← 阿庇安

内战记

§519-5111

安东尼盲从克利奥帕特拉与沉湎亚历山大里亚

安东尼为克利奥帕特拉所迷,接连替她铲除政敌与王位竞争者,又因贪欲企图掠夺帕尔米拉却无功而返,埋下了与帕提亚开战的导火索。随后他抛下动乱未平的东方省份,分驻军队冬营,自己则前往亚历山大里亚除去统帅标章,以平民之姿沉湎于与她的宴饮享乐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§519

εὐθὺς οὖν Ἀντωνίῳ μὲν ἡ περὶ ἅπαντα τέως ἐπιμέλεια ἀθρόα ἠμβλύνετο, Κλεοπάτρα δʼ ὅ τι προστάξειεν, ἐγίγνετο, οὐ διακριδὸν ἔτι περὶ τῶν ὁσίων ἢ δικαίων, ἐπεὶ καὶ τὴν ἀδελφὴν αὐτῆς Ἀρσινόην, ἱκέτιν οὖσαν ἐν Μιλήτῳ τῆς Λευκοφρυηνῆς Ἀρτέμιδος, πέμψας ὁ Ἀντώνιος ἀνεῖλε, καὶ Σεραπίωνα, τὸν ἐν Κύπρῳ στρατηγὸν αὐτῆς, συμμαχήσαντα Κασσίῳ, Τυρίων ὄντα ἱκέτην, ἐκέλευσε τοὺς Τυρίους ἐκδοῦναι τῇ Κλεοπάτρᾳ, ἐκδοῦναι δὲ καὶ Ἀραδίους ἕτερον ἱκέτην, ὅν τινα, Πτολεμαίου τοῦ ἀδελφοῦ τῆς Κλεοπάτρας ἀφανοῦς ἐν τῇ πρὸς Καίσαρα κατὰ τὸν Νεῖλον ναυμαχίᾳ γενομένου, οἱ Ἀράδιοι εἶχον λέγοντα Πτολεμαῖον εἶναι.1 καὶ τὸν ἐν Ἐφέσῳ δὲ τῆς Ἀρτέμιδος ἱερέα, ὃν Μεγάβυζον ἡγοῦνται, ὑποδεξάμενόν ποτε τὴν Ἀρσινόην ὡς βασιλίδα ἀχθῆναι μὲν ἐκέλευσεν, Ἐφεσίων δʼ αὐτὴν Κλεοπάτραν ἱκετευσάντων μεθῆκεν. οὕτω μὲν ὁ Ἀντώνιος ἐνήλλακτο ταχέως, καὶ τὸ πάθος αὐτῷ τοῦτο ἀρχὴ καὶ τέλος τῶν ἔπειτα κακῶν ἐγένετο. ἀποπλευσάσης δὲ τῆς Κλεοπάτρας ἐς τὰ οἰκεῖα, ὁ Ἀντώνιος ἔπεμπε τοὺς ἱππέας Πάλμυρα πόλιν, οὐ μακρὰν οὖσαν ἀπὸ Εὐφράτου, διαρπάσαι, μικρὰ μὲν ἐπικαλῶν αὐτοῖς, ὅτι Ῥωμαίων καὶ Παρθυαίων ὄντες ἐφόριοι ἐς ἑκατέρους ἐπιδεξίως εἶχον ʽἔμποροι γὰρ ὄντες κομίζουσι μὲν ἐκ Περσῶν τὰ Ἰνδικὰ ἢ Ἀράβια, διατίθενται δʼ ἐν τῇ Ῥωμαίων̓, ἔργῳ δʼ ἐπινοῶν τοὺς ἱππέας περιουσιάσαι. Παλμυρηνῶν δὲ προμαθόντων καὶ τὰ ἀναγκαῖα ἐς τὸ πέραν τοῦ ποταμοῦ μετενεγκάντων τε καὶ ἐπὶ τῆς ὄχθης, εἴ τις ἐπιχειροίη σκευασαμένων τόξοις, πρὸς ἃ πεφύκασιν ἐξαιρέτως, οἱ ἱππέες τὴν πόλιν κενὴν καταλαβόντες ὑπέστρεψαν, οὔτε ἐς χεῖρας ἐλθόντες οὔτε τι λαβόντες.

因此,安东尼此前对一切事务的精明关切顿然废弛,凡克利奥帕特拉所命之事无不遵行,不再对神圣或正义之事加以任何区分。事实上,安东尼派人诛杀了她的妹妹阿尔西诺埃——当时她作为求庇护者避难于米利都的白额阿耳忒弥斯神庙;又下令推罗人将塞拉皮翁引渡给克利奥帕特拉——此人原为她在塞浦路斯的将领,曾与卡西乌斯结盟,彼时正作为求庇护者居于推罗人之中;他还下令阿拉杜斯人引渡另一名求庇护者——因克利奥帕特拉之弟托勒密在尼罗河对阵凯撒的水战中下落不明之后,阿拉杜斯人收留了此人,盖因他自称是托勒密。此外,对于以弗所阿耳忒弥斯神庙的主祭,即被称为梅加比祖斯者,因曾将阿尔西诺埃作为女王予以接待,安东尼遂下令将其押解前来;但在以弗所人向克利奥帕特拉本人恳求之后,他便予以释放。安东尼便是如此迅速地蜕变,而这段情欲也成为了他日后祸患的肇始与终局。当克利奥帕特拉扬帆返回本土之后,安东尼派遣骑兵去洗劫距幼发拉底河不远的帕尔米拉城,对其横加微末的借口,指责他们位处罗马与帕提亚交界之地却两面逢源(盖因他们身为商人,自波斯运来印度与阿拉伯货物,并在罗马境内销售);然而在实际上,他的企图则是为了使骑兵中饱私囊。然而帕尔米拉人预先获悉消息,将必需物资运过河对岸,并在岸边配备弓箭——这本是他们极为擅长的技艺——以防有人来犯;骑兵发现城内空空如也,遂无功而返,既未交锋,亦未掠得任何财物。

§5110

καὶ δοκεῖ τόδε τὸ ἔργον Ἀντωνίῳ τὸν μετʼ οὐ πολὺ Παρθυικὸν πόλεμον ἐξάψαι, πολλῶν ἐκ Συρίας τυράννων ἐς αὐτοὺς συμφυγόντων. ἡ γὰρ Συρία μέχρι μὲν ἐπʼ Ἀντίοχον τὸν Εὐσεβῆ καὶ τὸν τοῦ Εὐσεβοῦς υἱὸν Ἀντίοχον ὑπὸ τοῖς ἐκ Σελεύκου τοῦ Νικάτορος ἐβασιλεύετο, ὥς μοι περὶ Σύρων λέγοντι εἴρηται· Πομπηίου δʼ αὐτὴν Ῥωμαίοις προσλαβόντος καὶ στρατηγὸν αὐτῇ Σκαῦρον ἀποδείξαντος, ἡ βουλὴ μετὰ Σκαῦρον ἔπεμψεν ἑτέρους καὶ Γαβίνιον τὸν Ἀλεξανδρεῦσι πολεμήσαντα, ἐπὶ δὲ Γαβινίῳ Κράσσον τὸν ἐν Παρθυαίοις ἀποθανόντα καὶ Βύβλον ἐπὶ τῷ Κράσσῳ. παρὰ δὲ τὴν Γαΐου Καίσαρος ἄρα τελευτὴν καὶ στάσιν ἐπʼ αὐτῇ κατὰ πόλεις ὑπὸ τυράννων εἴχετο, συλλαμβανόντων τοῖς τυράννοις τῶν Παρθυαίων· ἐσέβαλον γὰρ δὴ καὶ ἐς τὴν Συρίαν οἱ Παρθυαῖοι μετὰ τὴν Κράσσου συμφορὰν καὶ συνέπραξαν τοῖς τυράννοις. οὓς ὁ Ἀντώνιος ἐξελαύνων ὑποφεύγοντας ἐς τὴν Παρθυηνὴν καὶ τοῖς πλήθεσιν ἐπιβάλλων ἐσφορὰς βαρυτάτας καὶ ἐς Παλμυρηνοὺς τάδε ἁμαρτών, οὐδʼ ἐπέμεινε συστῆσαι τὴν χώραν θορυβουμένην, ἀλλὰ τὸν στρατὸν ἐς τὰ ἔθνη διελὼν χειμάσοντα αὐτὸς ἐς Αἴγυπτον ᾔει πρὸς Κλεοπάτραν.2

此事似乎为安东尼引爆了不久之后的帕提亚战争,因为许多叙利亚僭主纷纷逃奔彼处。盖因叙利亚在此之前,正如我在叙述叙利亚历史时所言,直至安条克·欧塞贝斯及其子安条克为止,皆由塞琉古·尼卡托的后裔统治;及至庞培将其并入罗马领土并任命斯考鲁斯为总督后,元老院在斯考鲁斯之后又派遣了其他人,包括曾对亚历山大里亚人作战的加比尼乌斯,加比尼乌斯之后是阵亡于帕提亚境内的克拉苏,克拉苏之后则是比布鲁斯。然而大约在盖乌斯·凯撒遇弑及其后引发的内乱期间,叙利亚各地按城邦被僭主割据,而帕提亚人则予以庇护支持;盖因帕提亚人在克拉苏覆灭后确实曾侵入叙利亚并协助僭主。安东尼驱逐了这些逃亡帕提亚境内的僭主,对民众课以极沉重的赋税,并对帕尔米拉人犯下了上述行径,却甚至未曾留下来安定骚动的地域,反将军队分驻各族冬营,自身则前往埃及投奔克利奥帕特拉。

§5111

ἡ δὲ αὐτὸν ἐπεδέχετο λαμπρῶς. καὶ ὁ μὲν ἐχείμαζεν ἐνταῦθα, ἄνευ σημείων ἡγεμονίας, ἰδιώτου σχῆμα καὶ βίον ἔχων, εἴθʼ ὡς ἐν ἀλλοτρίᾳ τε ἀρχῇ καὶ βασιλευούσῃ πόλει, εἴτε τὴν χειμασίαν ὡς πανήγυριν ἄγων, ἐπεὶ καὶ φροντίδας ἀπετέθειτο καὶ ἡγεμόνων θεραπείαν, καὶ στολὴν εἶχε τετράγωνον Ἑλληνικὴν ἀντὶ τῆς πατρίου, καὶ ὑπόδημα ἦν αὐτῷ λευκὸν Ἀττικόν, ὃ καὶ Ἀθηναίων ἔχουσιν ἱερεῖς καὶ Ἀλεξανδρέων, καὶ καλοῦσι φαικάσιον. ἔξοδοί τε ἦσαν αὐτῷ ἐς ἱερὰ ἢ γυμνάσια ἢ φιλολόγων διατριβὰς μόναι καὶ δίαιτα μεθʼ Ἑλλήνων ὑπὸ Κλεοπάτρᾳ, ᾗ δὴ καὶ μάλιστα τὴν ἐπιδημίαν ἀνετίθει.3

克利奥帕特拉隆重地接纳了他。他便在当地过冬,未带任何统帅的威仪标志,取平民的装束与生活方式,或是因为身处异邦统治与王都之中,或是将冬营视作节庆;盖因他抛却了一切忧虑与统帅的扈从威仪,改穿希腊式的方形斗篷以取代祖传服饰,脚登雅典与亚历山大里亚祭司所穿的阿提卡白色鞋履,即被称为“费卡西昂”之物。他的出行仅限于前往神庙、体育馆或文人的讲席,在克利奥帕特拉的治下与希腊人一同起居生活,而他确实将此番居留的绝大部分心思皆奉献给了她。

语法注3 条
  1. 519ἐκδοῦναι δὲ καὶ Ἀραδίους ἕτερον ἱκέτην, ὅν τινα, Πτολεμαίου τοῦ ἀδελφοῦ τῆς Κλεοπάτρας ἀφανοῦς ἐν τῇ πρὸς Καίσαρα κατὰ τὸν Νεῖλον ναυμαχίᾳ γενομένου, οἱ Ἀράδιοι εἶχον λέγοντα Πτολεμαῖον εἶναι

    不定关系代词 ὅν τινα 作为关系分句中动词 εἶχον 的直接宾语。在关系代词与主谓语之间插入了长达整句的属格独立结构(Πτολεμαίου ... γενομένου),使先行词与从句谓语发生隔延。分词 λέγοντα 与 ὅν τινα 性数格一致,作宾语补足语(“称自己是托勒密”)。

  2. 5110οὓς ὁ Ἀντώνιος ἐξελαύνων ὑποφεύγοντας ἐς τὴν Παρθυηνὴν καὶ τοῖς πλήθεσιν ἐπιβάλλων ἐσφορὰς βαρυτάτας καὶ ἐς Παλμυρηνοὺς τάδε ἁμαρτών, οὐδʼ ἐπέμεινε συστῆσαι τὴν χώραν θορυβουμένην, ἀλλὰ τὸν στρατὸν ἐς τὰ ἔθνη διελὼν χειμάσοντα αὐτὸς ἐς Αἴγυπτον ᾔει πρὸς Κλεοπάτραν

    句首的连接性关系代词宾格 οὓς(指代前述僭主们)由分词 ἐξελαύνων 支配。一系列分词短语(ἐξελαύνων, ἐπιβάλλων, ἁμαρτών)修饰主语 ὁ Ἀντώνιος,导向否定主谓结构 οὐδʼ ἐπέμεινε(后接补足不定式 συστῆσαι),并最终通过 ἀλλὰ ... ᾔει 构成对照主节。

  3. 5111ὑπὸ Κλεοπάτρᾳ, ᾗ δὴ καὶ μάλιστα τὴν ἐπιδημίαν ἀνετίθει

    介词短语 ὑπὸ Κλεοπάτρᾳ 接与格,表示“在克利奥帕特拉的庇护/权势之下”。随后的关系代词 ᾗ 为指代克利奥帕特拉的与格,受动词 ἀνετίθει(托付、奉献)支配,意为“他确实尤其将自己的逗留奉献给了/托付给了她”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:519-5111