- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5215-5217
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对资金匮乏、战事未息以及任期将届的困境,凯撒无法遏制兵士的专横,亲历了剧场骚乱与战神广场百人队长遇害事件,但他以克制的手段抚平了军队。作者进而指出,这种纪律瓦解的根源在于内战时期军队的私兵化与大义的沦丧。
ὁ δὲ Καῖσαρ οὐκ ἠγνόει ἀδικουμένους. ἀμήχανα δʼ ἦν αὐτῷ· οὔτε γὰρ ἀργύριον ἦν ἐς τιμὴν τῆς γῆς δίδοσθαι τοῖς γεωργοῖς, οὔτε ἀναβάλλεσθαι τὰ ἐπινίκια διὰ τοὺς ἔτι πολέμους, Πομπηίου μὲν ἐν τῇ θαλάσσῃ κρατοῦντος καὶ τὴν πόλιν κλείοντος ἐς λιμόν, Ἀηνοβάρβου δὲ καὶ Μούρκου στρατὸν καὶ ναῦς ἄλλας ἀγειρόντων ἀθυμοτέρων δὲ ἐς τὰ ἐσόμενα ὄντων τῶν στρατιωτῶν, εἰ μὴ τὰ πρότερα ἐπινίκια λάβοιεν. πολὺ δʼ ἦν καὶ τὸ παροδεύειν σφίσιν ἤδη τὴν τῆς ἀρχῆς πενταετίαν1 καὶ χρῄζειν αὖθις εὐνοίας στρατοῦ· διόπερ αὐτῶν καὶ τῆς ὕβρεως ἢ καταφρονήσεως ἐν τῷ τότε ἑκὼν ὑπερεώρα. ἔν γέ τοι τῷ θεάτρῳ, παρόντος αὐτοῦ, στρατιώτης ἀπορῶν οἰκείας ἕδρας παρῆλθεν ἐς τοὺς καλουμένους ἱππέας· καὶ ὁ μὲν δῆμος ἐπεσημήνατο, καὶ ὁ Καῖσαρ τὸν στρατιώτην ἀνέστησεν, ὁ δὲ στρατὸς ἠγανάκτησε καὶ περιστάντες αὐτὸν ἀποχωροῦντα τοῦ θεάτρου τὸν στρατιώτην ἀπῄτουν, οὐχ ὁρώμενον ἡγούμενοι διεφθάρθαι. ἐπελθόντα δὲ ἐνόμιζον ἐκ τοῦ δεσμωτηρίου νῦν προαχθῆναι ἀρνούμενόν τε καὶ τὰ γεγονότα διηγούμενον ψεύδεσθαι διδαχθέντα ἔλεγον2 καὶ ἐλοιδόρουν ὡς τὰ κοινὰ προδιδόντα· καὶ τὸ μὲν ἐν τῷ θεάτρῳ γενόμενον τοιόνδε ἦν.
凯撒并非不知他们蒙受了不义。但他却无计可施;因为既无资金作为地价补偿给农户,又因战事仍在继续而无法推迟凯旋的赏赐——庞培控制着海面并封锁全城以制造饥荒,阿埃诺巴尔布斯与穆尔库斯正在召集另一支军队和更多的战船,而士兵们若得不到先前的凯旋赏赐,对于未来的战事必将心灰意冷。另一重大因素则是他们的五年执政期限已然临近尾声,再度亟需军队的拥护;因此在当时,凯撒故意对其傲慢与轻慢视而不见。至少在剧场中,当着他的面,一名找不到合适座位的士兵擅自走入了所谓的骑士坐席;民众表示不满,凯撒令该士兵离席,军队遂大为激愤,在凯撒离开剧场时将其团团围住,索要那名士兵,以为他不见踪影便是已被处死。当该士兵走上前时,他们又认定他是刚从牢狱中被释放出来的,尽管他极力否认并叙述了事情真相,他们却声称他是受人指使前来说谎,并辱骂他背叛了大家的共同利益;在剧场发生的事便是如此。
κεκλημένοι δʼ ἐπὶ νέμησιν τότε γῆς ἐς τὸ πεδίον τὸ Ἄρειον ὑπὸ σπουδῆς ἔτι νυκτὸς ἀφίκοντο, καὶ βραδύτερον αὐτοῖς τοῦ Καίσαρος ἐπιόντος ἠγανάκτουν. Νώνιος δὲ λοχαγὸς ἐπέπλησσεν αὐτοῖς σὺν παρρησίᾳ, τό τε πρέπον τοῖς ἀρχομένοις ἐς τὸν ἄρχοντα προφέρων καὶ τὴν Καίσαρος ἀσθένειαν, οὐχ ὑπεροψίαν. οἱ δὲ αὐτὸν τὰ μὲν πρῶτα ἔσκωπτον ὡς κόλακα, πλέονος δὲ ἑκατέρωθεν τοῦ διερεθίσματος γενομένου ἐλοιδόρουν τε καὶ ἔβαλλον καὶ φεύγοντα ἐδίωκον ἔς τε τὸν ποταμὸν ἐξαλόμενον ἐξειρύσαντες ἔκανον καὶ ἔρριψαν, ἔνθα παροδεύσειν ὁ Καῖσαρ ἔμελλεν. οἱ μὲν δὴ φίλοι τῷ Καίσαρι παρῄνουν μηδὲ ἐπελθεῖν ἐς αὐτούς, ἀλλʼ ἐκστῆναι μανιώδει φορᾷ. ὁ δʼ ἐπῄει μέν, ἀναθρέψειν ἔτι μᾶλλον αὐτῶν ἡγούμενος τὸ μανιῶδες, εἰ μὴ ἀφίκοιτο, καὶ τὸν Νώνιον ἰδὼν ἐξέκλινεν, ὡς δὲ ὀλίγων ταῦτα δρασάντων ἐπεμέμφετο καὶ ἐς τὸ μέλλον ἀλλήλων φείδεσθαι παρῄνει καὶ τὴν γῆν διένεμε, καὶ δωρεὰς αἰτεῖν τοῖς ἀξίοις ἐπέτρεπε καὶ τῶν οὐκ ἀξίων ἐνίοις ἐδίδου παρὰ γνώμην, μέχρι τὸ πλῆθος ἐκπλαγὲν αὑτοῦ τῆς βαρύτητος μετενόει καὶ ᾐδεῖτο καὶ κατεγίνωσκον αὑτῶν καὶ τοὺς ἐς τὸν Νώνιον ἁμαρτόντας ἠξίουν ἀνευρόντα κολάσαι. ὁ δὲ καὶ γινώσκειν αὐτοὺς ἔφη καὶ κολάσειν αὐτῷ τῷ συνειδότι σφῶν μόνῳ καὶ τῇ παρʼ ὑμῶν καταγνώσει.3 οἱ δὲ συγγνώμης τε ὁμοῦ καὶ τιμῆς καὶ δωρεῶν ἀξιωθέντες εὐθὺς αὐτὸν εὐφήμουν ἐκ μεταβολῆς.
当时,被召集到战神广场分配土地的士兵们,因急不可耐而仍在夜间便已赶到,见凯撒迟迟未至,便心生怨怼。百人队队长诺尼乌斯直言不讳地训诫他们,向他们陈明被统治者对统治者应有的恭敬,并指出凯撒迟到是因身患疾病而非傲慢自大。起初他们嘲弄他是谄媚之徒,但随着双方激化加剧,他们便出言辱骂并投掷石块,追打逃跑的诺尼乌斯;当他跃入河中时,他们竟将他拖拽出来杀死,并将尸体抛掷在凯撒必经之路旁。凯撒的友人纷纷劝他万不可前去见他们,而应避开这股狂暴的势头。然而凯撒仍然前往,认为自己若不前去,只会进一步助长他们的疯狂;他看见诺尼乌斯的尸体便绕道而行,只指责这仅是少数人所为,劝勉众人今后当彼此容让,并着手分配土地。他准许有功之人索要恩赐,甚至违心将恩赐给予部分无功之人,直至大众被他的威严所震撼,转而悔悟、知耻并自责,要求他查出并严惩谋害诺尼乌斯的罪人。凯撒却表示,自己深知凶手是谁,但仅将以他们自身的良知以及出自你们大家的谴责来惩罚他们。将士们见自己同时蒙受了宽恕、尊荣与恩赐,旋即彻底转变态度,齐声赞颂于他。
καὶ δύο μὲν εἰκόνες ἐκ πλεόνων αἵδε ἔστων τῆς τότε δυσαρχίας· αἴτιον δʼ ἦν, ὅτι καὶ οἱ στρατηγοὶ ἀχειροτόνητοι ἦσαν οἱ πλείους ὡς ἐν ἐμφυλίοις καὶ οἱ στρατοὶ αὐτῶν οὐ τοῖς πατρίοις ἔθεσιν ἐκ καταλόγου συνήγοντο οὐδʼ ἐπὶ χρείᾳ τῆς πατρίδος, οὐδὲ τῷ δημοσίῳ στρατευόμενοι μᾶλλον ἢ τοῖς συνάγουσιν αὐτοὺς μόνοις,4 οὐδὲ τούτοις ὑπὸ ἀνάγκῃ νόμων, ἀλλʼ ὑποσχέσεσιν ἰδίαις, οὐδὲ ἐπὶ πολεμίους κοινούς, ἀλλὰ ἰδίους ἐχθρούς, οὐδὲ ἐπὶ ξένους, ἀλλὰ πολίτας καὶ ὁμοτίμους. τάδε γὰρ πάντα αὐτοῖς τὸν στρατιωτικὸν φόβον ἐξέλυεν, οὔτε στρατεύεσθαι νομίζουσι μᾶλλον ἢ βοηθεῖν οἰκείᾳ χάριτι καὶ γνώμῃ, καὶ τοὺς ἄρχοντας ἡγουμένοις ὑπὸ ἀνάγκης αὑτῶν ἐς τὰ ἴδια ἐπιδεῖσθαι. τό τε αὐτομολεῖν, πάλαι Ῥωμαίοις ἀδιάλλακτον ὄν, τότε καὶ δωρεῶν ἠξιοῦτο· καὶ ἔπρασσον αὐτὸ οἵ τε στρατοὶ κατὰ πλῆθος καὶ τῶν ἐπιφανῶν ἀνδρῶν ἔνιοι, νομίζοντες οὐκ αὐτομολίαν εἶναι τὴν ἐς τὰ ὅμοια μεταβολήν. ὅμοια γὰρ δὴ πάντα ἦν, καὶ οὐδὲ ἕτερα αὐτῶν ἐς ἔχθραν κοινὴν Ῥωμαίοις ἀπεκέκριτο· ἥ τε τῶν στρατηγῶν ὑπόκρισις μία, ὡς ἁπάντων ἐς τὰ συμφέροντα τῇ πατρίδι βοηθούντων, εὐχερεστέρους ἐποίει πρὸς τὴν μεταβολὴν ὡς πανταχοῦ τῇ πατρίδι βοηθοῦντας. ἃ καὶ οἱ στρατηγοὶ συνιέντες ἔφερον, ὡς οὐ νόμῳ μᾶλλον αὐτῶν ἄρχοντες ἢ ταῖς δωρεαῖς.
以上两事,便可作为当时纲纪废弛的诸多例证中的两幅缩影。其根源在于,正如内战时常发生的那样,将领们多半未经正式选举,他们的军队既非依照祖制从征兵名册中招募,亦非为了祖国的需要而聚集,他们服役并非为了城邦公家而是专为了招募他们个人的私利,依附于将领亦非出于法律的强制而是由于私下的许诺,所讨伐的亦非共同的公敌而是私人的仇敌,作战对象亦非外邦人而是同胞公民与平起平坐之人。这一切都消解了士兵们对军规的敬畏,因为他们认为自己并非在履行军职,而是在凭私人的好意与决断给予相助,并坚信统治者因其私利而不得不依赖他们。就连昔日罗马人绝不容忍的临阵倒戈,彼时亦被视为应受赏赐之事;整支军队乃至部分显赫之人皆大肆行此举动,认为转向相同的阵营并不算叛逃。盖因各方本无二致,皆未被定为罗马人共同的公敌;而各路将领千篇一律的伪饰,声称所有人皆在为祖国的利益效力,使士兵们更加肆无忌惮地变换阵营,自以为无论在何处都是在襄助祖国。将领们对此亦心知肚明而隐忍不发,自知统御士兵依靠的并非法律,而是赏赐。
- 5215πολὺ δʼ ἦν καὶ τὸ παροδεύειν σφίσιν ἤδη τὴν τῆς ἀρχῆς πενταετίαν
πολύ 为表语形容词,意为“……也是重大因素/极关紧要之事”。主语为带有定冠词的不定式短语 τὸ παροδεύειν ... καὶ χρῄζειν。与格代词 σφίσιν 指三巨头等人,表“对他们而言,五年的执政期已近尾声”。
- 5215ἀρνούμενόν τε καὶ τὰ γεγονότα διηγούμενον ψεύδεσθαι διδαχθέντα ἔλεγον
分词 ἀρνούμενον 与 διηγούμενον 与前文的 ἐπελθόντα 一样修饰该士兵(宾格)。分词 διδαχθέντα(“受指使/受教唆”)亦修饰该士兵,作为间接引语动词 ἔλεγον 所支配的不定式 ψεύδεσθαι 的逻辑主语,意为“当他否认并叙述事实时,他们却说他是受人指使前来说谎”。
- 5216αὐτῷ τῷ συνειδότι σφῶν μόνῳ καὶ τῇ παρʼ ὑμῶν καταγνώσει
两处与格短语皆表示手段或工具。在 τῷ συνειδότι σφῶν(“他们自身的良心”)之后,τῇ παρʼ ὑμῶν καταγνώσει(“出自诸位的谴责”)突然出现第二人称复数代词 ὑμῶν,这是在间接引语中直接保留了凯撒对在场士兵直接训话的原话成分。
- 5217οὐδὲ τῷ δημοσίῳ στρατευόμενοι μᾶλλον ἢ τοῖς συνάγουσιν αὐτοὺς μόνοις
τῷ δημοσίῳ 与 τοῖς συνάγουσιν 均为利益与格,表示“为谁效力/服役”。它们与后文的介词短语及宾格短语相并列,鲜明地对比了士兵服役的对象并非国家公器,而是招募他们的私人将领。
