← 阿庇安

内战记

§5433-5435

佩鲁西亚围线完工与卢基乌斯突围失败

凯撒在佩鲁西亚周围筑成严密的围困防线并将各路援军分别牵制,被围的卢基乌斯突围受挫,城内陷入惨绝人寰的极度饥荒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5433

καὶ ὁ Καῖσαρ αὐτίκα μετὰ σπουδῆς ἅπαντι τῷ στρατῷ τὴν Περυσίαν ἀπετείχιζε χάρακι καὶ τάφρῳ, πεντήκοντα καὶ ἓξ σταδίους περιιὼν διὰ τὸ τῆς πόλεως λοφῶδες καὶ σκέλη μακρὰ ἐπὶ τὸν Τίβεριν ἐκτείνων, ἵνα τι ἐς τὴν Περυσίαν μὴ ἐσφέροιτο. ἀντεπονεῖτό γε μὴν καὶ ὁ Λεύκιος, ἑτέροις ὁμοίοις χαρακώμασι καὶ τάφροις τὴν πέζαν ὀχυρούμενος τοῦ λόφου. καὶ Φουλβία Οὐεντίδιον καὶ Ἀσίνιον καὶ Ἀτήιον καὶ Καληνὸν ἐκ τῆς Κελτικῆς ἤπειγε βοηθεῖν Λευκίῳ καὶ στρατὸν ἄλλον ἀγείρασα Πλάγκον ἔπεμπεν ἄγειν Λευκίῳ. Πλάγκος μὲν δὴ τέλος τοῦ Καίσαρος ἐς Ῥώμην ὁδεῦον διέφθειρεν· Ἀσινίου δὲ καὶ Οὐεντιδίου σὺν μὲν ὄκνῳ καὶ διχονοίᾳ τῆς Ἀντωνίου γνώμης,1 διὰ δὲ Φουλβίαν ὅμως καὶ διὰ Μάνιον ἐς τὸν Λεύκιον ἰόντων καὶ τοὺς ἀποκλείοντας βιαζομένων, ὁ Καῖσαρ ὑπήντα σὺν Ἀγρίππᾳ, φυλακὴν τῆς Περυσίας καταλιπών. οἱ δὲ οὔτε τω συμβαλόντες ἀλλήλοις οὔτε σὺν προθυμίᾳ χωροῦντες, ὁ μὲν αὐτῶν ἐς Ῥάβενναν, ὁ δʼ ἐς Ἀρίμινον, ὁ δὲ Πλάγκος ἐς Σπωλήτιον συνέφυγον. καὶ ὁ Καῖσαρ αὐτῶν ἑκάστῳ στρατὸν ἐπιστήσας, ἵνα μὴ πρὸς ἀλλήλους συνέλθοιεν, ἐς τὴν Περυσίαν ἐπανῆλθε καὶ μετὰ σπουδῆς τὰς τάφρους προσεσταύρου καὶ ἐδιπλασίαζε τὸ βάθος καὶ πλάτος ὡς τριάκοντα πόδας ἀμφότερα εἶναι, τό τε περιτείχισμα ὕψου καὶ πύργους ἐπʼ αὐτοῦ ξυλίνους διʼ ἑξήκοντα ποδῶν ἵστη χιλίους καὶ πεντακοσίους· καὶ ἐπάλξεις τε ἦσαν αὐτῷ πυκναὶ καὶ ἡ ἄλλη παρασκευὴ πᾶσα διμέτωπος, ἔς τε τοὺς πολιορκουμένους καὶ εἴ τις ἔξωθεν ἐπίοι. ἐγίγνετο δὲ ταῦτα σὺν πείραις πολλαῖς καὶ μάχαις, ἀκοντίσαι μὲν ἀμεινόνων ὄντων τῶν Καίσαρος, συμπλέκεσθαι δὲ τῶν Λευκίου μονομάχων· καὶ πολλοὺς ἔκτεινον συμπλεκόμενοι.

于是凯撒立即全军出动,急忙用栅栏和壕沟将佩鲁西亚围堵起来;因该城多丘陵,围墙绵延五十六斯塔德,并向台伯河方向伸出长长的翼墙,使任何物资都无法运入佩鲁西亚。然而卢基乌斯也毫不示弱地构筑对御工事,用同样的其他栅栏和壕沟加固了山脚。富尔维娅则敦促文提迪乌斯、阿西尼乌斯、阿特伊乌斯和卡莱努斯从高卢前来救援卢基乌斯,并且招募了另一支军队,派遣普兰库斯率领前往支援卢基乌斯。普兰库斯确实全歼了凯撒正行军前往罗马的一个军团;但当阿西尼乌斯与文提迪乌斯虽因安东尼的意图不明而心存疑虑且意见分歧,却仍因富尔维娅和马尼乌斯的缘故向卢基乌斯进发并试图突破封锁者时,凯撒留下一支守军监视佩鲁西亚,同阿格里帕一同前往迎击。他们既未曾彼此汇合,又未满怀斗志地推进,于是一人逃往拉文纳,一人逃往阿里米努姆,普兰库斯则逃往斯波莱蒂乌姆。凯撒向他们各自派驻军队,使他们无法相互会合,随后返回佩鲁西亚,急忙在壕沟上加设木栅,并将其深宽各扩大一倍至三十尺;他加高了围墙,在墙上每隔六十尺树立一座木塔,共计一千五百座;他还修筑了密集的雉堞,其余所有防御工事皆呈双向,既针对城内被围者,又防备外界来袭之敌。这些工程是在多次交锋与战斗中推进的,凯撒的士卒长于投枪,而卢基乌斯的角斗士则长于近身肉搏;在接战肉搏中他们杀死了许多人。

§5434

ὡς δὲ ἐξείργαστο πάντα τῷ Καίσαρι, λιμὸς ἥπτετο τοῦ Λευκίου, καὶ τὸ κακὸν ἤκμαζεν ἀγρίως ἅτε μηδὲν αὐτοῦ μηδὲ τῆς πόλεως προπαρεσκευασμένης.2 ὧν ὁ Καῖσαρ αἰσθόμενος ἀκριβεστέρας τὰς φυλακὰς ἐποίει. νουμηνίας δὲ ἔτους ἐς τὴν ἐπιοῦσαν ἡμέραν οὔσης, φυλάξας ὁ Λεύκιος τὴν ἑορτὴν ὡς ἀμελείας τοῖς πολεμίοις αἰτίαν ἐξέθορε νυκτὸς ἐπὶ τὰς πύλας αὐτῶν ὡς διεκπαίσων αὐτοὺς καὶ στρατιὰν ἐπαξόμενος ἑτέραν· πολλὴ γὰρ ἦν αὐτῷ πολλαχοῦ. ταχὺ δὲ τοῦ πλησίον ἐφεδρεύοντος τέλους καὶ τοῦ Καίσαρος αὐτοῦ σὺν ταῖς στρατηγίσι σπείραις ἐπιδραμόντων, ὁ Λεύκιος μάλα προθύμως ἀγωνιζόμενος ἀνεώσθη. τῶν δʼ αὐτῶν ἡμερῶν ἐν Ῥώμῃ, τοῦ σίτου τοῖς στρατευομένοις φυλασσομένου, τὸ πλῆθος τῷ πολέμῳ καὶ τῇ νίκῃ φανερῶς ἐπηρῶντο καὶ ἐς τὰς οἰκίας ἐστρέχοντες ἐπὶ ἐρεύνῃ σίτου, ὅσα εὕροιεν, ἥρπαζον.

当凯撒完成一切工程后,饥荒席卷了卢基乌斯,祸患猛烈滋蔓,因为他本人与全城皆未曾作过任何预先准备。凯撒察觉到这一点,便把防范布置得更加严密。适逢次日为新岁朔日,卢基乌斯窥伺此节日会令敌人懈怠,遂趁夜向敌军营门发起突击,意欲突破重围并引来另一支军队,因为他在各处拥有大量兵力。但附近待命的军团以及率领近卫大队的凯撒本人迅速赶来增援,卢基乌斯虽奋勇搏战,终被击退。在同时期的罗马城内,由于粮食皆被留供军队,民众便公然诅咒这场战争及其胜利,并闯入民宅搜查粮食,凡搜寻所得,悉数抢掠。

§5435

οἱ δʼ ἀμφὶ τὸν Οὐεντίδιον αἰδούμενοι λιμῷ κάμνοντα Λεύκιον περιορᾶν, ἐχώρουν ἐς αὐτὸν ἅπαντες, βιαζόμενοι τοὺς Καίσαρος πανταχόθεν αὐτοὺς περικειμένους καὶ ἐνοχλοῦντας. ὑπαντώντων δʼ αὐτοῖς Ἀγρίππου τε καὶ Σαλουιδιηνοῦ μετὰ δυνάμεως ἔτι πλείονος, ἔδεισαν, μὴ κυκλωθεῖεν, καὶ ἐς Φουλκίνιόν τι χωρίον ἐξέκλιναν, ἑξήκοντα καὶ ἑκατὸν σταδίους τῆς Περυσίας διεστηκός· ἔνθα αὐτοὺς τῶν ἀμφὶ τὸν Ἀγρίππαν περικαθημένων3 πυρὰ πολλὰ ἤγειραν, σύμβολα τῷ Λευκίῳ. καὶ γνώμην ἐποιοῦντο Οὐεντίδιος μὲν καὶ Ἀσίνιος βαδίζειν καὶ ὣς μαχούμενοι, Πλάγκος δὲ ἔσεσθαι μέσους Καίσαρός τε καὶ Ἀγρίππου, χρῆναι δʼ ἔτι καραδοκεῖν τὰ γιγνόμενα· καὶ ἐκράτει λέγων ὁ Πλάγκος. οἱ δʼ ἐν τῇ Περυσίᾳ τὰ μὲν πυρὰ ἰδόντες ἥδοντο, τῶν δʼ ἀνδρῶν βραδυνόντων εἴκασαν καὶ τούσδε ἐνοχλεῖσθαι καὶ παυσαμένου τοῦ πυρὸς διεφθάρθαι. ὁ δὲ Λεύκιος τοῦ λιμοῦ πιέζοντος ἐνυκτομάχησεν αὖθις ἐκ πρώτης φυλακῆς ἐς ἕω περὶ ἅπαν τὸ περιτείχισμα· καὶ οὐ δυνηθεὶς ἀνέθορεν αὖθις ἐς τὴν Περυσίαν καὶ τὰς ὑπολοίπους συλλογισάμενος τροφὰς ἀπεῖπε δίδοσθαι τοῖς θεράπουσι καὶ ἐφύλασσεν αὐτοὺς μηδʼ ἐκφυγεῖν,4 ἵνα μὴ γνωριμώτερον γένοιτο τοῖς πολεμίοις τὸ δεινόν. ἠλῶντο οὖν οἱ θεράποντες κατὰ πλῆθος καὶ κατέπιπτον ἔν τε αὐτῇ τῇ πόλει καὶ μέχρι τοῦ σφετέρου διατειχίσματος, πόαν εἴ τινα εὕροιεν ἢ φυλλάδα χλωράν, νεμόμενοι. καὶ τοὺς ἀποψύχοντας ὁ Λεύκιος ἐς τάφρους ἐπιμήκεις κατώρυσσεν, ἵνα μήτε καιομένων ἐπίδηλον τοῖς ἐχθροῖς γένοιτο, μήτε σηπομένων ἀτμὸς καὶ νόσος.

文提迪乌斯等人耻于坐视卢基乌斯饱受饥荒之苦,便全军向他进发,强行冲破四面合围骚扰他们的凯撒军队。但当阿格里帕与萨尔维迪埃努斯率更庞大的兵力前来迎战时,他们唯恐遭到合围,遂转向距佩鲁西亚一百六十斯塔德的一处名为富尔基尼乌姆的据点;在那里,当阿格里帕部下围困他们时,他们点燃了许多篝火作为给卢基乌斯的信号。文提迪乌斯与阿西尼乌斯主张纵然如此也应一路战斗着前进,普兰库斯则称他们将被夹在凯撒与阿格里帕之间,应当继续静观事态发展;普兰库斯的建言占了上风。佩鲁西亚城内的人见到烽火甚为欣喜,但见援军迟延不至,便推想他们亦受阻击,待到烽火熄灭,便以为他们已被歼灭。卢基乌斯为饥荒所迫,再次从一更直到黎明在整条围墙一线进行夜战;未能突围后,他再次退回佩鲁西亚,清点余粮后下令禁止分配给奴隶,并严加看守以防他们逃跑,以免惨状为敌人所深知。奴隶们遂成群流窜,啃食所能找到的青草或绿叶,纷纷倒毙于城内以及直至己方隔墙的各处。卢基乌斯将断气者深埋入长壕之中,以免焚尸为敌所见,亦免尸体腐烂散发臭气与引发瘟疫。

语法注4 条
  1. 5433διχονοίᾳ τῆς Ἀντωνίου γνώμης

    与格 διχονοίᾳ 表方式(“心存疑虑/意见分歧”),属格 τῆς Ἀντωνίου γνώμης 为关系或宾格性属格(“关于安东尼的意向”),整体表示因不明安东尼的真正意向而犹豫不决或意见不一。

  2. 5434ἅτε μηδὲν αὐτοῦ μηδὲ τῆς πόλεως προπαρεσκευασμένης

    由 ἅτε 引导的属格绝对结构。阴性分词 προπαρεσκευασμένης 在语法上与最近的名词 τῆς πόλεως(阴性)一致,但通过合用结构(zeugma)在语义上也涵盖前方的阳性单数代词 αὐτοῦ(指卢基乌斯)。μηδέν 作内宾格或副词性对格(“未作任何预先准备”)。

  3. 5435ἔνθα αὐτοὺς τῶν ἀμφὶ τὸν Ἀγρίππαν περικαθημένων

    τῶν ἀμφὶ τὸν Ἀγρίππαν περικαθημένων 为属格绝对结构(“在阿格里帕部下包围之时”)。置于前方的对格代词 αὐτούς 是及物用法的 περικάθημαι 所辖之直接宾语被前置。

  4. 5435ἀπεῖπε δίδοσθαι τοῖς θεράπουσι καὶ ἐφύλασσεν αὐτοὺς μηδʼ ἐκφυγεῖν

    ἀπεῖπε(“禁止”)带被动不定式 δίδοσθαι(“[食物]被给予”)作宾语。随后的 ἐφύλασσεν αὐτοὺς μηδʼ ἐκφυγεῖν 则是表戒备/防范的动词 φυλάττω 带对格宾语(αὐτούς)与否定不定式(μηδʼ ἐκφυγεῖν),构成防范性从属构拟(“严加监视以防他们逃跑”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5433-5435