← 阿庇安

内战记

§516-518

安东尼重整东方秩序与初会克利奥帕特拉

安东尼应希腊诸城邦的哀求放宽了贡税条件,随后巡行东方重整各地秩序并征收军资,并在基利家与克利奥帕特拉相会时为其才貌所倾倒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§516

ὁ μὲν οὕτως εἶπεν, ἐς ὀκτὼ καὶ εἴκοσι τέλη πεζῶν τὴν χάριν περιφέρων, ὅτι, οἶμαι, τρία καὶ τεσσαράκοντα ἦν αὐτοῖς, ὅτε ἐν Μουτίνῃ συνηλλάσσοντο ἀλλήλοις καὶ τάδε ὑπισχνοῦντο, ὁ δὲ πόλεμος αὐτὰ ἐς τοσοῦτον ὑπενηνόχει· οἱ δὲ Ἕλληνες ἔτι λέγοντος αὐτοῦ ταῦτα ἐρρίπτουν ἑαυτοὺς ἐς τὸ ἔδαφος, ἀνάγκην καὶ βίαν ἐς αὑτοὺς ἐκ Βρούτου καὶ Κασσίου γενομένας ἐπιλέγοντες οὐκ ἐπιτιμίων ἀξίας εἶναι, ἀλλʼ ἐλέου, δόντες δʼ ἂν τοῖς εὐεργέταις ἑκόντες ἀπορεῖν διὰ τοὺς πολεμίους,1 οἷς οὐ τὰ χρήματα μόνον, ἀλλὰ καὶ τὰ σκεύη καὶ τοὺς κόσμους ἐσενεγκεῖν ἀντὶ τῶν χρημάτων, τοὺς δὲ αὐτὰ παρὰ σφίσιν ἐς νόμισμα χαλκεῦσαι. καὶ τέλος παρακαλοῦντες ἔτυχον ἐννέα ἐτῶν φόρους ἐσενεγκεῖν ἔτεσι δύο. βασιλεῦσι δὲ καὶ δυνάσταις καὶ πόλεσιν ἐλευθέραις ἄλλα ἐς τὴν ἑκάστων δύναμιν ἐπετάχθη.

安东尼如此说道,将施恩的对象限定在二十八个步兵军团,我想这是因为当他们在穆蒂纳彼此讲和并作出这些许诺时,拥有四十三个军团,但战争已将其削减到了这一数目。安东尼话音未落,希腊人便纷纷扑倒在地,诉说布鲁图斯与卡西乌斯强加于他们的强暴与胁迫理应受到怜悯而非惩罚;他们本愿欣然献给自己的恩人,如今却因敌人的缘故而一贫如洗——对敌人他们不仅被迫交出了金钱,甚至将器皿与首饰折抵现金交出,而敌人已将这些物品在军中熔铸为钱币。最终,在他们的哀求之下,他们获准在两年之内缴清九年的赋税。至于诸王、统治者与自由城邦,则依各自的实力另行规定了摊派款项。

§517

περιιόντι δʼ αὐτῷ τὰ ἔθνη Λεύκιός τε ὁ Κασσίου ἀδελφὸς καὶ ὅσοι ἄλλοι τῶν δεδιότων ἐπεὶ τῆς ἐν Ἐφέσῳ συγγνώμης ἐπύθοντο, ἱκέται προσῄεσαν. καὶ ἀπέλυε πάντας, πλὴν τοὺς συνεγνωκότας ἐπὶ φόνῳ Καίσαρος· τούτοις γὰρ δὴ μόνοις ἀδιάλλακτος ἦν. παρηγόρει δὲ καὶ τῶν πόλεων τὰς μάλιστα δεινὰ παθούσας, Λυκίους μὲν ἀτελεῖς φόρων ἀφιεὶς καὶ Ξάνθον οἰκίζειν παραινῶν, Ῥοδίοις δὲ διδοὺς Ἄνδρον τε καὶ Τῆνον καὶ Νάξον καὶ Μύνδον, ἃς οὐ πολὺ ὕστερον ἀφῃρέθησαν ὡς σκληρότερον ἄρχοντες. Λαοδικέας δὲ καὶ Ταρσέας ἐλευθέρους ἠφίει καὶ ἀτελεῖς φόρων· καὶ Ταρσέων τοὺς πεπραμένους ἀπέλυε τῆς δουλείας διατάγματι. Ἀθηναίοις δʼ ἐς αὐτὸν ἐλθοῦσι μετὰ Τῆνον Αἴγιναν ἔδωκε καὶ Ἴκον καὶ Κέω καὶ Σκίαθον καὶ Πεπάρηθον. ἐπιπαριὼν δὲ Φρυγίαν τε καὶ Μυσίαν καὶ Γαλάτας τοὺς ἐν Ἀσίᾳ Καππαδοκίαν τε καὶ Κιλικίαν καὶ Συρίαν τὴν κοίλην καὶ Παλαιστίνην καὶ τὴν Ἰτουραίαν καὶ ὅσα ἄλλα γένη Σύρων, ἅπασιν ἐσφορὰς ἐπέβαλλε βαρείας καὶ διῄτα πόλεσι καὶ βασιλεῦσιν, ἐν μὲν Καππαδοκίᾳ Ἀριαράθῃ τε καὶ Σισίνῃ, ὧν τῷ Σισίνῃ συνέπραξεν ἐς τὴν βασιλείαν, καλῆς οἱ φανείσης τῆς μητρὸς τοῦ Σισίνου Γλαφύρας· ἐν δὲ Συρίᾳ τοὺς κατὰ πόλεις ἐξῄρει τυράννους.

当他巡视各族时,卡西乌斯的兄弟卢基乌斯以及其余闻知以弗所大赦的恐惧之人,皆作为求庇护者前来归附。安东尼赦免了所有人,唯独参与谋杀凯撒之人除外;盖因唯独对此等人,他坚决不予和解。他还抚慰了受创最巨的城邦:免除吕基亚人的赋税并劝勉他们重建克桑托斯;将安德罗斯、提诺斯、纳克索斯与明多斯赐予罗得岛人,但不久后因其统治过于严酷而复被剥夺。他赐予拉奥狄刻亚人与塔尔索斯人自由并免除其赋税;又颁布谕令,使那些被贩卖的塔尔索斯人脱离奴籍。对于前来拜见的雅典人,他在提诺斯之外又赐予埃伊纳、伊科斯、刻奥斯、斯基亚托斯与佩帕雷托斯。随后他巡行弗里吉亚、密细亚、小亚细亚的加拉太人地区、卡帕多奇亚、基利家、叙利亚低地、巴勒斯坦、伊图利亚以及其余一切叙利亚族群,对各地皆课以沉重的赋税,并为各城邦与诸王调停争端。在卡帕多奇亚,他在阿里阿拉特斯与西西涅斯之间做出仲裁,因西西涅斯的母亲格拉菲拉貌美,便扶植西西涅斯登上王位;在叙利亚,他废黜了各城邦的僭主。

§518

καὶ ἐν Κιλικίᾳ πρὸς αὐτὸν ἐλθούσης Κλεοπάτρας ἐμέμψατο μὲν ὡς οὐ μετασχούσης τῶν ἐπὶ Καίσαρι πόνων· τῆς δὲ οὐκ ἀπολογουμένης μᾶλλον ἢ καταλογιζομένης αὐτοῖς, ὅτι καὶ τὰ παρὰ οἷ τέσσαρα τέλη πρὸς Δολοβέλλαν αὐτίκα πέμψειε, καὶ στόλον ἄλλον ἕτοιμον ἔχουσα κωλυθείη ὑπό τε ἀνέμου καὶ αὐτοῦ Δολοβέλλα, ταχυτέρας ἥσσης τυχόντος, Κασσίῳ τε δὶς ἀπειλοῦντι μὴ συμμαχήσειε καὶ σφίσιν ἐκείνοις πολεμοῦσιν ἐς τὸν Ἰόνιον αὐτὴ τὸν στόλον ἔχουσα πλεύσειε μετὰ παρασκευῆς βαρυτάτης, οὔτε δείσασα Κάσσιον οὔτε φυλαξαμένη Μοῦρκον ναυλοχοῦντα, μέχρι χειμὼν τά τε ἄλλα διελυμήνατο καὶ αὐτὴν ἐς νόσον ἐνέβαλεν, ἧς δὴ χάριν οὐδʼ ὕστερον ἐπαναχθῆναι νενικηκότων ἤδη, ὁ Ἀντώνιος ἐπὶ τῇ ὄψει τὴν σύνεσιν καταπλαγεὶς2 εὐθὺς αὐτῆς μειρακιωδῶς ἑαλώκει, καίπερ ἔτη τεσσαράκοντα γεγονώς, λεγόμενος μὲν ὑγρότατος ἐς ταῦτα ἀεὶ φῦναι, λεγόμενος δʼ ἐς ταύτην καὶ πάλαι, παῖδα ἔτι οὖσαν, ἐρέθισμά τι τῆς ὄψεως λαβεῖν, ὅτε ἐπὶ τὴν Ἀλεξάνδρειαν Γαβινίῳ στρατεύοντι νέος ἱππαρχῶν εἵπετο.

当克利奥帕特拉在基利家前来会见他时,安东尼责备她未曾参与为凯撒复仇的战役。然而她与其说是在辩解,不如说是在向他们罗列功绩:声称自己立即将麾下的四个军团派往多拉贝拉处;另备有一支舰队,却因风向不利以及多拉贝拉过早溃败而未能成行;卡西乌斯虽两次施以威胁,她却坚拒与之结盟;当三头派与敌作战之际,她更亲自统领整备森严的舰队驶向伊奥尼亚海,既不惧卡西乌斯,亦未防备潜伏拦截的穆尔库斯,直至风暴摧毁了舰只并使她罹患重病,正因这场疾病,即便在他们战胜之后她亦未能再度出海。安东尼为其美貌加之其智慧所倾倒,尽管已年届四十,却顿时如少年般深陷情网;据说他天性最易耽于此类情欲,亦有传说早在其年轻时作为骑兵指挥官随同加比尼乌斯远征亚历山大里亚之际,便已被当时尚为幼女的她勾起了心旌。

语法注2 条
  1. 516δόντες δʼ ἂν τοῖς εὐεργέταις ἑκόντες ἀπορεῖν διὰ τοὺς πολεμίους

    δόντες ἄν 为带有 ἄν 的分词,相当于非真实条件句的主句(直陈式过去时加 ἄν)。该句依附于引导间接引语的 ἐπιλέγοντες,形成对比:若有资力本愿欣然献给恩人,如今却因敌人而陷于匮乏。

  2. 518ἐπὶ τῇ ὄψει τὴν σύνεσιν καταπλαγεὶς

    介词短语 ἐπὶ τῇ ὄψει 表示递进或附加(“在容貌之外/加上容貌”),宾格 τὴν σύνεσιν(“知性/明慧”)则作为分词 καταπλαγείς 的直接宾语。该结构指明他不仅被其外表吸引,更为其谈吐的聪慧所折服。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:516-518