- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5321-5323
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢基乌斯和富尔维娅因惧怕凯撒而撤离罗马,马尼乌斯则严词指控凯撒专擅,促使冲突激化。安科纳的老兵军团出面调停并约定在加比伊对簿公堂,却因双方骑兵发生冲突导致和谈流产。
οὐ γιγνομένων δὲ τῶν ἄλλων ἢ βραδυνόντων, ἐς Πραινεστὸν ἀνεχώρει Λεύκιος, δεδιέναι λέγων Καίσαρα διὰ τὴν ἀρχὴν δορυφορούμενον, αὐτὸς ἀφρούρητος ὤν. ἀνεχώρει δὲ καὶ Φουλβία πρὸς Λέπιδον, ἤδη λέγουσα περὶ τοῖς τέκνοις δεδιέναι· τοῦτον γὰρ ἀντὶ τοῦ Καίσαρος προυτίθει. καὶ τάδε μὲν ἐγράφετο παρʼ ἑκατέρων Ἀντωνίῳ, καὶ φίλοι μετὰ τῶν γραμμάτων ἐς αὐτὸν ἐπέμποντο, οἳ διδάξειν ἔμελλον περὶ ἑκάστων. καὶ οὐχ εὗρον ἐρευνώμενος, ὅ τι σαφῶς ἀντεγράφετο αὐτοῖς. οἱ δὲ τῶν στρατῶν ἡγεμόνες συνομόσαντες κρινεῖν τοῖς ἄρχουσιν αὖθις, ὃ δοκοίη δίκαιον εἶναι, καὶ τοὺς ἀπειθοῦντας ἐς αὐτὸ συναναγκάσειν, ἐκάλουν ἐπὶ ταῦτα τοὺς περὶ Λεύκιον. οὐ δεξαμένων δʼ ἐκείνων, ὁ Καῖσαρ ἐπιφθόνως αὐτοὺς ἔν τε τοῖς ἡγεμόσι τοῦ στρατοῦ καὶ παρὰ τοῖς Ῥωμαίων ἀρίστοις ἐπεμέμφετο. οἱ δὲ ἐξέθεον ἐς τὸν Λεύκιον καὶ παρεκάλουν οἰκτεῖραι μὲν ἐπὶ τοῖς ἐμφυλίοις τὴν πόλιν καὶ τὴν Ἰταλίαν, δέξασθαι δὲ κοινῷ νόμῳ τὴν κρίσιν ἢ ἐπὶ σφῶν ἢ ἐπὶ τῶν ἡγεμόνων γενέσθαι.
但是,因其他条款未能执行或拖延未决,卢基乌斯退往普赖内斯特,声称自己惧怕凯撒,因为凯撒因任公职而享有卫队随从,而自己却无卫队防身。富尔维娅亦退奔雷必达处,宣称自己此刻担忧诸子的安危;盖因比起凯撒,她更信赖雷必达。双方遂将这些事由修书送达安东尼,并有友人随信遣往其处,以便向他详细说明各项内情。然而经考求,笔者未能查知安东尼当时向他们作出了何种明确的复信。各军团的领袖们立誓将再次为统治者们判定公允之策,并强令违抗者顺从判决,为此他们召集卢基乌斯一派。对方不肯接受,凯撒遂在军中领袖及罗马元老精英面前对他们施以严词谴责。元老精英们遂急奔卢基乌斯处,敦促他体恤内战中受难的城邑与意大利,按共通之法则接受判决,无论此判决是在他们面前还是在军中将领面前进行。
αἰδουμένου δὲ τοῦ Λευκίου τά τε λεγόμενα καὶ τοὺς λέγοντας, ὁ Μάνιος μάλα θρασέως ἔφη τὸν μὲν Ἀντώνιον οὐδὲν ἀλλʼ ἢ χρήματα μόνα ἀγείρειν ἐν ξένοις ἀνδράσι, τὸν δὲ Καίσαρα καὶ τὴν στρατιὰν καὶ τὰ ἐπίκαιρα τῆς Ἰταλίας ταῖς θεραπείαις προκαταλαμβάνειν· τήν τε γὰρ Κελτικὴν Ἀντωνίῳ πρότερον δεδομένην ἐλευθεροῦν μετʼ ἐξαπάτης Ἀντωνίου, καὶ τὴν Ἰταλίαν σχεδὸν ἅπασαν ἀντὶ μόνων ὀκτωκαίδεκα πόλεων τοῖς ἐστρατευμένοις καταγράφειν, τέσσαρσί τε καὶ τριάκοντα τέλεσιν ἀντὶ ὀκτὼ καὶ εἴκοσι τῶν συμμαχησάντων ἐπινέμειν οὐ γῆν μόνην, ἀλλὰ καὶ τὰ ἐκ τῶν ἱερῶν χρήματα, συλλέγοντα μὲν ὡς ἐπὶ Πομπήιον, ἐφʼ ὃν οὐδέ πω παρατάττεται λιμωττούσης ὧδε τῆς πόλεως, διαιροῦντα δὲ τοῖς στρατοῖς ἐς θεραπείαν κατὰ Ἀντωνίου καὶ τὰ δεδημευμένα οὐ πιπράσκοντα μᾶλλον ἢ δωρούμενον αὐτοῖς. χρῆναι δέ, εἰ τῷ ὄντι εἰρηνεύειν ἐθέλοι, τῶν μὲν ἤδη διῳκημένων ὑποσχεῖν λόγον, ἐς δὲ τὸ μέλλον, ἃ ἂν κοινῇ βουλευομένοις δοκῇ, μόνα πράσσειν. οὕτω μὲν θρασέως ὁ Μάνιος ἠξίου μήτε τὸν Καίσαρά τινος εἶναι κύριον ἔργου μήτε τὴν Ἀντωνίου συνθήκην βέβαιον, ὡρισμένου τῶν ἐγκεχειρισμένων ἑκάτερον αὐτοκράτορα εἶναι1 καὶ τὸ πρασσόμενον ὑπὸ ἀλλήλων εἶναι κύριον. πανταχόθεν οὖν ὁ Καῖσαρ ἑώρα πολεμησείοντας αὐτούς, καὶ παρεσκευάζοντο αὐτῶν ἑκάτεροι.
当卢基乌斯对来言及其劝说者深感敬重顾忌之时,马尼乌斯却极为狂妄地声称:安东尼在外邦人中不过是在筹措钱财而已,而凯撒却正通过百般笼络先行抢占军队与意大利各处要冲;盖因凯撒借欺瞒安东尼之手段,使原先划归安东尼的凯尔特属地脱离掌控,且将几乎整个意大利划归退役将士,而非仅仅拨出原定的十八座城池;又向三十四个军团而非曾经并肩作战的二十八个军团不仅分配土地,甚至连各处神庙的钱财亦行分发;凯撒筹集这些钱财表面上声称是为了对抗庞培——然而城中已困窘至此,凯撒却尚未与庞培对阵——实际上却分给军队以收买人心对抗安东尼,没收充公之产业亦与其说是变卖,毋宁说是赠予军队。马尼乌斯主张,若凯撒果真意欲媾和,就必须为已处理之事交代账目,且今后唯可行共同商议所决之事。马尼乌斯便是如此狂妄地要求凯撒对任何事务均无独断之权,且不承认安东尼的条约具有约束力,尽管双方早有规定,各人对受托之事均具独断全权,彼此所行之事皆属有效。凯撒因此清楚地看到他们四处求战的心思,双方遂各自加紧备战。
δύο δὲ στρατοῦ τέλη τὰ ἐς Ἀγκῶνα πόλιν ᾠκισμένα, Καίσαρί τε ὄντα πατρῷα καὶ ἐστρατευμένα Ἀντωνίῳ, τῆς τε ἰδίας παρασκευῆς αὐτῶν πυθόμενοι καὶ τὴν εἰς ἑκάτερον σφῶν οἰκειότητα αἰδούμενοι,2 πρέσβεις ἔπεμψαν ἐς Ῥώμην, οἳ ἔμελλον ἑκατέρων ἐς διαλύσεις δεήσεσθαι. Καίσαρος δʼ αὐτοῖς εἰπόντος οὐκ Ἀντωνίῳ πολεμεῖν, ἀλλʼ ὑπὸ Λευκίου πολεμεῖσθαι, συμβαλόντες οἱ πρέσβεις τοῖς ἡγεμόσι τοῦδε τοῦ στρατοῦ, κοινῇ πάντες ἐς Λεύκιον ἐπρέσβευον, ἀξιοῦντες αὐτὸν ἐς δίκην Καίσαρι συνελθεῖν· δῆλοί τε ἦσαν, ὃ πράξειν ἔμελλον, εἰ μὴ τὴν κρίσιν ὑποδέχοιτο. δεξαμένων δὲ τῶν ἀμφὶ τὸν Λεύκιον, χωρίον τε ὥριστο τῇ δίκῃ Γάβιοι πόλις ἐν μέσῳ Ῥώμης τε καὶ Πραινεστοῦ, καὶ συνέδριον τοῖς κρίνουσιν ἐγίνετο καὶ βήματα ἐν μέσῳ δύο τοῖς ἐροῦσιν ὡς ἐν δίκῃ. πρότερος δʼ ὁ Καῖσαρ ἐλθὼν ἱππέας ἔπεμψεν ἐς τὴν πάροδον τοῦ Λευκίου, ἐρευνησομένους ἄρα, μή τίς ποθεν ὁρῷτο ἐνέδρα. καὶ οἱ ἱππέες οἵδε ἑτέροις ἱππεῦσι τοῦ Λευκίου, προδρόμοις ἄρα ἢ καὶ τοῖσδε κατασκόποις, συμβαλόντες ἔκτεινάν τινας αὐτῶν. καὶ ἀνεχώρησε δείσας ὁ Λεύκιος, ὡς ἔλεγεν, ἐπιβουλήν· καλούμενός τε ὑπὸ τῶν ἡγεμόνων τοῦ στρατοῦ, παραπέμψειν αὐτὸν ὑπισχνουμένων, οὐκέτι ἐπείθετο.
此时,安置在安科纳城的两个军团——因先辈渊源而归于凯撒,又曾跟随安东尼出征作战——获悉他们各自私下备战,并顾念自身与这两方的情谊,遂遣使前往罗马,意在敦请双方媾和。凯撒向使节们说明,自己并非与安东尼作战,而是正遭受卢基乌斯的攻打。使节们遂与该军领袖会合,共同遣使晋见卢基乌斯,要求他与凯撒对簿公堂,并明确表示若他不接受裁决,他们将采取何种行动。卢基乌斯一派接受之后,双方择定罗马与普赖内斯特之间的加比伊城为公断之所,为裁判官设立了评议会席位,中央并设两座讲坛供控辩双方陈词,如同正规审判一般。凯撒先行抵达,派骑兵前往卢基乌斯前来的通途上,探查各处是否有伏兵可疑。这队骑兵与卢基乌斯的另一队骑兵相遇——后者想来是前驱,抑或同样是侦察之骑——遂将其数人斩杀。卢基乌斯惧怕伏击(如他所声称的那样),便撤退而去;军中领袖虽再次召请他并承诺一路护送,他却再也不肯应允听从了。
- 5322ὡρισμένου τῶν ἐγκεχειρισμένων ἑκάτερον αὐτοκράτορα εἶναι
此处为使用无人称完成时被动分词 ὡρισμένου 的独立属格结构,具有让步含义(“尽管早已规定……”)。它支配宾格不定式短语 ἑκάτερον αὐτοκράτορα εἶναι,其中 ἑκάτερον 为充当不定式主语的宾格,中性复数属格 τῶν ἐγκεχειρισμένων 表示委任专权的范围(限定属格)。
- 5323δύο δὲ στρατοῦ τέλη τὰ ἐς Ἀγκῶνα πόλιν ᾠκισμένα ... πυθόμενοι καὶ ... αἰδούμενοι
文法上的主语是中性复数名词 τέλη(军团),但随后的分词 πυθόμενοι 与 αἰδούμενοι 却采用了阳性复数主格。这是典型的依照意义呼应(constructio ad sensum)结构,指代构成军团的实际将士。
