← 阿庇安

内战记

§5318-5320

卢基乌斯与凯撒的对抗及特阿努姆协定

罗马城内饱受饥荒与治安恶化之苦,卢基乌斯联络失地农夫并受富尔维娅唆使与凯撒交恶,最终在军队领袖调停下于特阿努姆达成和约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5318

οὕτω μὲν ἐς στάσεις τότε πάντα, καὶ ἐς δυσαρχίαν τοῖς στασιάρχοις τὰ στρατόπεδα ἐτέτραπτο, τὴν δὲ Ῥώμην λιμὸς ἐπίεζεν, οὔτε τῆς θαλάσσης τι αὐτοῖς φερούσης διὰ Πομπήιον, οὔτε τῆς Ἰταλίας διὰ τοὺς πολέμους γεωργουμένης. ὃ δὲ καὶ γένοιτο, ἐς τοὺς στρατοὺς ἐδαπανᾶτο. ἐκλώπευόν τε οἱ πολλοὶ νυκτὸς ἐν τῇ πόλει καὶ κλοπῆς ἔτι βιαιότερον ἠνώχλουν, καὶ ἠνώχλουν ἀδεῶς, καὶ ἡ δόξα ἐς τοὺς στρατιώτας ἐφέρετο. ὁ δὲ λεὼς ἀπέκλειε τὰ ἐργαστήρια καὶ τὰς ἀρχὰς ἐξανίστη, ὡς οὔτε ἀρχῶν οὔτε τεχνῶν χρῄζοντες ἐν ἀπορούσῃ καὶ λῃστευομένῃ πόλει.

当时,一切均已转入内讧,各军团对其派系首领亦陷于抗命难制之境,而罗马城正遭受饥荒的折磨,盖因受庞培阻遏,海上无物资运入,又因战乱频仍,意大利土地荒芜无人耕作。偶有所产,亦尽数耗费于军伍。许多人在城中夜间行窃,甚至行比偷盗更为凶暴的侵扰,且毫无顾忌,恶名遂尽数归于军士。民众关闭作坊工场,驱逐官员,声称在这一座困顿窘迫且盗匪横行的城邑中,既不需要官吏,亦不需要技艺。

§5319

Λευκίῳ δὲ ὄντι δημοτικῷ καὶ δυσχεραίνοντι τῇ τῶν τριῶν ἀρχῇ, οὐδὲ ἐπὶ τῷ χρόνῳ παύσεσθαι νομιζομένῃ,1 προσκρούσματα ἐς τὸν Καίσαρα ἐγίγνετο καὶ διαφοραὶ μείζους· τούς τε γεωργούς, ὅσοι τῆς γῆς ἀφῃροῦντο, ἱκέτας γιγνομένους τῶν δυνατῶν ἑκάστου μόνος ὑπεδέχετο καὶ βοηθήσειν ὑπισχνεῖτο, κἀκείνων ὑπισχνουμένων ἀμυνεῖν, ἐς ὃ κελεύοι. ὅθεν αὐτὸν ὁ στρατὸς ὁ Ἀντωνίου κατεμέμφετο καὶ ὁ Καῖσαρ ὡς ἀντιπράσσοντα Ἀντωνίῳ, καὶ Φουλβία ὡς πολεμοποιοῦντα ἐν ἀκαίρῳ, μέχρι τὴν Φουλβίαν ὁ Μάνιος πανούργως μετεδίδαξεν ὡς εἰρηνευομένης μὲν τῆς Ἰταλίας ἐπιμενεῖν Ἀντώνιον Κλεοπάτρᾳ, πολεμουμένης δʼ ἀφίξεσθαι κατὰ τάχος.2 τότε γὰρ δὴ γυναικός τι παθοῦσα3 ἡ Φουλβία τὸν Λεύκιον ἐπέτριβεν ἐς τὴν διαφοράν. ἐξιόντος δὲ τοῦ Καίσαρος ἐς τὰ λοιπὰ τῶν κατοικίσεων, ἔπεμπεν ἑψομένους αὐτῷ τοὺς Ἀντωνίου παῖδας ἅμα τῷ Λευκίῳ, ὡς μηδὲν ἐκ τῆς ὄψεως ὁ Καῖσαρ ἐν τῷ στρατῷ πλέον ἔχοι. ἱππέων δὲ Καίσαρος ἐκτρεχόντων ἐπὶ τὴν Βρεττίων ἠιόνα, πορθουμένην ὑπὸ Πομπηίου, δόξας ὁ Λεύκιος ἢ ὑποκρινάμενος ἐφʼ ἑαυτὸν καὶ τοὺς Ἀντωνίου παῖδας τόδε τὸ ἱππικὸν ἀπεστάλθαι, διέδραμεν ἐς τὰς Ἀντωνίου κατοικίας, συλλεγόμενος φρουρὰν τῷ σώματι, καὶ τὸν Καίσαρα τῷ στρατῷ διέβαλλεν ἐς ἀπιστίαν πρὸς Ἀντώνιον. ὁ δὲ ἀντεδίδασκεν αὐτούς, ὅτι αὑτῷ μὲν καὶ Ἀντωνίῳ πάντα εἶναι φίλια καὶ κοινά, Λεύκιον δὲ ὑφʼ ἑτέρας γνώμης αὐτοὺς πολεμοποιεῖν ἐς ἀλλήλους ἀντιπράσσοντα τῇ τῶν τριῶν ἀρχῇ, διʼ ἣν οἱ στρατευόμενοι τὰς ἀποικίας ἔχουσι βεβαίους· καὶ τοὺς ἱππέας εἶναι καὶ νῦν ἐν Βρεττίοις τὰ ἐντεταλμένα φυλάσσοντας.

卢基乌斯素来倾向平民,且对三头统治心怀不满——人们普遍认为三头之权即便到期亦不会终止——他与凯撒之间的龃龉与分歧遂日益加剧。那些被剥夺土地的农夫,作为请愿者奔走于各位权贵门下,唯独卢基乌斯一人接纳他们并应许施以援手,农夫们亦承诺凡他所命必出面防卫相助。为此,安东尼的军队以及凯撒本人皆指责他与安东尼作对,富尔维娅亦责备他无端挑起战端;直至马尼乌斯奸诈地挑拨富尔维娅,声称只要意大利保持太平,安东尼便会留连于克利奥帕特拉身边,唯有战端爆发,他方会速速归来。于是富尔维娅因受妇人特有的嫉意所困,遂极力催逼卢基乌斯挑起争端。及至凯撒动身前往余下地区进行殖民安顿之时,她派安东尼的诸子随卢基乌斯一同尾随凯撒,以防凯撒因现身露面而在军中占得任何优势。而当凯撒的骑兵驰往正遭庞培蹂躏的布雷提亚海岸时,卢基乌斯认定——抑或伪称——这支骑兵是派来对付他自己和安东尼诸子的,便逃奔至安东尼的殖民地,为防身而招募卫队,并在军中进谗,指责凯撒背叛了与安东尼的誓约。凯撒则反向他们说明,自己与安东尼之间一切亲睦如故、利益与共,卢基乌斯是心怀异谋,蓄意挑起彼此争端,反对三头统治,而老兵们之所以能稳固保有殖民地,全赖三头统治所赐;并且那支骑兵此刻仍在布雷提亚执行受命的防卫差役。

§5320

ὧν οἱ ἡγεμόνες τοῦ στρατοῦ πυνθανόμενοι διῄτησαν αὐτοῖς ἐν Τεανῷ καὶ συνήλλαξαν ἐπὶ τοῖσδε, τοὺς μὲν ὑπάτους τὰ πάτρια διοικεῖν4 μὴ κωλυομένους ὑπὸ τῶν τριῶν ἀνδρῶν, μηδενὶ δὲ γῆν ὑπὲρ τοὺς στρατευσαμένους ἐν Φιλίπποις ἐπινέμεσθαι, τά τε χρήματα τῶν δεδημευμένων καὶ τιμὰς τῶν ἔτι πιπρασκομένων καὶ τὸν στρατὸν Ἀντωνίου τὸν περὶ τὴν Ἰταλίαν ἐπʼ ἴσης διανέμεσθαι καὶ μηδέτερον αὐτῶν ἔτι καταλέγειν ἐκ τῆς Ἰταλίας, στρατεύοντι δὲ ἐπὶ Πομπήιον τῷ Καίσαρι δύο συμμαχεῖν τέλη παρὰ Ἀντωνίου, ἀνεῷχθαι δὲ τὰς Ἄλπεις τοῖς ὑπὸ Καίσαρος πεμπομένοις ἐς τὴν Ἰβηρίαν καὶ μὴ κωλύειν αὐτοὺς ἔτι Ἀσίνιον Πολλίωνα, Λεύκιον δὲ ἐπὶ τοῖσδε συνηλλαγμένον ἀποθέσθαι τὴν φρουρὰν τοῦ σώματος καὶ πολιτεύειν ἀδεῶς. τάδε μὲν ἦν, ἃ συνέθεντο ἀλλήλοις διὰ τῶν ἡγεμόνων τοῦ στρατοῦ, ἐπράχθη γε μὴν αὐτῶν δύο μόνα τὰ τελευταῖα· καὶ Σαλουιδιηνὸς ἄκων αὐτῷ συμπεριῆλθε τὰς Ἄλπεις.5

军中诸领袖获悉此事后,在特阿努姆为双方进行调停,并在下列条件下促成和解:执政官行使祖传政务,不受三头干涉;除参加过腓立比之战的将士外,不得再向任何人额外分配土地;没收充公所得财物及仍在变卖的款项,连同安东尼留驻意大利境内的军队,均应平分;双方日后均不得再在意大利征募士兵;当凯撒出兵讨伐庞培时,安东尼须以两个军团予以合兵相助;阿尔卑斯山应向凯撒派往伊比利亚的军队开放,阿西尼乌斯·波利奥不得再行阻拦;卢基乌斯在上述条件下达成和解,须解散近身卫队,并无虞地参与政务。以上便是他们通过军队领袖彼此达成的协议,然而其中付诸实行的仅有最后两条;萨尔维迪埃努斯遂不情愿地与他一同绕过了阿尔卑斯山。

语法注5 条
  1. 5319ἐπὶ τῷ χρόνῳ παύσεσθαι νομιζομένῃ

    介词短语 ἐπὶ τῷ χρόνῳ 意为“到达规定期限时”,与否定词 οὐδέ 呼应,表示人们认为三头政治的统治“即便到了法定任期结束之时也不会终止”。

  2. 5319ὡς εἰρηνευομένης μὲν τῆς Ἰταλίας ἐπιμενεῖν Ἀντώνιον Κλεοπάτρᾳ, πολεμουμένης δʼ ἀφίξεσθαι κατὰ τάχος

    动词 μετεδίδαξεν(唆使、教唆)后由 ὡς 引出间接引语,但从句谓语并未采用定式动词,而是接续了宾格加不定式结构(ἐπιμενεῖν, ἀφίξεσθαι)。此为希腊语散文中 ὡς 引导间接引语时接不定式的常见混用句式。

  3. 5319γυναικός τι παθοῦσα

    惯用成语,由 πάσχω 的不定过去分词 παθοῦσα 搭配内在宾格 τι 及属格 γυναικός 构成,意为“生出了妇人特有的情愫”(即指嫉妒之情),紧承前文对克利奥帕特拉的提及。

  4. 5320συνήλλαξαν ἐπὶ τοῖσδε, τοὺς μὲν ὑπάτους τὰ πάτρια διοικεῖν...

    介词短语 ἐπὶ τοῖσδε(“在下列条件下”)之后,通过一连串宾格不定式从句(διοικεῖν, ἐπινέμεσθαι, διανέμεσθαι 等)作为同位语,平行列举了特阿努姆协约的具体条款。

  5. 5320καὶ Σαλουιδιηνὸς ἄκων αὐτῷ συμπεριῆλθε τὰς Ἄλπεις

    与格代词 αὐτῷ 在语境中指代紧邻上文的阿西尼乌斯·波利奥(Ἀσίνιον Πολλίωνα)。按传世文本,主格谓语性形容词 ἄκων 在语法上与主语 Σαλουιδιηνὸς 一致,συμπεριῆλθε 支配与格 αὐτῷ,意为“萨尔维迪埃努斯不情愿地与他一同绕过了阿尔卑斯山”(但校勘家多怀疑此处文本有讹误,常校改为 ἄκοντος αὐτοῦ ὑπερῆλθε 等,以将“不情愿”归于波利奥)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5318-5320