← 阿庇安

内战记

§514-515

安东尼抵达以弗所与对小亚细亚各邦的重税要求

安东尼在以弗所赦免了除两名谋叛要犯以外的求庇护者,随后召集小亚细亚各希腊城邦的代表发表演说,历数凯撒派对他们的恩德并指责其助逆行为,要求他们在一整年内缴清相当于十年税款的巨资,以充作全军的胜利犒赏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§514

ὁ μὲν δὴ Καῖσαρ ἐπὶ τὸν Ἰόνιον ᾔει, ὁ δὲ Ἀντώνιος ἐν Ἐφέσῳ γενόμενος τῇ θεῷ μεγαλοπρεπῶς ἔθυε καὶ τοὺς καταφυγόντας ἐκ τῆς Βρούτου καὶ Κασσίου συμφορᾶς ἐς τὸ ἱερὸν ἱκέτας ἀπέλυε, χωρὶς Πετρωνίου, συνεγνωκότος ἐπὶ τῷ φόνῳ Καίσαρος, καὶ Κοΐντου, προδόντος ἐν Λαοδικείᾳ Κασσίῳ Δολοβέλλαν. τοὺς δὲ Ἕλληνας καὶ ὅσα ἄλλα ἔθνη τὴν ἀμφὶ τὸ Πέργαμον Ἀσίαν νέμονται, κατά τε πρεσβείας παρόντας ἐπὶ συνθέσει καὶ μετακεκλημένους συναγαγὼν ἔλεξεν ὧδε· “ὑμᾶς ἡμῖν, ὦ ἄνδρες Ἕλληνες, Ἄτταλος ὁ βασιλεὺς ὑμῶν ἐν διαθήκαις ἀπέλιπε, καὶ εὐθὺς ἀμείνονες ὑμῖν ἦμεν Ἀττάλου· οὓς γὰρ ἐτελεῖτε φόρους Ἀττάλῳ, μεθήκαμεν ὑμῖν, μέχρι δημοκόπων ἀνδρῶν καὶ παρʼ ἡμῖν γενομένων ἐδέησε φόρων.1 ἐπεὶ δὲ ἐδέησεν, οὐ πρὸς τὰ τιμήματα ὑμῖν ἐπεθήκαμεν, ὡς ἂν ἡμεῖς ἀκίνδυνον φόρον ἐκλέγοιμεν, ἀλλὰ μέρη φέρειν τῶν ἑκάστοτε καρπῶν ἐπετάξαμεν, ἵνα καὶ τῶν ἐναντίων κοινωνῶμεν ὑμῖν. τῶν δὲ ταῦτα παρὰ τῆς βουλῆς μισθουμένων ἐνυβριζόντων ὑμῖν καὶ πολὺ πλείονα αἰτούντων, Γάιος Καῖσαρ τῶν μὲν χρημάτων τὰ τρίτα ὑμῖν ἀνῆκεν ὧν ἐκείνοις ἐφέρετε, τὰς δʼ ὕβρεις ἔπαυσεν· ὑμῖν γὰρ τοὺς φόρους ἐπέτρεψεν ἀγείρειν παρὰ τῶν γεωργούντων. καὶ τόνδε τοιόνδε ὄντα οἱ χρηστοὶ τῶν ἡμετέρων πολιτῶν τύραννον ἐκάλουν, καὶ ὑμεῖς αὐτοῖς συνετελεῖτε χρήματα πολλά, σφαγεῦσί τε οὖσι τοῦ ὑμετέρου εὐεργέτου, καὶ καθʼ ἡμῶν τῶν τιμωρούντων ἐκείνῳ.

于是凯撒启程前往伊奥尼亚海,安东尼则抵达以弗所,向女神献上隆重的祭品,并赦免了因布鲁图斯与卡西乌斯的溃败而逃入圣所避难的求庇护者,唯独排除了参与谋杀凯撒的佩特罗尼乌斯,以及在拉奥狄刻亚向卡西乌斯出卖多拉贝拉的昆图斯。随后,他将希腊人以及居住在帕加马周边亚洲地区的其他各族人民召集起来——包括为订立协议而派使节前来的各方以及奉召而至者——向他们发表演说道: “希腊的诸位,你们的国王阿塔罗斯在遗嘱中将你们留给了我们,而我们立即向你们证明了我们比阿塔罗斯更为仁慈。因为你们从前向阿塔罗斯缴纳的贡赋,我们皆予以免除,直到我们当中也出现了蛊惑民心之徒,以致国库需要税收为止。即便在需要征税之时,我们亦非按照财产估价向你们征收,以便我们坐收毫无风险的赋税;相反,我们只要求你们缴纳历次收成的一部分,以便在遇到歉收与逆境时亦能与你们分担。当那些自元老院承租包税权之人凌辱你们并索要远超规定的钱财时,盖乌斯·凯撒减免了你们向他们缴纳金额的三分之一,并制止了他们的暴行;因为他准许你们自行向耕作者征收税款。然而,对于这样一位恩人,我们公民中那些所谓的‘正人君子’却称其为僭主,而你们竟向他们输送巨额资财——既资助了屠戮你们恩人的凶手,又用以对抗为他复仇的我们。

§515

τῆς δὲ δικαίας τύχης οὐχ, ὡς ἐβούλεσθε, ἀλλʼ, ὡς ἦν ἄξιον, κρινάσης τὸν πόλεμον, εἰ μὲν ὡς συναγωνισταῖς τῶν πολεμίων ἔδει2 χρῆσθαι, κολάσεως ὑμῖν ἔδει, ἐπεὶ δὲ ἑκόντες πιστεύομεν ὑμᾶς κατὰ ἀνάγκην τάδε πεποιηκέναι, τῶν μὲν μειζόνων ἀφίεμεν, χρημάτων δὲ ἡμῖν δεῖ καὶ γῆς καὶ πόλεων ἐς τὰ νικητήρια τοῦ στρατοῦ, τέλη δέ ἐστιν ὀκτὼ καὶ εἴκοσιν ὁπλιτῶν, ἃ μετὰ τῶν συντασσομένων εἰσὶ μυριάδες ἀνδρῶν ὑπὲρ ἑπτακαίδεκα, καὶ τούτων ἄνευθεν οἱ ἱππέες καὶ ἕτερος ὅμιλος ἑτέρου στρατοῦ. ἐκ μὲν δὴ τοῦ πλήθους τῶν ἀνδρῶν τὸ πλῆθος τῆς χρείας συνορᾶν δύνασθε. τὴν δὲ γῆν καὶ τὰς πόλεις αὐτοῖς διαδώσων ὁ Καῖσαρ ἄπεισιν ἐς τὴν Ἰταλίαν, εἰ χρὴ τῷ λόγῳ τὸ ἔργον εἰπεῖν, ἀναστήσων τὴν Ἰταλίαν.3 ὑμᾶς δʼ, ἵνα μὴ γῆς καὶ πόλεων καὶ οἰκιῶν καὶ ἱερῶν καὶ τάφων ἀνίστησθε, ἐς τὰ χρήματα ἐλογισάμεθα, οὐδὲ ἐς ἅπαντα ʽοὐδὲ γὰρ ἂν δύναισθἐ, ἀλλὰ μέρος αὐτῶν καὶ βραχύτατον, ὃ καὶ πυθομένους ὑμᾶς ἀγαπήσειν οἴομαι. ἃ γὰρ ἔδοτε τοῖς ἡμετέροις ἐχθροῖς ἐν ἔτεσι δύο ʽἔδοτε δὲ φόρους δέκα ἐτῶν̓, ταῦτα λαβεῖν ἀρκέσει μόνα, ἀλλʼ ἑνὶ ἔτει· ἐπείγουσι γὰρ αἱ χρεῖαι. συνεῖσι δὲ τῆς χάριτος ὑμῖν4 τοσοῦτον ἂν ἐπείποιμι, ὅτι μηδενὸς ἁμαρτήματος ἴσον ἐπιτίμιον ὁρίζεται.”

如今,公正的命运并未依照你们的愿望、而是依照公道裁决了这场战争;若要将你们视作敌人的同盟军来处置,你们理当受到严惩,但既然我们情愿相信你们乃是出于被迫才做出此等行径,我们便免除更严厉的罪责。然而,为了犒赏三军将士的胜利,我们需要金钱、土地与城邑;重装步兵共有二十八个军团,连同编制内的辅助部队已超过十七万人,此外更有骑兵及另一支军队的众多人员。单从人数之巨,你们便可领会所需物资的规模。凯撒正前往意大利为他们分发土地与城邑——若要直截了当地说明真相,便是要将意大利连根拔起。而为了使你们不致被逐出土地、城邑、家园、圣所与祖墓,我们决定让你们以金钱抵偿;即便金钱亦非索要全部(因为你们绝无力承担),而只是其中极微小的一部分,我相信你们得知后亦会欣然接受。盖因你们在两年之内给予我们敌人的数目(你们当时交纳了十年的贡税),我们只收取同等数额即已足够,但必须在一年之内缴清,因为所需迫在眉睫。对能体谅此番恩惠的诸位,我只需补充一句:对任何罪过,都并未规定同等的处分。”

语法注4 条
  1. 514μέχρι δημοκόπων ἀνδρῶν καὶ παρʼ ἡμῖν γενομένων ἐδέησε φόρων

    连词 μέχρι 引出谓语为无人称动词 ἐδέησε 的时间从句,其中插入了属格绝对结构 δημοκόπων ἀνδρῶν... γενομένων。短语 καὶ παρʼ ἡμῖν(“在我们这里亦然”)与希腊城邦的过往相对比,指出罗马自身也出现了煽动民意之徒,从而导致了赋税的重启。

  2. 515εἰ μὲν ὡς συναγωνισταῖς τῶν πολεμίων ἔδει χρῆσθαι, κολάσεως ὑμῖν ἔδει

    无人称未完成过去时动词 ἔδει 在条件从句与主句中的非真实条件用法。表达义务、必要或应当的动词(如 ἔδει, ἐχρῆν 等)在引导与过去或现在事实相反的虚拟语气时,通常无须添加语气小词 ἄν,此处在前后两节中对称使用。

  3. 515εἰ χρὴ τῷ λόγῳ τὸ ἔργον εἰπεῖν, ἀναστήσων τὴν Ἰταλίαν

    插入性习语 εἰ χρὴ τῷ λόγῳ τὸ ἔργον εἰπεῖν(“若须以言语道出实情”)与表示目的的将来时分词 ἀναστήσων(与前面的 διαδώσων 并列)搭配使用。动词 ἀνίστημι 在此意为“连根拔起、驱逐原住民、使之荒芜”,与下文中的被动态 ἀνίστησθε 形成鲜明的用词呼应。

  4. 515συνεῖσι δὲ τῆς χάριτος ὑμῖν

    现在时分词 συνιείς(源自 συνίημι)的与格复数阳性形式 συνεῖσι,用以修饰间接宾语代词 ὑμῖν(“对理解此番恩惠的你们”)。该分词在句中带有定语或条件性(“只要你们领会这恩惠”)的修辞意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:514-515