- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5327-5329
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
随着凯撒与卢基乌斯的对立升级并分裂整个意大利,凯撒召集元老院与骑士试图调停,但卢基乌斯一方拒绝和解,内战正式爆发。
ὁ δὲ Καῖσαρ ἐς τὸ Βρεντέσιον στρατιωτῶν τέλος ἔπεμπε καὶ Σαλουιδιηνὸν κατὰ σπουδὴν ἐκ τῆς ἐς Ἰβηρίαν ὁδοῦ μετεκάλει. τούς τε στρατολογήσοντας σφίσιν ἀνὰ τὴν Ἰταλίαν ὁ Καῖσαρ καὶ ὁ Λεύκιος περιέπεμπον· πεῖραί τε τούτων τῶν ξεναγῶν ἦσαν ἐς ἀλλήλους βραχύτεραι καὶ μείζους καὶ ἐνέδραι πολλάκις. ἡ δὲ εὔνοια τῶν Ἰταλῶν ἐς τὸν Λεύκιον παρὰ πολὺ ἐποίει,1 ὡς ὑπὲρ σφῶν τοῖς κληρουχουμένοις πολεμοῦντα. καὶ οὐχ αἱ καταγραφόμεναι τῷ στρατῷ πόλεις ἔτι μόναι, ἀλλʼ ἡ Ἰταλία σχεδὸν ἅπασα ἀνίστατο, φοβουμένη τὰ ὅμοια· τούς τε τῷ Καίσαρι κιχραμένους ἐκ τῶν ἱερῶν χρημάτων ἐκβάλλοντες ἐκ τῶν πόλεων ἢ ἀναιροῦντες, τὰ τείχη σφῶν διὰ χειρὸς εἶχον καὶ πρὸς τὸν Λεύκιον ἐχώρουν. ἐχώρουν δὲ καὶ οἱ κατοικιζόμενοι τῶν στρατιωτῶν ἐς τὸν Καίσαρα, ὡς ἐς οἰκεῖον ἤδη πόλεμον ὑπὲρ σφῶν ἑκάτεροι διαιρούμενοι.
凯撒则派了一个军团的士兵前往布伦特西乌姆,并紧急将正行军前往伊斯帕尼亚的萨尔维迪埃努斯召回。凯撒与卢基乌斯双方都派遣军官在全意大利各地为自己征募军队;这些募兵官之间发生了多次或大或小的冲突,并且屡设伏击。然而,意大利人对卢基乌斯的拥戴产生了巨大的影响,因为人们认为他是在为他们抵抗受分地者的利益而战。不再只是被指定给军队的各城邑,几乎整个意大利都因害怕同样的遭遇而起事;他们将那些为凯撒从圣物资财中借款的人驱逐出城或处死,控制住各自的城墙,投奔卢基乌斯。另一方面,正接受屯垦安置的士兵们则投向凯撒,双方各自划分阵线,宛如投入一场已属于他们自己的、关乎自身利益的战争。
καὶ τῶνδε γιγνομένων ὁ Καῖσαρ ὅμως ἔτι τήν τε βουλὴν καὶ τοὺς καλουμένους ἱππέας συναγαγὼν ἔλεγεν ὧδε· “καταγινώσκομαι μέν, εὖ οἶδα, ὑπὸ τῶν περὶ Λεύκιον, οὐκ ἀμυνόμενος αὐτούς, εἰς ἀσθένειαν ἢ ἀτολμίαν, ἃ καὶ νῦν μου καταγνώσονται διὰ τήνδε τὴν σύνοδον ὑμῶν· ἐμοὶ δὲ ἔρρωται μὲν ὁ στρατός, ὅσος τέ μοι συναδικεῖται τὴν κληρουχίαν ἀφαιρούμενος ὑπὸ Λευκίου καὶ ὁ ἄλλος, ὃν ἔχω, ἔρρωται δὲ καὶ τὰ λοιπὰ πλὴν τῆς γνώμης μόνης. οὐ γὰρ ἡδύ μοι πολεμεῖν ἐμφυλίους πολέμους χωρὶς ἀνάγκης βαρείας, οὐδὲ καταχρῆσθαι τῶν πολιτῶν τοῖς ἔτι λοιποῖς κατʼ ἀλλήλων, καὶ μάλιστα τοῦδε τοῦ ἐμφυλίου οὐκ ἐκ Μακεδονίας ὑμῖν ἢ Θράκης ἀκουσθησομένου, ἀλλʼ ἐν αὐτῇ τῇ Ἰταλίᾳ γενησομένου, ἣν πόσα χρὴ χωρὶς τῶν ἀπολλυμένων ἀνδρῶν κακοπαθῆσαι, γιγνομένην στάδιον ἡμῖν.2 ἐγὼ μὲν δὴ διὰ τάδε ὀκνῶ καὶ νῦν ἔτι μαρτύρομαι μηδὲν ἀδικεῖν Ἀντώνιον μηδὲ ἀδικεῖσθαι πρὸς Ἀντωνίου· ὑμᾶς δὲ ἐλέγξαι τοὺς ἀμφὶ τὸν Λεύκιον τάδε διʼ ὑμᾶς αὐτοὺς καὶ συναλλάξαι μοι παρακαλῶ. καὶ εἰ μὴ πείθοιντο μηδὲ νῦν, ἐκείνοις μὲν αὐτίκα δείξω τὰ μέχρι νῦν εὐβουλίαν, οὐ δειλίαν οὖσαν, ὑμᾶς δὲ καὶ παρʼ ὑμῖν αὐτοῖς καὶ πρὸς Ἀντώνιον ἀξιῶ μάρτυρας εἶναί μοι καὶ συνίστασθαι διὰ τὴν ὑπεροψίαν Λευκίου.”
尽管局势至此,凯撒仍将元老院和所谓的骑士阶层召集起来,发表了如下讲话:“我很清楚,卢基乌斯一党由于我未加还击而指责我软弱或胆怯;因我召集你们的这次聚会,他们如今必定仍会以此指责我。然而我的军队十分强盛——无论是那些因被卢基乌斯剥夺受封地而与我同遭不公的人,还是我所拥有的其余部队;除了我的意愿之外,其余一切皆已齐备。因为若非万不得已,进行内战、使幸存的公民自相残杀绝非我所愿;更何况这场内战不会是你们从马其顿或色雷斯听闻的消息,而是将在意大利本土发生,除了那些丧生的人们之外,意大利作为我们交战的赛场,还必须遭受多少苦难啊!正是出于这些顾虑,我才迟疑不决;我至今仍可作证,我从未侵害过安东尼,亦未曾受到安东尼的侵害。我恳请你们为了自身利益,就这些事情当面质询卢基乌斯一党,并使他们与我和解。如果他们至此仍不听从,我将立刻让他们明白,我迄今为止的做法是深谋远虑,而非胆怯;我也请求你们,无论在你们自己人面前还是在安东尼面前,都为我作证,并因卢基乌斯的狂妄傲慢而与我团结一致。”
ταῦτʼ εἶπεν ὁ Καῖσαρ. καὶ τούτων οἱ μὲν δὴ πάλιν ἐς τὸ Πραινεστὸν ἐξέτρεχον· καὶ ὁ Λεύκιος τοσόνδε εἶπεν, ὅτι καὶ τῶν ἔργων ἤδη προειλήφασιν ἀμφότεροι καὶ ὁ Καῖσαρ ὑποκρίνεται, τέλος ἄρτι πέμψας ἐς τὸ Βρεντέσιον κωλύειν Ἀντώνιον ἐπανιόντα. ὁ δὲ Μάνιος καὶ ἐπιστολὴν ἐδείκνυε τοῦ Ἀντωνίου, εἴτε πλασάμενος εἴτε ἀληθῆ, πολεμεῖν, ἐάν τις αὑτοῦ τὴν ἀξίωσιν καθαιρῇ.3 ἐρομένων δὲ τῶν ἀπὸ τῆς βουλῆς, εἰ καθαιροῖτό τι τῆς ἀξιώσεως Ἀντωνίου, καὶ προκαλουμένων ἐς δίκην περὶ τοῦδε, ἕτερα αὖ πολλὰ ἐσοφίζετο ὁ Μάνιος, ἕως οἱ μὲν ἀπῆλθον ἄπρακτοι, καὶ οὐ συνῆλθον ἐς τὴν ἀπόκρισιν τῷ Καίσαρι, εἴτε καθʼ ἑαυτὸν ἀπαγγείλας ἕκαστος εἴτε διʼ ἑτέραν γνώμην εἴτε ὑπὸ αἰδοῦς· ὁ δὲ πόλεμος ἀνέῳκτο, καὶ ὁ Καῖσαρ ἐπʼ αὐτὸν ἐξῄει, φύλακα τῆς Ῥώμης Λέπιδον σὺν δύο τέλεσι καταλιπών. οἱ δὲ πολλοὶ τῶν ἐπιφανῶν τότε μάλιστα ἐπεδείκνυον οὐκ ἀρέσκεσθαι τῇ τῶν τριῶν ἀρχῇ· ἐς γὰρ τὸν Λεύκιον ἐχώρουν.
凯撒言毕,他们中的一些人遂又急奔普赖内斯泰。卢基乌斯仅表示,双方都已率先展开实际行动,凯撒不过是在伪善装腔,因他刚刚还派了一个军团前往布伦特西乌姆,以阻止安东尼回国。马尼乌斯还出示了一封安东尼的信件——无论伪造还是属实——信中指示,若有人贬损其威严,便应开战。当元老院议员询问安东尼的威严是否真有受损,并提议就此进行公断时,马尼乌斯又百般狡辩,直至议员们无功而返。他们后来并未齐集向凯撒复命,或许是各自私下通报,或许是另有想法,亦或是出于羞愧。战端既已开启,凯撒留勒庇多斯率两个军团留守罗马,自己则率军出征。当时,多数显要人物最清楚地表明了对三巨头统治的不满,因为他们纷纷投奔了卢基乌斯。
- 5327παρὰ πολὺ ἐποίει
成语性表达,意为“产生了巨大差异”或“起到了决定性作用”。不及物动词 ἐποίει 与副词短语 παρὰ πολύ(远远地、大大地)结合,表明主语 ἡ εὔνοια(民心向背/好意)在局势中具有举足轻重的分量。
- 5328ἣν πόσα χρὴ χωρὶς τῶν ἀπολλυμένων ἀνδρῶν κακοπαθῆσαι, γιγνομένην στάδιον ἡμῖν
关系代词 ἣν 指代先行词 Ἰταλίᾳ,作为无人称动词 χρὴ 所接不定式 κακοπαθῆσαι 的逻辑主语(宾格主语)。πόσα 为 κακοπαθῆσαι 的内宾格(“必须遭受多么多的苦难”)。分词 γιγνομένην 与宾格主语 ἣν 一致,表伴随状况或原因(“成为我们的赛场”)。
- 5329πολεμεῖν, ἐάν τις αὑτοῦ τὴν ἀξίωσιν καθαιρῇ
不定式 πολεμεῖν 用于间接引语,传达信件(ἐπιστολή)所包含的命令内容。条件状语从句(ἐάν 搭配虚拟语气)中的代词 αὑτοῦ 作为间接反身代词,指代书信的发信人安东尼本人。
