἱ τοῦ Καίσαρος ἐχθροί, τὴν ἰδίᾳ γενομένην ἔντευξιν τοῦ Φουρνίου ὑπονοοῦντες ἐπὶ σφίσι γενέσθαι, αὐτόν τε τὸν Φούρνιον ἐλοιδόρουν ἐπανελθόντα καὶ τὸν Λεύκιον ἠξίουν ἢ σπονδὰς αὖθις αἰτεῖν ὁμοίας ἅπασιν ἢ πολεμεῖν μέχρι θανάτου· οὐ γὰρ ἴδιόν τινι τὸν πόλεμον, ἀλλὰ κοινὸν ὑπὲρ τῆς πατρίδος γεγονέναι. καὶ ὁ Λεύκιος ἐπῄνει μὲν ἐλεῶν ἄνδρας ὁμοτίμους καὶ πέμψειν ἔλεγεν ἑτέρους, οὐδένα δὲ εἰπὼν ἀμείνονα ἔχειν ἑαυτοῦ, εὐθὺς ἄνευ κήρυκος ᾔει, προθεόντων αὐτοῦ δρόμῳ τῶν ἀπαγγελούντων Καίσαρι κατιέναι Λεύκιον.3 ὁ δὲ αὐτίκα ὑπήντα. ἑωρῶντο οὖν ἀλλήλοις ἤδη μετὰ τῶν φίλων καὶ περιφανεῖς ἦσαν ἀπὸ τῶν σημείων καὶ τῆς στολῆς οὔσης ἑκατέρῳ στρατηγικῆς. καὶ ὁ Λεύκιος ἀποθέμενος τοὺς φίλους ᾔει σὺν δύο ῥαβδούχοις μόνοις, ἐπιδεικνὺς ἅμα τὴν γνώμην ἀπὸ τοῦ σχήματος· καὶ ὁ Καῖσαρ συνεὶς ἀντεμιμεῖτο ἐς δεῖγμα καὶ ὅδε τῆς εἰς τὸν Λεύκιον εὐνοίας ἐσομένης· ὡς δὲ καὶ σπεύδοντα εἶδε τὸν Λεύκιον παρελθεῖν ἐς τὸ Καίσαρος χαράκωμα, ἵνα καὶ τῷδε φαίνοιτο ἑαυτὸν ἐπιτρέπων ἤδη, προλαβὼν ὁ Καῖσαρ ἐξῆλθε τοῦ χαρακώματος, ἵνα ἐλεύθερον εἴη τῷ Λευκίῳ βουλεύεσθαί τε καὶ κρίνειν ἔτι περὶ αὑτοῦ. τοιάδε ἀλλήλοις προσιόντες ἀπό τε τῆς στολῆς καὶ τῶν σχημάτων προαπεδείκνυντο.

于是,凯撒的这些私敌怀疑与富尔尼乌斯的密谈是针对他们的,便在富尔尼乌斯归来时辱骂他,并要求卢基乌斯要么重新请求对所有人平等的和约,要么战斗至死;因为这场战争并非为个别人而起,而是为了祖国而共同进行的。卢基乌斯怜悯这些地位崇高的人,赞同他们的话,并表示将另遣使者,但他又说无人能比自己更合适,便立即在未带传令官的情况下亲自前往,奔跑在前的信使抢先飞奔去向凯撒通报卢基乌斯亲自出城前来。凯撒当即出迎。此时两人在友人的陪同下互相望见,从军旗以及各自所穿的将领戎装上便极易辨识。卢基乌斯抛下友人们,仅带两名扈从前行,以此姿态表明其意图;凯撒明白后亦投桃报李,以示对卢基乌斯将展现的好意。而当凯撒见卢基乌斯急于步入凯撒的壁垒——企图以此举表明自己已将自身听凭处置时——凯撒抢先迈出壁垒之外,好让卢基乌斯仍能保留自由来商榷并决断自身命运。两人彼此走近时,便在服饰与举止上预先展现出了此等姿态。

语法注3 条
  1. 5539τυραννίδα τὴν τῶν τριῶν ἀνδρῶν ἀρχὴν καὶ οὐδʼ, ἐφʼ ᾗ συνέστη προφάσει, Κασσίου καὶ Βρούτου τεθνεώτων διαλυθεῖσαν

    句中 τὴν τῶν τριῶν ἀνδρῶν ἀρχήν 作宾格主语,τυραννίδα 作其补足语(宾格表语),διαλυθεῖσαν 为性数格一致的谓语分词,在此承接上文意图,省略了不定词 εἶναι。Κασσίου καὶ Βρούτου τεθνεώτων 为表示时机或原因的独立属格结构。

  2. 5539καλὸν γάρ μοι τὸν ἔπαινον ἐπὶ τῇ γνώμῃ καὶ τὸ τέλος ἐποίει

    该分句的主语为 τὸ τέλος(结局/死),动词 ἐποίει 支配宾语 τὸν ἔπαινον ἐπὶ τῇ γνώμῃ(对我志向的赞誉),而 καλόν 作双宾格结构中的宾语补足语(“因为结局亦会使对我意图的赞美变得崇高”)。倒装语序(hyperbaton)将强调的表语 καλόν 提前。

  3. 5541προθεόντων αὐτοῦ δρόμῳ τῶν ἀπαγγελούντων Καίσαρι κατιέναι Λεύκιον

    这是一个以 τῶν ἀπαγγελούντων 为逻辑主语的独立属格结构。αὐτοῦ 是第三人称代词属格,由复合动词 προθεόντων 的前缀 πρό- 所支配,意为“在他前面奔跑”(虽亦可作地点副词“在此处”,但作代词修饰人称更为自然)。δρόμῳ 为方式与格(“飞奔疾驰”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5539-5541