← 阿庇安

内战记

§5212-5214

老兵土地分配困局与富尔维娅等人的介入

凯撒病愈归来后着手安置退役老兵,却面临被夺地民众的强烈抗议与士兵暴行等棘手困境。与此同时,卢基乌斯与富尔维娅等人因担忧安东尼失势而强行插手殖民安置,竞相争夺军心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5212

καὶ τὰ μὲν περὶ Ἀντώνιον ἦν τοιάδε· Καίσαρι δὲ ἐς τὴν Ῥώμην ἐπανιόντι ἥ τε νόσος αὖθις ἤκμαζεν ἐν Βρεντεσίῳ μάλιστα ἐπικινδύνως, καὶ φήμη διήνεγκεν αὐτὸν καὶ τεθνάναι. ῥαΐσας δʼ ἐσῆλθεν ἐς τὴν πόλιν καὶ τοῖς Ἀντωνίου τὰ γράμματα ἐδείκνυε τὰ Ἀντωνίου.1 οἱ δὲ Καληνόν τε προσέτασσον ἀποδοῦναι τὰ δύο τέλη τῷ Καίσαρι καὶ ἐς Λιβύην ἐπέστελλον Σεξστίῳ Λιβύης καὶ αὐτὸν Καίσαρι ἀποστῆναι. καὶ οἱ μὲν οὕτως ἐποίουν, ὁ δὲ Καῖσαρ οὐδὲν ἀνήκεστον ἁμαρτεῖν δόξαντι Λεπίδῳ Λιβύην ἀντὶ τῶν προτέρων ἐθνῶν ἐνήλλασσε καὶ τὰ λοιπὰ τῶν ἐπὶ ταῖς προγραφαῖς δεδημευμένων διεπίπρασκε. καταλέγοντι δʼ αὐτῷ τὸν στρατὸν ἐς τὰς ἀποικίας καὶ τὴν γῆν ἐπινέμοντι δυσεργὲς ἦν. οἵ τε γὰρ στρατιῶται τὰς πόλεις ᾔτουν, αἳ αὐτοῖς ἀριστίνδην ἦσαν ἐπειλεγμέναι πρὸ τοῦ πολέμου, καὶ αἱ πόλεις ἠξίουν τὴν Ἰταλίαν ἅπασαν ἐπινείμασθαι τὸ ἔργον ἢ ἐν ἀλλήλαις διαλαχεῖν τῆς τε γῆς τὴν τιμὴν τοὺς δωρουμένους ᾔτουν, καὶ ἀργύριον οὐκ ἦν, ἀλλὰ συνιόντες ἀνὰ μέρος ἐς τὴν Ῥώμην οἵ τε νέοι καὶ γέροντες ἢ αἱ γυναῖκες ἅμα τοῖς παιδίοις, ἐς τὴν ἀγορὰν ἢ τὰ ἱερά, ἐθρήνουν, οὐδὲν μὲν ἀδικῆσαι λέγοντες, Ἰταλιῶται δὲ ὄντες ἀνίστασθαι γῆς τε καὶ ἑστίας οἷα δορίληπτοι. ἐφʼ οἷς οἱ Ῥωμαῖοι συνήχθοντο καὶ ἐπεδάκρυον, καὶ μάλιστα, ὅτε ἐνθυμηθεῖεν οὐχ ὑπὲρ τῆς πόλεως, ἀλλʼ ἐπὶ σφίσιν αὐτοῖς καὶ τῇ μεταβολῇ τῆς πολιτείας τόν τε πόλεμον γεγονότα καὶ τὰ ἐπινίκια διδόμενα καὶ τὰς ἀποικίας συνισταμένας τοῦ μηδʼ αὖθις ἀνακῦψαι τὴν δημοκρατίαν,2 παρῳκισμένων τοῖς ἄρχουσι μισθοφόρων ἑτοίμων, ἐς ὅ τι χρῄζοιεν.

安东尼方面的情形大抵如此。至于凯撒,在返回罗马途中,其宿疾在布伦迪西乌姆再度恶化,情形极其危殆,甚至有传闻称他已然去世。然而在他病情好转之后,便进入城中,向安东尼的党羽出示了安东尼的书信。他们遂下令卡莱努斯将两个军团交还给凯撒,并向利比亚的塞克斯提乌斯传达指令,让他同样将利比亚让与凯撒。众人皆奉命照办;而凯撒认为雷必达并未犯下不可饶恕之罪,遂将利比亚换给他以替代原先的行省,并将公敌宣告中遭没收财产的剩余部分变卖。然而,当他着手将军队编入殖民地并分配土地时,事情却变得极其棘手。士兵们索要战前为他们特意选定的城市,而诸城市则主张应由全意大利分担这一负担,或在各城之间抽签均摊;他们还向赠与者索取土地的价款,但并没有钱款。相反,青年与老者或妇人携幼子轮番涌入罗马,聚集于广场或神庙之中痛哭流涕,陈词道自己并未犯下任何过错,身为意大利人却如同战俘一般被逐出土地与家园。罗马人对此深感同情并为之垂泪,尤其是当他们思及这场战争、所发放的战胜奖赏以及所建立的殖民地,并非为了城邦,而是为了针对他们自身并颠覆政体,好让民主政制永无重见天日之机,因为随时听候调遣的雇佣兵已被安置在统治者身边,任由其驱策。

§5213

ὁ δὲ Καῖσαρ ταῖς πόλεσιν ἐξελογεῖτο τὴν ἀνάγκην, καὶ ἐδόκουν οὐδʼ ὣς ἀρκέσειν. οὐδʼ ἤρκουν, ἀλλὰ ὁ στρατὸς καὶ τοῖς γείτοσιν ἐπέβαινε σὺν ὕβρει, πλέονά τε τῶν διδομένων σφίσι περισπώμενοι καὶ τὸ ἄμεινον ἐκλεγόμενοι. οὐδὲ ἐπιπλήσσοντος αὐτοῖς καὶ δωρουμένου πολλὰ ἄλλα τοῦ Καίσαρος ἐπαύοντο, ἐπεὶ καὶ τῶν ἀρχόντων, ὡς δεομένων σφῶν ἐς τὸ ἐγκρατὲς τῆς ἀρχῆς, κατεφρόνουν. καὶ γὰρ αὐτοῖς ἡ πενταετία παρώδευε, καὶ τὸ ἀσφαλὲς ἡ χρεία συνῆγεν ἀμφοτέροις παρʼ ἀλλήλων, τοῖς μὲν ἡγεμόσιν ἐς τὴν ἀρχὴν παρὰ τοῦ στρατοῦ, τῷ στρατῷ δὲ ἐς τὴν ἐπικράτησιν ὧν ἔλαβον, ἡ τῶν δεδωκότων ἀρχὴ παραμένουσα.3 ὡς γὰρ αὐτῶν οὐ βεβαίως ἐπικρατήσοντες, εἰ μὴ βεβαίως ἄρχοιεν οἱ δόντες, ὑπερεμάχουν ἀπʼ εὐνοίας ἀναγκαίου. πολλὰ δὲ καὶ ἄλλα τοῖς ἀπορουμένοις αὐτῶν ἐδωρεῖτο, δανειζόμενος ἐκ τῶν ἱερῶν, ὁ Καῖσαρ. ὅθεν τὴν γνώμην ὁ στρατὸς ἐς αὐτὸν ἐπέστρεφε, καὶ πλείων ὑπήντα χάρις ὡς γῆν ἅμα καὶ πόλεις καὶ χρήματα καὶ οἰκήματα δωρουμένῳ καὶ καταβοωμένῳ μὲν ἐπιφθόνως ὑπὸ τῶν ἀφαιρουμένων, φέροντι δὲ τὴν ὕβριν ἐς χάριν τοῦ στρατοῦ.

凯撒向各城市解释迫于无奈的形势,但即便如此〔这些城市〕似乎仍不足够。事实上的确不足够,军队甚至蛮横地侵犯邻近地区,强夺超出分配给他们的土地,并挑选最肥美者据为己有。即便凯撒对他们加以训诫并赠予许多其他财物,他们亦未收敛,因为他们蔑视统治者,深知统治者需要依靠他们来巩固权力。事实上,为期五年的执政期限正在逝去,相互的需求将双方的安全维系在彼此身上——统帅们依靠军队来维持统治,而军队要确保持住所获得的土地,则有赖于施与者政权的延续。士兵们深知,除非施与者拥有稳固的统治,否则自己绝不能牢固地据有这些利益,因此出于自身利害所系,他们怀着切身的好意竭力捍卫统治者。凯撒还从各神殿借贷,将许多其他财物赠予其中困窘者。因此,军队的心意归向于他,对他报以更多的感激,因为他同时赏赐土地、城市、金钱与房舍,尽管受到被剥夺财产者的怨恨与咒骂,他却为了博取军队的欢心而默默忍受侮辱。

§5214

ταῦτα δὲ ὁρῶν ὅ τε ἀδελφὸς ὁ τοῦ Ἀντωνίου Λεύκιος Ἀντώνιος, ὑπατεύων τότε, καὶ ἡ γυνὴ τοῦ Ἀντωνίου Φουλβία καὶ ὁ τῆς ἀποδημίας ἐπιτροπεύων τῷ Ἀντωνίῳ Μάνιος, ἵνα μὴ Καίσαρος δόξειε τὸ ἔργον ἅπαν εἶναι μηδὲ μόνος αὐτοῦ τὴν χάριν ἀποφέροιτο μηδʼ ἔρημος ὁ Ἀντώνιος εὐνοίας στρατιωτῶν γένοιτο, τὰς κατοικίσεις ἐτέχναζον ἐς τὴν ἐπιδημίαν Ἀντωνίου διατρίβειν. οὐ δυνατοῦ δὲ φαινομένου διὰ τὸν στρατὸν ἐπείγοντα, τοὺς οἰκιστὰς τῶν Ἀντωνίου τελῶν ἠξίουν Καίσαρα παρὰ σφῶν λαβεῖν, τῆς μὲν συνθήκης Ἀντωνίου μόνῳ Καίσαρι διδούσης,4 ἐπιμεμφόμενοι δὲ ὡς οὐ παρόντι τῷ Ἀντωνίῳ. καὶ ἐς τὸν στρατὸν αὐτοὶ τήν τε Φουλβίαν παράγοντες καὶ τὰ παιδία τὰ Ἀντωνίου, μάλα ἐπιφθόνως ἱκέτευον μὴ περιιδεῖν Ἀντώνιον ἢ δόξης ἢ χάριτος τῆς ἐς αὐτοὺς ὑπηρεσίας ἀφαιρούμενον. ἤκμαζε δὲ ἐν τῷ τότε μάλιστα τὸ κλέος τὸ Ἀντωνίου καὶ παρὰ τῷ στρατῷ καὶ παρὰ τοῖς ἄλλοις ἅπασι· τὸ γὰρ ἔργον τὸ ἐν Φιλίπποις διὰ τὴν τότε Καίσαρος ἀρρωστίαν ἅπαν ἡγοῦντο Ἀντωνίου γεγονέναι. ὁ δὲ Καῖσαρ οὐκ ἠγνόει μὲν ἀδικούμενος ἐς τὰ συγκείμενα, εἶξε δὲ ἐς χάριν Ἀντωνίου. καὶ οἱ μὲν τοὺς οἰκιστὰς ἐπὶ τοῖς Ἀντωνίου τέλεσιν ἀπέφαινον, οἱ δὲ οἰκισταὶ τοῖς στρατιώταις, ἵνα τι καὶ δοκοῖεν εὐνούστεροι τοῦ Καίσαρος ἐς αὐτοὺς εἶναι, συνεχώρουν ἔτι πλέον ἀδικεῖν. ἄλλο δὴ πλῆθος ἦν ἑτέρων πόλεων, αἳ ταῖς νενεμημέναις γειτονεύουσαί τε καὶ πολλὰ πρὸς τῶν στρατιωτῶν ἀδικούμενοι κατεβόων τοῦ Καίσαρος, ἀδικωτέρας εἶναι τὰς ἀποικίσεις τῶν προγραφῶν· τὰς μὲν γὰρ ἐπὶ ἐχθροῖς, τὰς δὲ ἐπὶ μηδὲν ἀδικοῦσι γίγνεσθαι.

见此情景,安东尼的兄弟卢基乌斯·安东尼(时任执政官)、安东尼之妻富尔维娅以及在安东尼外游期间代掌事务的马尼乌斯,为了不使整个功绩看似全归凯撒一人,亦不让其独揽恩惠,免得安东尼失去士兵的拥戴,遂谋划将定居安置拖延至安东尼归来。然而由于军队催逼甚急,此计看似无法实行,他们便要求凯撒从他们一方接受安东尼所属军团的殖民专员;尽管条约规定将此事全权赋予凯撒一人,他们却以安东尼不在场为由横加指责。他们亲自将富尔维娅与安东尼的子女带到军队面前,极力煽动怨恨地乞求将士们切勿坐视安东尼因对他们的效劳而应得的声名与感恩被剥夺。彼时安东尼在军队及所有人中的威望正值鼎盛;盖因凯撒当时患病,众人皆以为腓立比战役的功绩全出自安东尼之手。凯撒深知自己在条约上蒙受侵害,但为了安抚安东尼而做出了让步。于是他们委派了负责安东尼军团的殖民专员,然而这些专员为了显得比凯撒对士兵更为关切,竟纵容将士们犯下更多的暴行。与此同时,另有大批来自其他城市的民众,因与被分配的土地毗邻且饱受士兵侵害,纷纷对凯撒高声抗议,指责殖民安置比公敌宣告更为不义:公敌宣告尚且针对敌人,而安置殖民却降祸于毫无过错之人。

语法注4 条
  1. 5212τοῖς Ἀντωνίου τὰ γράμματα ἐδείκνυε τὰ Ἀντωνίου

    首处的 τοῖς Ἀντωνίου 带有定冠词作名词性用法,意为“安东尼的亲信/党羽”;后置的 τὰ Ἀντωνίου 则修饰前面的 τὰ γράμματα,意为“安东尼所写的书信”。同一个专有名词属格在此紧密并置,分别指代不同对象(前者指人,后者指信件的作者)。

  2. 5212τοῦ μηδʼ αὖθις ἀνακῦψαι τὴν δημοκρατίαν

    此为带有定冠词属格 τοῦ 及否定词 μηδέ 的不定式结构,用作目的属格(genitive of purpose),意为“为了使民主政制永无重见天日之机”,表明前文所述战争、战胜奖赏和殖民地建设被认为怀有的终极目的。

  3. 5213τῷ στρατῷ δὲ ἐς τὴν ἐπικράτησιν ὧν ἔλαβον, ἡ τῶν δεδωκότων ἀρχὴ παραμένουσα

    在此对举结构(τοῖς μὲν ἡγεμόσιν ... τῷ στρατῷ δὲ ...)的后半部分中,承前省略了谓语 συνῆγεν τὸ ἀσφαλές(维系安全)。主格分词短语 ἡ τῶν δεδωκότων ἀρχὴ παραμένουσα 充当主语(“施与者统治权的延续”),表示军队能牢固据有受赠土地的条件与保障。

  4. 5214τῆς μὲν συνθήκης Ἀντωνίου μόνῳ Καίσαρι διδούσης

    此为带有让步语气的独立属格结构(genitive absolute),意为“尽管安东尼的协议已将此事完全赋予凯撒一人”。此处的 Ἀντωνίου 充当主格性属格,表示安东尼自己在协议中授予了该项全权。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:5212-5214