← 阿庇安

内战记

§5430-5432

卢基乌斯进占罗马与佩鲁西亚被围

卢基乌斯攻入罗马并宣称终结三巨头统治,但随后受到阿格里帕等人的牵制而被迫退守佩鲁西亚,遭到凯撒军队的合围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5430

καὶ ἦν τὰ κεφάλαια τοῦ πολέμου τοιάδε. Λευκίου μὲν δὴ δύο τέλη περὶ Ἄλβην ἐστασίασε καὶ τοὺς ἄρχοντας ἐκβαλόντα ἐς ἀπόστασιν ἐχώρει· ἐπειγομένων δὲ ἐς αὐτὰ Καίσαρός τε καὶ Λευκίου, φθάσας τὸν Καίσαρα ὁ Λεύκιος ἀνεσώσατο αὐτὰ χρήμασί τε πολλοῖς καὶ ὑποσχέσεσι μεγάλαις. Φουρνίου δʼ ἄλλον στρατὸν ἄγοντος τῷ Λευκίῳ, ὁ Καῖσαρ ἐξήπτετο τῆς οὐραγίας· ἐς δὲ λόφον ἀναδραμόντι τῷ Φουρνίῳ καὶ νυκτὸς ἐς ὁμογνώμονα πόλιν ἐπειγομένῳ Σεντίαν, νυκτὸς μὲν οὐχ ἕσπετο ὁ Καῖσαρ ἐνέδραν ὑποπτεύων, ἡμέρας δὲ τήν τε Σεντίαν ὁμοῦ καὶ τὸ τοῦ Φουρνίου στρατόπεδον ἐπολιόρκει. Λεύκιος δὲ ἐς Ῥώμην ἐπειγόμενος τρεῖς μὲν τάξεις προύπεμψεν, αἳ νυκτὸς ἔλαθον ἐς τὴν πόλιν ἐσδραμοῦσαι, αὐτὸς δὲ σὺν πολλῷ στρατῷ καὶ ἱππεῦσι καὶ μονομάχοις εἵπετο. καὶ αὐτὸν Νωνίου τοῦ φύλακος τῶν πυλῶν δεξαμένου τε καὶ τὸν ὑφʼ αὑτῷ στρατὸν ἐγχειρίσαντος, ὁ μὲν Λέπιδος ἐς Καίσαρα ἔφευγεν, ὁ δὲ Λεύκιος Ῥωμαίοις ἐδημηγόρει, Καίσαρα μὲν καὶ Λέπιδον αὐτίκα δώσειν δίκην ἀρχῆς βιαίου, τὸν δὲ ἀδελφὸν αὐτὴν ἑκόντα ἀποθήσεσθαι καὶ ὑπατείαν ἀλλάξεσθαι,1 νομιμωτέραν ἀρχὴν παρανόμου καὶ πάτριον ἀντὶ τῆς τυραννικῆς.

这场战争的概况如下。卢基乌斯的两个军团在阿尔巴附近哗变,驱逐了军官,企图叛离;凯撒与卢基乌斯皆争相赶赴当地,卢基乌斯抢在凯撒之前赶到,以重金和巨大的许诺重新收服了他们。当富尔尼乌斯为卢基乌斯率来另一支军队时,凯撒袭击了其后卫部队;富尔尼乌斯奔上一座山丘,并在夜间急奔同情的城镇森蒂亚,凯撒因怀疑有伏击而在夜间并未追击,但在白天将森蒂亚与富尔尼乌斯的营垒一同围困。卢基乌斯急奔罗马,预先派出了三个大队,他们趁夜不知不觉潜入城内,他本人则率领大军、骑兵和角斗士紧随其后。城门守将诺尼乌斯接纳了他,并交出麾下军队,勒庇多斯遂逃往凯撒处,卢基乌斯则向罗马民众发表演说,称凯撒与勒庇多斯将立刻因其实施暴政而受到惩处,而他的兄长则会自愿交出权力,改任执政官——以更合法的官职取代非法官职,以祖传制度取代僭主统治。

§5431

καὶ ὁ μὲν τάδε εἰπών, ἡδομένων ἁπάντων καὶ ἡγουμένων ἤδη λελύσθαι τὴν τῶν τριῶν ἀρχήν, αὐτοκράτωρ ὑπὸ τοῦ δήμου προσαγορευθεὶς ἐπὶ τὸν Καίσαρα ἐχώρει καὶ στρατὸν ἤθροιζεν ἄλλον ἐκ τῶν ἀποικίδων Ἀντωνίου πόλεων καὶ αὐτὰς ἐκρατύνατο. αἱ δὲ διʼ εὐνοίας μὲν ἦσαν Ἀντωνίῳ, Βαρβάτιος δὲ ὁ Ἀντωνίου ταμίας, Ἀντωνίῳ τι προσκρούσας καὶ διὰ ταῦτʼ ἐπανιών, ἔλεγε πυνθανομένοις τὸν Ἀντώνιον χαλεπαίνειν τοῖς πολεμοῦσι τῷ Καίσαρι κατὰ τῆς κοινῆς σφῶν δυναστείας. καὶ οἱ μέν, ὅσοι μὴ τῆς ἐξαπάτης ᾔσθοντο τῆς Βαρβατίου, ἐς τὸν Καίσαρα ἀπὸ τοῦ Λευκίου μετετίθεντο· ὁ δὲ Λεύκιος ὑπήντα Σαλουιδιηνῷ μετὰ στρατοῦ πολλοῦ πρὸς Καίσαρα ἐκ Κελτῶν ἐπανιόντι. καὶ εἵποντο τῷ Σαλουιδιηνῷ Ἀσίνιός τε καὶ Οὐεντίδιος, Ἀντωνίου στρατηγοὶ καὶ οἵδε, κωλύοντες αὐτὸν ἐς τὸ πρόσθεν ἰέναι. Ἀγρίππας δέ, φίλτατος Καίσαρι, δείσας ἐπὶ τῷ Σαλουιδιηνῷ μὴ κυκλωθείη, Σούτριον κατέλαβε, χωρίον τι χρήσιμον τῷ Λευκίῳ, νομίσας τὸν Λεύκιον ἀπὸ τοῦ Σαλουιδιηνοῦ περισπάσειν ἐφʼ ἑαυτὸν καὶ οἷ τὸν Σαλουιδιηνὸν βοηθήσειν,2 κατόπιν τοῦ Λευκίου γενόμενον. καὶ τάδε μέν, ὡς προσεδόκησεν ὁ Ἀγρίππας, ἐγίγνετο ἅπαντα· ὁ δὲ Λεύκιος ἀποτυχὼν ὧν ἐπενόει, πρὸς Ἀσίνιον καὶ Οὐεντίδιον ᾔει, ἐνοχλούντων αὐτὸν ἑκατέρωθεν Σαλουιδιηνοῦ τε καὶ Ἀγρίππου καὶ φυλασσόντων, ὅτε μάλιστα περιλάβοιεν ἐν τοῖς στενοῖς.

他说完这些话,众人都欣喜不已,以为三巨头的统治已然终结;卢基乌斯被民众拥戴为统帅,遂向凯撒进发,并从安东尼的殖民城邑中聚集了另一支军队,控制了这些城邑。这些城邑本就拥戴安东尼,但安东尼的财务官巴尔巴蒂乌斯因与安东尼发生争执而回国,对询问者称安东尼对那些违背他们共同统治而与凯撒开战的人十分愤怒。那些未察觉巴尔巴蒂乌斯欺骗的人,遂脱离卢基乌斯而倒向凯撒。卢基乌斯则前往迎击率大军从高卢返回与凯撒会合的萨尔维迪埃努斯。追击萨尔维迪埃努斯的是同为安东尼部将的阿西尼乌斯与文提迪乌斯,他们正阻拦其前进。然而凯撒最亲信的友人阿格里帕担心萨尔维迪埃努斯遭到包围,便占领了对卢基乌斯十分有用的要地苏特里乌姆,认为这样便能将卢基乌斯从萨尔维迪埃努斯引向自己,而处于卢基乌斯背后的萨尔维迪埃努斯便会前来增援自己。这一切果然完全如阿格里帕所料;卢基乌斯未能达成企图,遂向阿西尼乌斯和文提迪乌斯进发,萨尔维迪埃努斯和阿格里帕则从两侧骚扰他,伺机将他堵截在隘道之中。

§5432

ἐκφανείσης δὲ παρʼ αὐτὰ τῆς ἐπιβουλῆς ὁ Λεύκιος οὐ θαρρῶν ἀμφοτέροις ἑκατέρωθεν οὖσιν ἐς χεῖρας ἰέναι ἐς Περυσίαν παρῆλθεν, ἐχυρὰν πόλιν, καὶ παρʼ αὐτὴν ἐστρατοπέδευσε, τοὺς περὶ τὸν Οὐεντίδιον περιμένων. ὁμοῦ δʼ αὐτόν τε καὶ τὴν Περυσίαν ὁ Ἀγρίππας καὶ ὁ Σαλουιδιηνὸς καὶ ὁ Καῖσαρ ἐπελθὼν τρισὶ στρατοπέδοις ἐκυκλώσαντο· καὶ τὸν ἄλλον στρατὸν ὁ Καῖσαρ ἐκάλει πανταχόθεν κατὰ σπουδὴν ὡς ἐπὶ τοῦτο δὴ κεφάλαιον τοῦ πολέμου, ἐν ᾧ Λεύκιον εἶχε περιειλημμένον. προύπεμπε δὲ καὶ ἑτέρους, ἐμποδὼν εἶναι τοῖς ἀμφὶ τὸν Οὐεντίδιον ἐπιοῦσιν. οἱ δὲ καὶ αὐτοὶ διὰ σφῶν ὤκνουν ἐπείγεσθαι, τόν τε πόλεμον ἀποδοκιμάζοντες ὅλως καὶ τὴν Ἀντωνίου γνώμην οὐκ ἐπιστάμενοι καὶ τὴν ἡγεμονίαν τῆς στρατιᾶς οὐ παριέντες ἀλλήλοις κατʼ ἀξίωσιν οὐδέτερος. ὁ δὲ Λεύκιος οὔτʼ ἐς μάχην ᾔει τοῖς περικαθημένοις, ἀμείνοσι καὶ πλέοσιν οὖσι καὶ γεγυμνασμένοις, νεοστράτευτον ἔχων τὸ πλέον, οὔτε ἐς ὁδοιπορίαν, ἐνοχλησόντων αὐτὸν ὁμοῦ τοσῶνδε.3 Μάνιον δὲ ἐς τὸν Οὐεντίδιον καὶ Ἀσίνιον ἔπεμπεν, ἐπείγειν αὐτοὺς βοηθεῖν πολιορκουμένῳ Λευκίῳ, καὶ Τισιηνὸν μετὰ τετρακισχιλίων ἱππέων, λεηλατεῖν τὰ Καίσαρος, ἵνα ἀνασταίη. αὐτὸς δὲ παρῆλθεν ἐς τὴν Περυσίαν ὡς ἐν ὀχυρᾷ πόλει χειμάσων, εἰ δέοι, μέχρι τοὺς περὶ τὸν Οὐεντίδιον ἀφικέσθαι.

当这一意图即刻暴露时,卢基乌斯不敢与分居两侧的二者交手,退入了坚固的城邑佩鲁西亚,并在城旁安营扎寨,等待文提迪乌斯等人。阿格里帕、萨尔维迪埃努斯以及赶到的凯撒便以三座营垒将卢基乌斯与佩鲁西亚一同包围;凯撒急从各方召集其余军队,将其视为这场战争的决战关头,因为他已将卢基乌斯包围其中。他还派遣其他人前往阻截进军中的文提迪乌斯等人。然而文提迪乌斯等人自己也犹豫着不愿全速前进,他们完全反对这场战争,不知晓安东尼的意向,且出于各自的威望,谁也不愿将全军统率权让给对方。卢基乌斯既不敢向围攻者出战——因对方更为优秀、人数更多且训练有素,而他麾下多数是新募之兵——也不敢行军转移,因为如此众多的敌军会同时骚扰他。他派马尼乌斯前往文提迪乌斯与阿西尼乌斯处,催促他们救援被围困的卢基乌斯,并派蒂西埃努斯率四千骑兵洗劫凯撒的地盘,以迫使其撤围。他自己则退入佩鲁西亚城内,打算在必要时在这座坚固城中过冬,直至文提迪乌斯等人赶到。

语法注3 条
  1. 5430ὑπατείαν ἀλλάξεσθαι

    中动动词 ἀλλάσσομαι 带直接宾格 ὑπατείαν,意为“(作为交换而)取得、换取(执政官职)”。紧接着后文用 ἀντί 表示“以合法职位取代非法统治、以传统官职取代僭主统治”的对比,说明安东尼将自愿放弃三巨头专权,改任传统的执政官。

  2. 5431οἷ τὸν Σαλουιδιηνὸν βοηθήσειν

    此处的 οἷ 并非表示方向的关系副词“去何处”,而是间接反身代词(οὗ, οἷ, ἕ)的与格形式,指代主句主语阿格里帕本人(相当于 ἑαυτῷ)。在 νομίσας 引出的“带宾格的不定式”结构中,它作间接反身代词,表示“萨尔维迪埃努斯会前来协助他(阿格里帕)自己”。

  3. 5432ἐνοχλησόντων αὐτὸν ὁμοῦ τοσῶνδε

    由将来时分词 ἐνοχλησόντων 构成的属格独立结构,用作前面 οὔτε ἐς ὁδοιπορίαν(亦无法行军转移)的原因状语,表示预期的原因:“因为如此众多的敌军必将同时袭扰他”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5430-5432