- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5436-5438
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
绝望的卢基乌斯军队发起拼死攻城却遭凯撒预备队击溃;在随后的恐慌消沉与官兵叛逃中,卢基乌斯被迫倾向于求和。
ἐπεὶ δὲ οὔτε τοῦ λιμοῦ τι τέλος ἦν οὔτε τῶν θανάτων, ἀχθόμενοι τοῖς γιγνομένοις οἱ ὁπλῖται παρεκάλουν τὸν Λεύκιον αὖθις ἀποπειρᾶσαι τῶν τειχῶν, ὡς διακόψοντες αὐτὰ πάντως. ὁ δὲ τὴν ὁρμὴν ἀποδεξάμενος, “οὐκ ἀξίως,” ἔφη, “πρῴην τῆς παρούσης ἀνάγκης ἠγωνισάμεθα,” καὶ νῦν ἢ παραδιδόναι σφᾶς ἢ τοῦτο χεῖρον ἡγουμένους θανάτου μάχεσθαι μέχρι θανάτου. δεξαμένων δὲ προθύμως ἁπάντων καὶ, ἵνα μή τις ὡς ἐν νυκτὶ πρόφασις γένοιτο, κατὰ φῶς ἄγειν σφᾶς κελευόντων, ὁ Λεύκιος ἦγε πρὸ ἡμέρας. σίδηρόν τε τειχομάχον εἶχον πολὺν καὶ κλίμακας ἐς εἴδη πάντα διεσκευασμένας. ἐφέρετο δὲ καὶ τάφρων ἐγχωστήρια ὄργανα καὶ πύργοι πτυκτοί, σανίδας ἐς τὰ τείχη μεθιέντες, καὶ βέλη παντοῖα καὶ λίθοι, καὶ γέρρα τοῖς σκόλοψιν ἐπιρριπτεῖσθαι. προσπεσόντες δὲ μεθʼ ὁρμῆς βιαίου τὴν τάφρον ἐνέχωσαν καὶ τοὺς σταυροὺς ὑπερέβησαν καὶ τοῖς τείχεσι προσελθόντες οἱ μὲν ὑπώρυσσον, οἱ δὲ τὰς κλίμακας ἐπῆγον, οἱ δὲ τοὺς πύργους· ἐνεχείρουν τε ὁμοῦ καὶ ἠμύνοντο λίθοις καὶ τοξεύμασι καὶ μολυβδαίναις σὺν πολλῇ θανάτου καταφρονήσει. καὶ τάδε ἐγίγνετο κατὰ μέρη πολλά· ἐπειδὴ δέ τινας ἐς πολλὰ διαιρουμένοις τοῖς πολεμίοις ἀσθενέστερα πάντα ἦν.
由于饥荒和死亡都没有休止,重装步兵们对目前的处境深感痛苦,便请求卢基乌斯再次向防御工事发起进攻,誓要无论如何也要将其突破。卢基乌斯赞许了这股冲劲,说道:“我们前些日子作战的表现,配不上我们如今所面临的绝境。”他表示,现在要么投降,要么视投降甚于死亡而战斗至死。众人都欣然接受,并请求他在天光下率领他们出击,以免有人在夜色掩护下借故懈怠;于是卢基乌斯在破晓前率众出战。他们拥有大量的攻城铁器以及备制成各种形制的云梯。还有用来填平壕沟的器械、能向城墙垂下跳板的折叠攻城塔、各类箭石以及用以抛掷在鹿砦尖桩之上的柳条排栅。他们以猛烈的气势扑向敌阵,填平了壕沟,越过了栅栏,逼近了城墙,有人挖掘墙基,有人架设云梯,有人推近攻城塔;他们抱着对死亡的极大蔑视,同时动手攻打并以石块、弓箭和铅弹还击。这些攻势在多处展开;因为当敌军被分散于多处时,在某些地段一切防守便显得更为薄弱。
Ἐκταθεισῶν δέ που τῶν σανίδων ἐς τὸ τεῖχος, βία τότε μάλιστα ἐπικίνδυνος ἦν τῶν Λευκιανῶν ἐπὶ ταῖς σανίσι μαχομένων, καὶ βέλη πλάγια πάντοθεν ἦν ἐς αὐτοὺς καὶ ἀκόντια. ἐβιάσαντο δὲ ὅμως καὶ ἐς τὸ τεῖχος ἐξήλαντο ὀλίγοι, καὶ αὐτοῖς εἵποντο ἕτεροι· καὶ τάχα ἄν τι ἐξείργαστο αὐτοῖς μετὰ ἀπονοίας, εἰ μή,1 γνωσθέντος οὐ πολλὰ εἶναι τὰ τοιαῦτα μηχανήματα, οἱ ἄριστοι τῶν Καίσαρος ἐφεδρειῶν ἀκμῆτες ἐπήγοντο κεκμηκόσι. τότε γὰρ δὴ τῶν τειχῶν αὐτοὺς κατήρειψαν καὶ τὰ μηχανήματα συνέτριψαν καὶ ἔβαλλον ἄνωθεν ἤδη σὺν καταφρονήσει. τοῖς δὲ τὰ μὲν ὅπλα καὶ τὰ σώματα ὅλα συνεκέκοπτο, καὶ βοὴ σφᾶς ἐπελελοίπει, παρέμενον δʼ ὅμως τῇ προθυμίᾳ. ὡς δὲ καὶ τὰ νεκρὰ τῶν ἐπὶ τοῦ τείχους ἀνῃρημένων ἐσκυλευμένα κάτω διερριπτεῖτο, τὴν ὕβριν οὐκ ἔφερον, ἀλλὰ ἀνετρέποντο ὑπὸ τῆς ὄψεως, καὶ μικρὸν ἔστησαν ἀποροῦντες ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ διαναπαυόμενοι. ὧδε δὲ αὐτοὺς ἔχοντας ἐλεῶν ὁ Λεύκιος ἐκάλει τῇ σάλπιγγι ἀναχωρεῖν. ἡσθέντων δὲ τῶν Καίσαρος ἐπὶ τῷδε καὶ τὰ ὅπλα παταγησάντων οἷον ἐπὶ νίκῃ, ἐρεθισθέντες οἱ τοῦ Λευκίου τὰς κλίμακας αὖθις ἁρπάσαντες ʽοὐ γὰρ ἔτι πύργους εἶχον’ ἔφερον ἐς τὰ τείχη μετὰ ἀπονοίας, οὐδὲν ἔτι βλάπτοντες· οὐ γὰρ ἐδύναντο. περιθέων δʼ αὐτοὺς ὁ Λεύκιος ἐδεῖτο μὴ ψυχομαχεῖν ἔτι καὶ οἰμῴζοντας ἀπῆγεν ἄκοντας.
在跳板伸向城墙之处,卢基乌斯麾下的士兵在跳板上搏杀,其声势尤为凶险,飞箭和投枪从各方斜向他们射来。然而他们依然强行冲杀,少数人跃上了城墙,其他人紧随其后;若非得知这类器械数量不多,凯撒便将最精锐的新锐预备队调来对付疲惫不堪的攻城者,他们本可能凭借拼死一搏而有所斩获。当时凯撒军确实将他们击落城墙,捣毁了攻城器械,并已带着蔑视从上方倾泻矢石。卢基乌斯部下的甲胄和躯体全被打得稀烂,甚至连呐喊的力气也已丧失,但他们凭着斗志依然坚守。然而,当城墙上阵亡者的尸体被剥去铠甲抛下墙来时,他们无法忍受这等侮辱,反被这番景象所动摇,陷入困惑之中驻足片刻,犹如体育竞技中稍事歇息的摔跤手。卢基乌斯见他们如此情状心生怜悯,便鸣金收兵。凯撒军见状欢欣雀跃,敲击兵刃如同庆祝胜利,这激怒了卢基乌斯的部下,他们再次抓起云梯——因为他们已不再拥有攻城塔——拼死运往城墙,但已无法造成任何杀伤,因为他们已无能为力。卢基乌斯在他们之中来回奔走,请求他们不要再作无谓的垂死挣扎,将哭嚎着的将士们违心地强行领回。
τὸ μὲν δὴ τέλος τῆσδε τῆς τειχομαχίας, ἐκθυμοτάτης γενομένης, ἐς τοῦτο ἐτελεύτα· ὁ δὲ Καῖσαρ, ἵνα μὴ αὖθις ἐπιτολμήσειαν οἱ πολέμιοι τοῖς τείχεσι, τὴν στρατιάν, ὅση τοῖς γιγνομένοις ἐφήδρευε, παρʼ αὐτὸ τὸ τεῖχος ἵδρυσε καὶ ἐδίδαξεν ἀναπηδᾶν ἐς τὸ τεῖχος ἄλλους ἀλλαχοῦ κατὰ σύνθημα σάλπιγγος· συνεχῶς τε ἀπεπήδων οὐδενὸς ἐπείγοντος, ἵνα διδαχή τε σφίσι καὶ φόβος εἴη τοῖς πολεμίοις. ἀθυμία δὲ ἐπεῖχε τοὺς τοῦ Λευκίου, καί, ὅπερ ἐν τοῖς τοιούτοις εἴωθε γίγνεσθαι, τῆς φυλακῆς οἱ φύλακες ἠμέλουν· ἐκ δὲ τῆς ἀμελείας αὐτομολίαι πολλῶν ἐγίγνοντο, καὶ οὐχ οἱ ἀφανέστεροι τοῦτο μόνοι, ἀλλὰ καὶ τῶν ἡγεμονικῶν τινες ἔδρων. ἐνεδίδου τε ὁ Λεύκιος ἤδη πρὸς διαλύσεις ἐλέῳ τοσοῦδε πλήθους ἀπολλυμένου, ἐχθρῶν δέ τινων Καίσαρος περὶ σφῶν δεδιότων ἔτι ἐπεῖχεν.2 ὡς δὲ ὁ Καῖσαρ ὤφθη τοὺς αὐτομόλους φιλανθρώπως ἐκδεχόμενος καὶ πλείων ὁρμὴ πᾶσιν ἐς τὰς διαλύσεις ἐγίγνετο, δέος ἥπτετο τοῦ Λευκίου, μὴ ἀντιλέγων ἐκδοθείη.3
这场打得异常惨烈的攻城战,最终便以此等结局收场。凯撒为了防备敌人再次胆敢侵犯城墙,将战斗期间待命的所有预备兵力部署在城墙根下,并训练他们按照军号的信号在各处纷纷跃上城墙;在并无敌情催逼的情况下,他们亦频繁跃动,以此作为自身的演练,并给敌人造成威慑。沮丧的情绪笼罩了卢基乌斯的军队,正如在这类境况中常发生的那样,守卫们对岗哨日渐懈怠;因这种懈怠,许多人纷纷叛逃,不仅微不足道之辈如此,连部分军官亦同样潜逃。卢基乌斯出于怜悯如此众多走向毁灭的军民,本已倾向于达成和解,但因凯撒的若干宿敌担忧自身安危,他仍犹豫不决。然而,当凯撒被看到仁慈宽厚地接纳叛逃者,且众人寻求和解的呼声愈发强烈时,卢基乌斯心生恐惧,唯恐自己若执意反对,反会被部下出卖引渡。
- 5437καὶ τάχα ἄν τι ἐξείργαστο αὐτοῖς μετὰ ἀπονοίας, εἰ μή
与过去事实相反的非真实条件句。主句由 ἄν 搭配直陈式过去完成时(ἐξείργαστο)构成,表示在过去那一时刻动作本可已经彻底完成;αὐτοῖς 作被动语态完成体动词的施动者与格(dative of agent)。由 εἰ μή 引导的从句则指出了阻止该结果实现的既成事实。
- 5438ἐχθρῶν δέ τινων Καίσαρος περὶ σφῶν δεδιότων ἔτι ἐπεῖχεν
ἐχθρῶν δέ τινων... δεδιότων 是表示原因的属格独立结构。主句动词 ἐπεῖχεν 在此处作不及物动词使用,意为“犹豫不决”或“按兵不动”,与前文的 ἐνεδίδου(倾向妥协)形成对比。
- 5438δέος ἥπτετο τοῦ Λευκίου, μὴ ἀντιλέγων ἐκδοθείη
由表示恐惧的短语 δέος ἥπτετο(“恐惧抓住了……”)引出的惧怕从句(μή 搭配祈愿式 ἐκδοθείη)。由于主句动词为过去时态(ἥπτετο),从句采用了祈愿式。现在分词 ἀντιλέγων 带有假设条件意味(“若是执意反对”),表示卢基乌斯害怕部下会将自己交出引渡给凯撒。
