← 阿庇安

内战记

§5324-5326

双方备战与战火向意大利内外的蔓延

凯撒与卢基乌斯的和谈破裂,双方整备兵力与资财准备开战;与此同时,庞培乘势坐大、塞克斯提乌斯在利比亚夺权、阿赫诺巴尔布斯劫掠沿海,战火蔓延至意大利境外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5324

οὕτω μὲν ἦσαν αἱ διαλύσεις ἄπρακτοι, καὶ πολεμεῖν ἐγνώκεσαν καὶ διαγράμμασιν ἤδη πικροῖς κατʼ ἀλλήλων ἐχρῶντο. στρατὸς δὲ ἦν Λευκίῳ μὲν ὁπλιτῶν ἓξ τέλη, ὅσα αὐτὸς ἐς τὴν ὑπατείαν ἐλθὼν ἐστράτευσε, καὶ τὰ Ἀντωνίου ἕνδεκα ἕτερα, ὧν ἐστρατήγει Καληνός, σύμπαντα ταῦτα ἀνὰ τὴν Ἰταλίαν· Καίσαρι δὲ ἐν μὲν Καπύῃ τέσσαρα ἦν τέλη, καὶ περὶ αὐτὸν αἱ στρατηγίδες, ἓξ δὲ ἕτερα Σαλουιδιηνὸς ἦγεν ἐξ Ἰβηρίας. καὶ χρήματα ἦν Λευκίῳ μὲν ἐξ ἐθνῶν τῶν ὑπὸ τὸν Ἀντώνιον οὐ πολεμουμένων, Καίσαρι δέ, ἃ εἰλήχει, πάντα χωρὶς Σαρδοῦς ἐπολεμεῖτο, ὅθεν ἐκ τῶν ἱερῶν ἐδανείζετο, σὺν χάριτι ἀποδώσειν ὑπισχνούμενος, ἀπό τε Ῥώμης ἐκ τοῦ Καπιτωλίου καὶ ἀπὸ Ἀντίου καὶ Λανουβίου καὶ Νεμοῦς καὶ Τίβυρος, ἐν αἷς μάλιστα πόλεσι καὶ νῦν εἰσι θησαυροὶ χρημάτων ἱερῶν δαψιλεῖς.

和解遂告失败,双方决意开战,并已开始向彼此发布措辞严厉的谕令。卢基乌斯拥有六个军团的重装步兵——这是他一就任执政官便亲自征募的——以及隶属于安东尼的另外十一个军团(由卡莱努斯统领),所有这些兵力都驻扎在意大利各地;凯撒在卡普亚拥有四个军团,身边有禁卫大队,萨尔维迪埃努斯还正从伊斯帕尼亚率领另外六个军团赶来。至于军资,卢基乌斯可从安东尼辖下未受战乱侵扰的各族属地获得;而在凯撒方面,除了撒丁岛之外,凡分派归他的属地全都陷入战火,因此他只得向神庙借贷资金,并许诺日后定当厚加报偿,这些借款分别取自罗马的卡皮托尔神庙,以及安提乌姆、拉努维乌姆、内穆斯和蒂布尔等城——直至今日,这些城邑中依然存有极为丰厚的圣物资财。

§5325

Τετάρακτο δὲ αὐτῷ καὶ τὰ τῆς Ἰταλίας ἔξω. Πομπήιος γὰρ ἐκ τῶν προγραφῶν καὶ κατοικίσεων τοῦ στρατοῦ καὶ τῆσδε τῆς Λευκίου διαφορᾶς ἐπὶ μέγα δόξης καὶ δυνάμεως ἦρτο. οἱ γὰρ περὶ σφῶν δεδιότες ἢ τὰ ὄντα ἀφαιρούμενοι ἢ τὴν πολιτείαν ὅλως ἀποστρεφόμενοι ἐς αὐτὸν ἐχώρουν μάλιστα· καὶ ἡ ἄλλη νεότης ὡρμημένη στρατεύεσθαι διὰ τὰ κέρδη καὶ οὐδὲν ἡγούμενοι διαφέρειν, ὑφʼ ὅτῳ στρατεύσονται, Ῥωμαίοις πανταχοῦ συστρατευόμενοι, μᾶλλον ἐς τὸν Πομπήιον ἐχώρουν ὡς δικαιότερα αἱρούμενον. γεγένητό τε πλούσιος ἐκ τῆς θαλασσίου λείας καὶ ναῦς εἶχε πολλὰς καὶ πληρώματα ἐντελῆ. Μοῦρκός τε ἀφῖκτο αὐτῷ δύο ἄγων στρατοῦ τέλη καὶ τοξότας πεντακοσίους καὶ χρήματα πολλὰ καὶ ναῦς ὀγδοήκοντα· καὶ τὸν ἄλλον στρατὸν ἐκ Κεφαληνίας μετεπέμπετο. ὅθεν τισὶ δοκεῖ τότε ὁ Πομπήιος ἐπελθὼν εὐμαρῶς ἂν τῆς Ἰταλίας κρατῆσαι,1 ὑπό τε λιμοῦ καὶ στάσεως διεφθαρμένης καὶ ἐς αὐτὸν ἀφορώσης.

然而,凯撒在意大利境外的局势亦陷于动荡。盖因庞培凭借公敌宣告、军队屯垦安置以及卢基乌斯引发的这场争端,威名与实力大振。凡担忧自身安危者、被剥夺产业者,或是对现政权彻底厌恶之人,大都投奔于他;而其余那些为图利禄而渴望从军、且认为无论在谁麾下效力并无分别(反正无论何处皆是与罗马人并肩作战)的青年人,亦多倾向于投奔庞培,认为他所秉持的事业更为正义。庞培因海上劫掠而变得富有,坐拥众多战船和齐备的水手。穆尔库斯亦率领两个军团的陆军、五百名弓箭手、巨额金钱及八十艘战船前来与他会合;又从凯法利尼亚调来其余军队。因此有人认为,倘若庞培当时主动进军,本可轻而易举地掌控因饥馑与内讧而残破不堪、且对他翘首以盼的意大利。

§5326

ἀλλὰ Πομπηίῳ μὲν ὑπὸ ἀφροσύνης οὐκ ἐπιχειρεῖν, ἀλλὰ ἀμύνεσθαι μόνον ἐδόκει, μέχρι καὶ τοῦδε ἥσσων ἐγένετο· ἐν δὲ Λιβύῃ Σέξστιος, ὕπαρχος Ἀντωνίου, παρεδεδώκει μὲν ἄρτι τὸν στρατόν, ὑπὸ Λευκίου κεκελευσμένος, Φάγγωνι τῷ Καίσαρος, ἐπισταλὲν αὖθις ἀναλαμβάνειν2 αὐτὸν οὐκ ἀποδιδόντι τῷ Φάγγωνι ἐπολέμει, συναγαγών τινας τῶν ἀπεστρατευμένων καὶ Λιβύων πλῆθος ἄλλο καὶ ἑτέρους παρὰ τῶν βασιλέων. ἡττηθέντων δὲ τῶν κερῶν ἑκατέρων καὶ ληφθέντων τῶν στρατοπέδων, ὁ Φάγγων ἡγούμενος ἐκ προδοσίας τάδε παθεῖν αὑτὸν διεχρήσατο. καὶ Λιβύης μὲν αὖθις ὁ Σέξστιος ἑκατέρας ἐκράτει· Βόκχον δὲ τὸν Μαυρουσίων βασιλέα Λεύκιος ἔπεισε πολεμεῖν Καρρίνα τῷ τὴν Ἰβηρίαν ἐπιτροπεύοντι τῷ Καίσαρι. Ἀηνόβαρβός τε ἑβδομήκοντα ναυσὶ καὶ στρατοῦ δύο τέλεσι καὶ τοξόταις καὶ σφενδονήταις τισὶ καὶ ψιλοῖς καὶ μονομάχοις περιπλέων τὸν Ἰόνιον ἐπόρθει τὰ τοῖς τρισὶν ἀνδράσιν ὑπήκοα, ἔς τε τὸ Βρεντέσιον ἐπιπλεύσας τῶν Καίσαρος τριήρων τὰς μὲν εἷλε, τὰς δὲ ἐνέπρησε, καὶ τοὺς Βρεντεσίους ἐς τὰ τείχη κατέκλεισε καὶ τὴν χώραν προυνόμευεν.

然而庞培出于昏昧,以为不宜主动进攻,只需采取守势,乃至在这方面最终亦落入下风。与此同时在利比亚,安东尼的副将塞克斯提乌斯奉卢基乌斯之命,刚把军队移交予凯撒的将领凡戈;但随后他又接到命令夺回军队,因凡戈不肯交还,遂对其发起进攻。他召集了部分退役老兵、另一批利比亚人以及来自各属国君主的援军。在左右两翼溃败、营垒被攻陷之后,凡戈自认是因遭背叛而遭此败绩,遂自尽身亡。于是塞克斯提乌斯重新掌控了两个利比亚地区。卢基乌斯又劝诱毛里塔尼亚国王博库斯攻打替凯撒总督伊斯帕尼亚的卡里纳斯。阿赫诺巴尔布斯亦率领七十艘战船、两个军团陆军、以及部分弓箭手、投石手、轻装步兵和角斗士巡弋伊奥尼亚海,劫掠隶属于三巨头的属地;他航行至布伦特西乌姆,将凯撒的三层桨战船或俘或焚,把布伦特西乌姆人困于城墙之内,并大肆抢掠其乡野。

语法注2 条
  1. 5325ὅθεν τισὶ δοκεῖ τότε ὁ Πομπήιος ἐπελθὼν εὐμαρῶς ἂν τῆς Ἰταλίας κρατῆσαι

    小辞 ἄν 与不定式(κρατῆσαι)连用,表达与过去事实相反的虚拟语气(“本可轻而易举地掌控”)。主格名词 ὁ Πομπήιος 采用与动词 δοκεῖ 连用的人称构式(personal construction),作不定式的逻辑主语,担当条件从句功能的状语分词 ἐπελθὼν(“若发动进军”)亦随之保持主格单数阳性。

  2. 5326ἐπισταλὲν αὖθις ἀναλαμβάνειν

    ἐπισταλέν 为非人称受动态分词的中性单数形式,构成宾格绝对独立结构(accusative absolute),意为“当接到命令再次夺回时”。它在语法上独立于主句主语(Σέξστιος),用作表示时间或背景的状语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5324-5326