- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:514139-514141
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培焚毁舰队企图进行陆战,导致重臣亲信叛离;夜袭敌军虽胜却错失战机,内撤陷入穷途后向故交富尔尼乌斯提出单独投降,却遭拒绝并被要求向提提乌斯归降。
ἀλλὰ τούσδε μὲν ὁ τῆς Μακεδονίας ἡγούμενος Ἀντωνίῳ συνέλαβε καὶ τὸ χρυσίον τοῖς ἱππεῦσι διένειμεν· ὁ δὲ Πομπήιος Νίκαιάν τε καὶ Νικομήδειαν καταλαβὼν ἐχρηματίζετο λαμπρῶς, καὶ ἐς μεγάλα ταχέως αὐτῷ πάντα ηὔξετο παρʼ ἐλπίδα. Φουρνίῳ δὲ οὐ μακρὰν παραστρατοπεδεύοντι πρῶται μὲν ἧκον ἐκ Σικελίας, ἦρος ἀρχομένου, νῆες ἑβδομήκοντα, ὅσαι περιεσώθησαν ἐξ ὧν Ἀντώνιος ἐκεχρήκει κατὰ Πομπηίου Καίσαρι ʽμετὰ γὰρ τὸ Σικελικὸν ἔργον αὐτὰς ὁ Καῖσαρ ἀπέλυσεν̓, ἧκεν δὲ καὶ ἐκ Συρίας Τίτιος ἑτέραις ἑκατὸν εἴκοσι ναυσὶ καὶ στρατῷ πολλῷ, καὶ κατῆραν ἅπαντες ἐς Προκόννησον. δείσας οὖν ὁ Πομπήιος τὰς ναῦς ἐνέπρησε καὶ τοὺς ἐρέτας ὥπλισεν, ὡς ἄμεινον ὁμοῦ πᾶσι κατὰ τὴν γῆν συνοισόμενος.1 Κάσσιος δὲ ὁ Παρμήσιος καὶ Νασίδιος καὶ Σατορνῖνος καὶ Θέρμος καὶ Ἀντίστιος ὅσοι τε ἄλλοι τῶν ἀξιολόγων ἔτι τῷ Πομπηίῳ παρῆσαν φίλοι, καὶ ὁ τιμιώτατος αὐτῷ Φάννιος καὶ ὁ κηδεστὴς αὐτοῦ Πομπηίου Λίβων ὡς εἶδον αὐτὸν οὐδὲ Τιτίου παρόντος, ὅτῳ τὰ περὶ αὐτὸν Ἀντώνιος ἐπέτρεπε, παυόμενον τοῦ πρὸς τὸν ἀμείνονα πολέμου, ἀπέγνωσαν αὐτοῦ καὶ πράξαντες ὑπὲρ ἑαυτῶν πίστιν ἐς Ἀντώνιον μετῆλθον.
然而,为安东尼统领马其顿的将领逮捕了这些人,并将黄金分发给了骑兵。与此同时,庞培攻占了尼西亚与尼科米底亚,获得了巨额财富,其一切势力出人意料地迅速膨胀。而在离此不远处扎营的富尔尼乌斯处,入春之初,先是从西西里开来了七十艘战船——这乃是安东尼先前借给恺撒用以对付庞培、如今尚存的战船(因在西西里战事结束后,恺撒将它们归还了);接着提提乌斯亦率另外一百二十艘战船及大批陆军自叙利亚赶来,全军皆泊于普罗孔内索斯。庞培心怀畏惧,遂放火烧毁了自己的战船并武装了水手,认为集中全军在陆上交战更为有利。然而,帕尔马的卡西乌斯、纳西狄乌斯、萨图尔尼努斯、塞尔穆斯、安提斯提乌斯,以及留在庞培身边的其余一切显赫友人,连同他最敬重的范尼乌斯及其岳父利波,见甚至在受安东尼全权委派处理其事务的提提乌斯到场之后,庞培仍不放弃与强敌作战,遂对他深感绝望,在为自身谋求妥善保证后,投奔了安东尼。
ὁ δʼ ἔρημος ὢν ἤδη φίλων ἐς τὰ μεσόγαια τῆς Βιθυνίας ἀνεχώρει, λεγόμενος ἐς Ἀρμενίους ἐπείγεσθαι. καὶ αὐτόν, νυκτὸς ἀναζεύξαντα ἀφανῶς, ἐδίωκεν ὅ τε Φούρνιος καὶ ὁ Τίτιος, καὶ ἐπʼ ἐκείνοις Ἀμύντας. συντόνῳ δὲ δρόμῳ περὶ ἑσπέραν καταλαβόντες ἐστρατοπέδευσαν ἕκαστος ἐφʼ ἑαυτοῦ περὶ λόφῳ τινί, ἄνευ τάφρου καὶ χάρακος, ὡς ἐν ἑσπέρᾳ καὶ κόπῳ. ὧδε δὲ αὐτοῖς ἔχουσιν ὁ Πομπήιος νυκτὸς ἐπέθετο πελτασταῖς τρισχιλίοις καὶ πολλοὺς ἔκτεινεν εὐναζομένους ἔτι καὶ ἀναπηδῶντας· οἱ δὲ καὶ γυμνοὶ πάμπαν αἰσχρῶς ἔφευγον. καὶ δοκεῖ τότε ὁ Πομπήιος ἅπαντι τῷ στρατῷ νυκτὸς ἐπελθὼν ἢ τῆς γε τροπῆς γενομένης ἐπαγαγὼν τάχʼ ἂν αὐτῶν ἐντελῶς ἐπικρατῆσαι.2 νῦν δʼ ὁ μὲν καὶ ταῦτα θεοῦ βλάπτοντος ὑπερεῖδε καὶ οὐδὲν ἐπʼ ἔργῳ τοιῷδε πλέον ἢ αὖθις ἐς τὸ μεσόγαιον ἐχώρει· οἱ δʼ ἁλισθέντες εἵποντο καὶ σιτολογοῦντα ἠνώχλουν, ἕως κινδυνεύων ὑπὸ τῆς ἀπορίας ἠξίωσεν ἐς λόγους ἐλθεῖν Φουρνίῳ, φίλῳ τε Μάγνου γεγενομένῳ καὶ ἀξιώσει προύχοντι τῶν ἄλλων καὶ βεβαιοτέρῳ τὸν τρόπον.
庞培至此亲友散尽,遂向比提尼亚内地撤退,据传正急赴亚美尼亚人处。他于夜间悄然拔营,富尔尼乌斯、提提乌斯以及随后的阿明塔斯对其展开追击。他们经过急速行军于傍晚时分追上,因天色已晚且人马困顿,各自在某座丘陵周围扎营,并未修筑濠沟与木栅。见敌处于此种状态,庞培遂于夜间率三千轻盾兵发起突袭,斩杀了许多仍在睡卧或正惊起之人;另有一些人赤身裸体、狼狈逃窜。看来庞培若在当时以全军夜袭,或在敌军溃败时乘胜压上,或许能将他们彻底击溃。但当时神灵蒙蔽了他的心智,他坐失良机,在这场战果之后未作进一步进取,反而再度退向内地。敌军重整旗鼓尾随追击,趁他搜求粮草之际频频骚扰,直至庞培因粮尽势危,才请求与富尔尼乌斯举行会谈——富尔尼乌斯曾是大庞培的故交,声望高于他人,且为人更加可靠。
ποταμὸν δʼ ἐν μέσῳ λαβὼν ἔλεγε μὲν, ὅτι πρεσβεύσαιτο πρὸς Ἀντώνιον, ἐπετίθει δʼ, ὅτι τροφῶν ἐν τοσούτῳ δεόμενος καὶ ἀμελούμενος ὑπὸ αὐτῶν, τάδε ἐργάσαιτο. “ὑμεῖς δὲ εἰ μὲν Ἀντωνίου γνώμῃ πολεμεῖτέ μοι, κακῶς ὁ Ἀντώνιος ὑπὲρ ἑαυτοῦ βουλεύεται, τὸν ἐπιόντα πόλεμον οὐ προορῶν· εἰ δὲ τὴν Ἀντωνίου γνώμην φθάνετε, μαρτύρομαι καὶ παρακαλῶ περιμεῖναι τὴν πρεσβείαν μου τὴν ἐς Ἀντώνιον ἀπεσταλμένην ἢ λαβόντας ἄγειν ἤδη πρὸς αὐτόν. ἐπιτρέψω δʼ ἐμαυτὸν ἐγὼ σοὶ μόνῳ, Φούρνιε, τοσοῦτον ἐς πίστιν αἰτήσας, ὅτι με σῶον ἄξεις ἐς Ἀντώνιον·” ὁ μὲν οὕτως εἶπεν, Ἀντωνίῳ τε θαρρῶν ὡς ἀγαθῷ τὴν φύσιν καὶ μόνα τὰ ἐν μέσῳ δεδιώς· ὁ δὲ Φούρνιος αὐτὸν οὕτως ἠμείψατο· “ἐπιτρέποντος μὲν ἦν ἑαυτὸν Ἀντωνίῳ χωρεῖν ἐς αὐτὸν ἐξ ἀρχῆς ἢ περιμένειν ἀτρεμοῦντα ἐν Μιτυλήνῃ τὰς ἀποκρίσεις, πολεμοῦντος δέ, ἃ πεποίηκας ἅπαντα·3 τί γὰρ αὐτὰ δεῖ πρὸς εἰδότα λέγειν; εἰ δὲ νῦν μετέγνωκας, μὴ συγκρούειν μὲν ἡμᾶς τοὺς στρατηγοὺς ἐς ἀλλήλους, Τιτίῳ δὲ σαυτὸν ἐπιτρέπειν·4 Τιτίῳ γὰρ ἐπιτέτραπται τὰ περὶ σὲ ὑπὸ Ἀντωνίου· καὶ πίστιν, ἣν αἰτεῖς παρʼ ἡμῶν, ἔνι σοι καὶ Τίτιον αἰτεῖν. κεκέλευσται δʼ ὑπὸ Ἀντωνίου πολεμοῦντα μέν σε κατακανεῖν, ἐγχειρίζοντα δὲ πέμπειν ἐς αὐτὸν ἐντίμως.”
他隔河相望,声称自己曾向安东尼遣使,并补充道,自己在此期间缺乏粮草且遭对方漠视,才被迫采取了这些行动。“倘若你们是奉安东尼之意向我开战,安东尼实未为自身深谋远虑,竟不见即将来临的大战;但若你们是抢先擅断安东尼的意图,我恳请你们并呼求诸神作证,等待我派往安东尼处的使者,或是将我拿下、立时押往他那里。我只向你一人投降,富尔尼乌斯,只求你给我这一条誓约:将我安全送抵安东尼处。”庞培如此陈词,因他信任安东尼天性宽厚,唯独畏惧途中的变故。然而富尔尼乌斯如此答道: “若是打算归顺安东尼,本应一早便前去投奔他,或是安分地在米提利尼静候回音;而若是执意开战,才会做出你迄今所犯的一切行径——何必对明知底细的人多费唇舌?若你如今悔悟,就不要挑拨我们诸将互生龃龉,而当向提提乌斯投降;盖因安东尼已将处置你的一切事务交予提提乌斯。你向我们索求的保证,同样可以向提提乌斯索求。安东尼已向他下令:若你顽抗交战,便将你斩杀;若你束手就擒,则以体面之礼将你送往他那里。”
- 514139ὡς ἄμεινον ὁμοῦ πᾶσι κατὰ τὴν γῆν συνοισόμενος
连词 ὡς 与将来时分词 συνοισόμενος(源自 συμφέρομαι,意为“交战”或“行事有进展”)连用,表示主语的主观意图或判断,意为“认为全军一并于陆上交战更为有利”。
- 514140καὶ δοκεῖ τότε ὁ Πομπήιος ... τάχʼ ἂν αὐτῶν ἐντελῶς ἐπικρατῆσαι
动词 δοκεῖ 采用人称结构(以 ὁ Πομπήιος 为主语),与带潜在小词 ἄν 的不定式 ἐπικρατῆσαι 搭配,构成反事实假设推测:“庞培当时似乎完全有可能彻底击溃他们”。其假设条件隐含在前面的分词短语 ἐπελθὼν ἢ ... ἐπαγαγών 中。
- 514141ἐπιτρέποντος μὲν ἦν ἑαυτὸν Ἀντωνίῳ χωρεῖν ἐς αὐτὸν ἐξ ἀρχῆς ἢ περιμένειν ἀτρεμοῦντα ἐν Μιτυλήνῃ τὰς ἀποκρίσεις, πολεμοῦντος δέ, ἃ πεποίηκας ἅπαντα
表示特征或本分的谓语属格结构(predicate genitive of characteristic)。ἐπιτρέποντος ... ἦν 意为“……是托庇归顺之人应有的举动”,其后接主格不定式 χωρεῖν 与 περιμένειν 作真正的主语;后半句 πολεμοῦντος δέ 承前省略 ἦν,以关系代词短语 ἃ πεποίηκας ἅπαντα 作主语(“而你迄今所做的一切则是交战者的行径”)。
- 514141μὴ συγκρούειν μὲν ἡμᾶς τοὺς στρατηγοὺς ἐς ἀλλήλους, Τιτίῳ δὲ σαυτὸν ἐπιτρέπειν
条件句主句中用于表达命令的不定式(imperatival infinitive)。承接前置条件从句 εἰ δὲ νῦν μετέγνωκας(“若你如今悔悟”),带否定词 μή 的不定式 συγκρούειν 与肯定的 ἐπιτρέπειν 并列,起劝告或祈使作用(“不要挑拨……而当托庇交托……”)。
