← 阿庇安

内战记

§514136-514138

庞培在小亚细亚起兵与击溃富尔尼乌斯

庞培联络帕提亚人的密使被捕,但安东尼听信了其使节的辩解;然而庞培在小亚细亚与副官富尔尼乌斯等人冲突激化,遂袭占拉姆萨库斯扩军,奇袭富尔尼乌斯的营地大获全胜,随后又企图收买屋大维娅派来的骑兵队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§514136

τοιαῦτα τῶν πρέσβεων εἰπόντων, ὁ Ἀντώνιος τὰς ἐντολὰς αὐτοῖς ἐξέφερεν, ἃς ἐντείλαιτο Τιτίῳ· καὶ εἰ τῷ ὄντι ταῦτα φρονοίη Πομπήιος, ἥξειν αὐτὸν ἔφασκεν παραπεμπόμενον ὑπὸ Τιτίου. ἅμα δὲ ταῦτα ἐγίγνετο, καὶ οἱ πεμφθέντες ἐς Παρθυαίους ὑπὸ τοῦ Πομπηίου ἐλήφθησαν ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν καὶ ἐς Ἀλεξάνδρειαν ἤχθησαν. καὶ ὁ Ἀντώνιος ἕκαστα μαθὼν ἐκάλει τοὺς τοῦ Πομπηίου πρέσβεις καὶ τοὺς ληφθέντας αὐτοῖς ὑπεδείκνυεν. οἱ δὲ καὶ ὣς παρῃτοῦντο νέον ἄνδρα ἐν συμφοραῖς ἐσχάταις ὑπὸ δέους, εἰ ἄρα μὴ προσοῖτο φιλίως αὐτὸν ὁ Ἀντώνιος,1 ἀναγκασθέντα καὶ τῶν ἀεὶ Ῥωμαίοις ἐχθίστων ἀποπειρᾶσαι· δηλώσειν τʼ αὐτὸν αὐτίκα, ὅτε μάθοι τὰ Ἀντωνίου, μηδὲν ἔτι πείρας ἢ μηχανῆς δεόμενον. οἷς ὁ Ἀντώνιος ἐπίστευσεν, ὢν καὶ τὰ ἄλλα αἰεὶ τὸ φρόνημα ἁπλοῦς καὶ μέγας καὶ ἄκακος.

使者们陈词完毕后,安东尼向他们出示了自己授予提提乌斯的训令,并表示若庞培确是如此着想,便会在提提乌斯的护送下前来。正当此事发生之际,庞培遣往帕提亚人处的密使被安东尼的部将擒获,押解到了亚历山大里亚。安东尼探明了全部内情,便召见庞培的使者,并将被俘之人展示在他们眼前。即便如此,使者们仍竭力辩白,称一位身陷极度危难的青年人因唯恐安东尼不予友善接纳而心怀畏惧,才被迫试探罗马人历来的死敌;他们坚称,庞培一旦知晓安东尼的态度,立时便会证明自己再无需任何图谋与伎俩。安东尼信以为真,因为他在其他一切事情上素来性格质朴、襟怀坦荡且不怀叵测。

§514137

ἐν τούτῳ δὲ Φούρνιος, ὁ τῆς Ἀσίας ἡγούμενος Ἀντωνίῳ, τὸν Πομπήιον ἐλθόντα μὲν καὶ ἀτρεμοῦντα ἐδέχετο, οὔτε κωλύειν ἀξιόμαχος ὢν οὔτε πω τὴν γνώμην εἰδὼς τὴν Ἀντωνίου· γυμνάζοντα δὲ τὸν στρατὸν ὁρῶν κατέλεγέ τινας ἐκ τῶν ὑπηκόων καὶ Ἀηνόβαρβον ἄρχοντα γείτονος στρατοῦ καὶ Ἀμύνταν ἑτέρωθεν ἐκάλει κατὰ σπουδήν. συνελθόντων δʼ ὀξέως, ὁ Πομπήιος ἐμέμφετο, εἰ πολέμιον ἡγοῦνται τὸν πρέσβεις ἐς Ἀντώνιον ἀπεσταλκότα καὶ τὰ παρʼ ἐκείνου περιμένοντα. καὶ ταῦτα λέγων Ἀηνόβαρβον ὅμως ἐπενόει συλλαβεῖν ἐκ προδοσίας Κουρίου τινὸς τῶν ἀμφὶ τὸν Ἀηνόβαρβον, ἐλπίζων ἐς ἀντίδοσιν αὑτοῦ μεγάλην ἕξειν μοῖραν Ἀηνόβαρβον.2 γνωσθείσης δʼ οὖν τῆς προδοσίας, Κούριος μὲν ἐν τοῖς παροῦσι Ῥωμαίων ἐλεγχθεὶς ἀπέθανε, Πομπήιος δὲ Θεόδωρον ἐξελεύθερον, ὃς μόνος οἱ συνῄδει τὸ βούλευμα, ὡς ἐξειπόντα ἔκτεινεν. οὐκέτι δὲ τοὺς ἀμφὶ τὸν Φούρνιον λήσειν ἐλπίσας, Λάμψακον ἐκ προδοσίας κατέλαβεν, ἣ πολλοὺς εἶχεν Ἰταλοὺς ἐξ ἐποικίσεως Γαΐου Καίσαρος, καὶ μισθοῖς μεγάλοις εὐθὺς ἐστράτευε τοὺς Ἰταλούς. ἤδη δὲ ἔχων ἱππέας τε διακοσίους καὶ πεζοὺς τρία τέλη, ἐπεχείρησε Κυζίκῳ κατά τε γῆν καὶ διὰ θαλάσσης. οἱ δὲ αὐτὸν ἑκατέρωθεν ἀπεκρούσαντο· καὶ γάρ τις ἦν ἐν τῇ Κυζίκῳ στρατὸς οὐ πολὺς Ἀντωνίῳ, φύλακες τῶν ἐκεῖ τρεφομένων αὐτῷ μονομάχων. ἐς δὲ τὸν Ἀχαιῶν λιμένα ἐπανελθὼν ἐσιτολόγει.

与此同时,代表安东尼治理亚细亚的富尔尼乌斯,在庞培初抵且按兵不动之际接待了他,因其既无力阻拦,亦尚不知晓安东尼的意图。但当看到庞培整军操练时,他便从属民中征募兵员,并火速召来统领邻近军队的阿赫诺巴布斯,又从另一方向召来阿明塔斯。当他们迅速会师后,庞培指责他们为何将一位已向安东尼遣使且正等待回音之人视为敌人。然而口中虽如此说,他却企图策反阿赫诺巴布斯的随从库里乌斯来袭捕阿赫诺巴布斯,指望阿赫诺巴布斯能成为换取自身安全的巨大筹码。但这起叛卖终告败露,库里乌斯在当场的罗马人面前被定罪处死,庞培则以告密为由处死了唯一知晓此计的获释奴提奥多罗斯。庞培自知再无法蒙骗富尔尼乌斯等人,遂通敌袭占了拉姆萨库斯;因该地有盖约·恺撒殖民留下的众多意大利人,他遂许以重金,立即征召这些意大利人入伍。至此,他麾下已拥有二百骑兵和三个步兵军团,遂从水陆两路发兵强攻基济科斯。然而该城居民从陆海两端将他击退;盖因城中留有安东尼的一支人数不多的守军,负责看守在那里为他饲养的角斗士。于是庞培撤回阿开亚人港,就地征集粮秣。

§514138

Φουρνίου δὲ οὐκ ἄρχοντος μὲν χειρῶν, ἀεὶ δʼ αὐτῷ παραστρατοπεδεύοντος σὺν ἱππεῦσι πολλοῖς καὶ σιτολογεῖν οὐκ ἐῶντος οὐδὲ προσποιεῖσθαι τὰς πόλεις, ὁ Πομπήιος ἱππέας οὐκ ἔχων ἐπεχείρησε τῷ τοῦ Φουρνίου στρατοπέδῳ κατὰ μέτωπον καὶ κατόπιν ἐκ περιόδου λαθών. ὅθεν ὁ Φούρνιος ἐς τὸν Πομπήιον ἐπεστραμμένος ὑπὸ τῶν ὄπισθεν ἐξεβλήθη τοῦ στρατοπέδου. καὶ φεύγοντας αὐτοὺς διὰ τοῦ Σκαμανδρίου πεδίου διώκων ὁ Πομπήιος ἔκτεινε πολλούς· καὶ γὰρ ἦν τὸ πεδίον ὑγρὸν ἐξ ὄμβρων. οἱ δὲ περισωθέντες τότε μὲν ὑπεχώρουν, οὐκ ὄντες ἀξιόμαχοι. προσδεχομένων δὲ ἀπό τε Μυσίας καὶ τῆς Προποντίδος καὶ ἑτέρωθεν, οἳ πενόμενοι διὰ τὰς συνεχεῖς εἰσφορὰς ἐμισθοφόρουν ἀσμένως τῷ Πομπηίῳ3 κατὰ δόξαν μάλιστα τῆς ἐν Ἀχαιῶν λιμένι γενομένης νίκης, ἱππικοῦ δʼ ἀπορῶν ὁ Πομπήιος, καὶ παρʼ αὐτὸ βλαπτόμενος ἐν ταῖς προνομαῖς, ἐπύθετο ἴλην ἱππέων Ἰταλικὴν ἐς Ἀντώνιον χωρεῖν, ὑπὸ Ὀκταουίας χειμεριζούσης ἐν Ἀθήναις ἀπεσταλμένην· καὶ εὐθὺς ἔπεμπέ τινας ἐς διαφθορὰν τῆς ἴλης μετὰ χρυσίου.

富尔尼乌斯虽未率先动武,却率大批骑兵紧邻其旁扎营,既不准他征粮,亦不许其拉拢周边城镇。庞培缺乏骑兵,便从正面进攻富尔尼乌斯的营地,同时暗中迂回从后方发起袭击。因此,富尔尼乌斯正转向迎战庞培之际,却被后方的敌军逐出了营寨。庞培追击在斯卡曼德罗斯平原上溃逃的敌军,斩杀甚众;盖因降雨使平原泥泞难行。幸存者因无力再战,暂且退避。来自密细亚、普罗庞提斯以及其他地方的人——因连年苛捐杂税而贫困不堪,尤其因阿开亚人港大捷的声威而乐于受雇于庞培为佣兵——纷纷前来归附,但庞培仍苦于缺乏骑兵,在四出劫掠中屡受损失;此时他得知有一队意大利骑兵正前往安东尼处,乃是在雅典过冬的屋大维娅所遣。他立时派人携黄金前去收买这支骑兵队。

语法注3 条
  1. 514136εἰ ἄρα μὴ προσοῖτο φιλίως αὐτὸν ὁ Ἀντώνιος

    该从句由名词 δέους(“出于恐惧”)引导,采用了连词 εἰ ἄρα(“是否也许”、“唯恐”)搭配希求法 προσοῖτο(προσίημι 的不定过去时中动希求法第三人称单数)。表示恐惧的词通常后接 μή 搭配连接法或希求法,但此处以假设形式呈现,在间接引语中表达了对“安东尼可能不会友善接纳他”这一不确定性的担忧与揣测。

  2. 514137ἐλπίζων ἐς ἀντίδοσιν αὑτοῦ μεγάλην ἕξειν μοῖραν Ἀηνόβαρβον

    在由 ἐλπίζων 引导的“宾格加不定式”结构中,专有名词 Ἀηνόβαρβον 是不定式 ἕξειν 的主语性宾格(即逻辑主语),因倒装被置于句末。整句意为“指望阿赫诺巴布斯在作为换取自身的交易中具有巨大的分量”。

  3. 514138προσδεχομένων δὲ ἀπό τε Μυσίας καὶ τῆς Προποντίδος καὶ ἑτέρωθεν, οἳ πενόμενοι διὰ τὰς συνεχεῖς εἰσφορὰς ἐμισθοφόρουν ἀσμένως τῷ Πομπηίῳ

    分词 προσδεχομένων 采取了属格独立结构的形式,但并无明确的属格名词作其逻辑主语,而是紧接着后接主格的关系代词从句 οἳ ... ἐμισθοφόρουν。此处的破格(anacoluthon)现象表明,从密细亚等地赶来的人在意义上既是该属格分词隐含的主语(“随着各处人员被接纳接收”),又在接下来的关系从句中作为主格主语展开叙述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:514136-514138