- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:514142-514145
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞克斯图斯·庞培因拒绝向提提乌斯投降而试图脱逃,但在追击下被迫向阿明塔斯无条件投降,随后在米利都被处决;作者回顾了庞培的一生,并转入对伊利里亚战事的记述。
ὁ δὲ Πομπήιος Τιτίῳ μὲν ἀχαριστίας ὠργίζετο, τὸν πόλεμον τόνδε ὑποδεξαμένῳ πολεμήσειν πρὸς αὐτόν· ἁλόντα γὰρ αὐτὸν αἰχμάλωτον περισεσώκει. ἐπὶ δὲ τῇ ὀργῇ καὶ ἠδόξει, Πομπήιος ὤν, ἐπὶ Τιτίῳ γενέσθαι, οὐκ ἐπιφανεῖ πάνυ ἀνδρί, καὶ ὑπώπτευεν αὐτὸν ὡς οὐ βέβαιον ἔς τε τὸν τρόπον ὑπονοῶν καί τινα συγγινώσκων ἐς αὐτὸν ὕβριν παλαιὰν πρὸ τῆς εὐεργεσίας. Φουρνίῳ δʼ αὖθις ἑαυτὸν ἐπέτρεπε καὶ δέξασθαι παρεκάλει. ὡς δʼ οὐκ ἔπειθεν, ὁ δὲ καὶ Ἀμύντᾳ ἔλεγεν ἑαυτὸν ἐπιτρέψειν. τοῦ Φουρνίου δὲ φήσαντος οὐδʼ Ἀμύνταν ἂν δέξασθαι τόδε ὕβριν ἔχον ἐς τὸν ἐξ Ἀντωνίου τὸ πᾶν ἐπιτετραμμένον, διελύθησαν. καὶ τοῖς μὲν ἀμφὶ τὸν Φούρνιον δόξα ἦν, ὅτι ὁ Πομπήιος ἐξ ἀπορίας τῶν παρόντων ἑαυτὸν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἐκδώσει τῷ Τιτίῳ· ὁ δὲ νυκτὸς τὰ συνήθη πυρὰ καίεσθαι καταλιπὼν καὶ τοὺς σαλπιγκτὰς σημαίνειν τὰ διαστήματα τῆς νυκτός, ὥσπερ ἦν ἔθος, ἔλαθε μετὰ τῶν εὐζώνων ὑπεξελθὼν τοῦ στρατοπέδου, οἷς οὐδὲ αὐτοῖς προεῖπεν, οἷ χωρήσειν ἔμελλεν. ἐπενόει δʼ ἐπὶ θάλασσαν ἐλθὼν ἐμπρῆσαι τὸ τοῦ Τιτίου ναυτικόν. καὶ τάχα ἂν ἔδρασεν, εἰ μὴ Σκαῦρος αὐτομολήσας ἀπʼ αὐτοῦ τὴν μὲν ἔξοδον ἐμήνυσε καὶ τὴν ὁδόν, ἣν ἐφέρετο, τὴν δʼ ἐπίνοιαν οὐκ ᾔδει. τότε δὴ χιλίοις καὶ πεντακοσίοις ἱππεῦσιν Ἀμύντας ἐδίωκε τὸν Πομπήιον ἱππέας οὐκ ἔχοντα. καὶ ἐς τὸν Ἀμύνταν οἱ τοῦ Πομπηίου πλησιάσαντα μετεχώρουν, οἱ μὲν ἀποδιδράσκοντες, οἱ δὲ καὶ φανερῶς. μονούμενος οὖν ὁ Πομπήιος καὶ δεδιὼς ἤδη τὰ οἰκεῖα, ἑαυτὸν ἄνευ σπονδῶν ἐνεχείρισεν Ἀμύντᾳ, ὁ Τιτίῳ μετὰ σπονδῶν ἀδοξήσας.1
庞培对提提乌斯的忘恩负义大为恼怒,因提提乌斯曾沦为俘虏,是庞培保全了他的性命,而今他竟领命前来与自己作战。除了愤怒之外,他自恃出身庞培家族,耻于屈服在提提乌斯这个毫无显赫声望之人的手下;加之庞培揣测其为人反复无常,且自知在施恩之前曾对他有过宿怨侮辱。庞培遂再度提出向富尔尼乌斯投降,并恳求他接纳自己。在未能说服富尔尼乌斯之后,庞培又声称愿向阿明塔斯投降。然而富尔尼乌斯表示,就连阿明塔斯也不会接纳,因为这样做是对那位受安东尼全权委派之人的一种侮辱;两人遂不欢而散。富尔尼乌斯一方本以为,由于目前的穷途末路,庞培将在次日向提提乌斯束手就擒;然而庞培在夜间命人留存惯常的篝火,并令号兵如常吹号报更,自己则率领轻装部队秘密潜出营地,甚至未向从行之人透露行军目的地。他本打算奔赴海滨焚毁提提乌斯的舰队。若非斯考鲁斯叛逃并告发了他的出逃及行进路线(尽管斯考鲁斯并不知其真正图谋),庞培或许便已得逞。得知此讯后,阿明塔斯率一千五百名骑兵追击并无骑兵的庞培。随着阿明塔斯的逼近,庞培的部众纷纷归顺对方,有的悄悄逃奔,有的则公然投向敌阵。庞培至此陷入孤立,且已对自己身边的部众产生畏惧,于是这位曾耻于在享有保障的条件下向提提乌斯投降之人,如今却毫无保证地向阿明塔斯束手投降。
οὕτω μὲν ἑάλω Πομπήιος Σέξστος, ὁ λοιπὸς ἔτι παῖς Πομπηίου Μάγνου, νεώτερος μὲν ὑπὸ τοῦ πατρὸς ἀπολειφθεὶς καὶ ὑπὸ τοῦ ἀδελφοῦ μειράκιον ἤδη, λαθὼν δʼ ἐπʼ ἐκείνοις ἐς πολὺ καὶ κρύφα λῃστεύων ἐν Ἰβηρίᾳ, μέχρι, πολλῶν συνδραμόντων ἐς αὐτὸν ἐπιγνωσθέντα εἶναι Πομπηίου παῖδα, ἐλῄστευέ τε φανερώτερον, καὶ μετὰ Γάιον Καίσαρα ἐπολέμησεν ἐγκρατῶς καὶ στρατὸν ἤγειρε πολὺν καὶ ναῦς καὶ χρήματα, καὶ νήσους εἷλε, καὶ θαλασσοκράτωρ τῆς ἀμφὶ τὰς δύσεις θαλάσσης ἐγένετο, καὶ τὴν Ἰταλίαν περιήνεγκεν ἐς λιμὸν καὶ τοὺς ἐχθροὺς ἐς συμβάσεις, ἃς ἤθελε. τὸ δὲ μέγιστον, ἐπίκουρος ἐν ταῖς προγραφαῖς τῇ πόλει πανώλεθρα πασχούσῃ γενόμενος περιέσωσεν ἄνδρας ἀρίστους τε καὶ πολλούς, οἳ τότε διʼ αὐτὸν ἦσαν ἐν τῇ πατρίδι. ὑπὸ δὲ θεοβλαβείας αὐτὸς οὔ ποτε ἐπεχείρησε τοῖς πολεμίοις, πολλὰ τῆς τύχης εὔκαιρα παρεχούσης, ἀλλʼ ἠμύνετο μόνον.
大庞培唯一幸存的骨肉塞克斯图斯·庞培就是这样被俘的。他幼年丧父,青年丧兄,此后长期销声匿迹,在伊比利亚暗中行劫;直至他是庞培之子的身份广为人知,众人纷纷前来投奔,他才更加公然地行劫。在盖乌斯·恺撒死后,他顽强作战,筹集了大军、舰船与资财,夺取多处岛屿,成为西海霸主,使意大利陷入饥荒,并迫使仇敌按他的意愿达成和约。而他最大的功绩,莫过于在城邦遭受公敌宣告灭顶之灾时充当庇护者,拯救了许多显贵之人,这些人当时正是因他之故才得以留存故土。然而受神灵降祸之祟,尽管命运曾多次赐予良机,他却从未主动向敌人出击,而只是一味被动防守。
καὶ Πομπήιος μὲν τοιόσδε γενόμενος ἑαλώκει, Τίτιος δὲ τὸν μὲν στρατὸν αὐτοῦ μετεστράτευσεν Ἀντωνίῳ, αὐτὸν δὲ Πομπήιον, τεσσαρακοστὸν ἔτος βιοῦντα, ἐν Μιλήτῳ κατέκανεν, εἴτε διʼ αὑτοῦ, μηνίων ἄρα τῆς ποτὲ ὕβρεως καὶ ἀχάριστος ἐς τὴν ἔπειτα εὐεργεσίαν γενόμενος, εἴτε καὶ ἐπιστείλαντος Ἀντωνίου. εἰσὶ δʼ οἱ Πλάγκον, οὐκ Ἀντώνιον λέγοντες ἐπιστεῖλαι, καὶ νομίζουσιν ἄρχοντα Συρίας, καὶ ταῖς ἐπιστολαῖς ἐπιτετραμμένον ἐς τὰ ἐπείγοντα ἐπιγράφειν τὸν Ἀντώνιον καὶ τῇ σφραγῖδι χρῆσθαι.2 καὶ Πλάγκον δὲ γράψαι νομίζουσιν οἱ μὲν συνειδότος Ἀντωνίου καὶ αἰδουμένου γράψαι διὰ ὄνομα τοῦ Πομπηίου καὶ διὰ Κλεοπάτραν, εὔνως ἔχουσαν τῷ Πομπηίῳ διὰ τὸν πατέρα Μάγνον, οἱ δὲ αὑτὸν ἐφʼ ἑαυτοῦ Πλάγκον, τάδε αὐτὰ συνιδόντα καὶ φυλαξάμενον, μὴ τὴν αἰσίαν Ἀντωνίου καὶ Καίσαρος ἐς ἀλλήλους αἰδῶ Πομπήιος καὶ Κλεοπάτρα Πομπηίῳ συνεργοῦσα ἀνατρέψαιεν.
庞培这般为人,落得如此被擒的下场。提提乌斯将他的军队编入安东尼的部伍,却在庞培四十岁时于米利都将其斩杀——究竟是他擅自作主,因念及往日受辱而对后来的饶命之恩恩将仇报,抑或是奉安东尼之令而行,不得而知。有人则称下令者并非安东尼,而是普兰库斯;他们认为普兰库斯时任叙利亚总督,且受托在紧急信件上代署安东尼之名并使用其印玺。至于普兰库斯下书的原委,有人认为是安东尼知情之下所为,盖因安东尼碍于庞培的声望以及克利奥帕特拉(她因其父大庞培之故而对庞培怀有好感)的颜面,不愿亲自签发;另有人则认为系普兰库斯自作主张,因他洞察了这一局势并心怀戒备,唯恐庞培若得克利奥帕特拉相助,会破坏安东尼与恺撒之间吉祥互敬的良好关系。
ἀλλὰ Πομπήιος μὲν ἐτεθνήκει, Ἀντώνιος δὲ αὖθις ἐς Ἀρμενίαν ἐστράτευε, καὶ ὁ Καῖσαρ ἐπὶ Ἰλλυριούς, οἳ τὴν Ἰταλίαν ἐλῄστευον, οἱ μὲν οὐχ ὑπακούσαντές πω Ῥωμαίων, οἱ δʼ ἐν τοῖς ἐμφυλίοις ἀποστάντες. καί μοι ἔδοξε τὰ Ἰλλυρικά, οὔτε ἀκριβῶς γενόμενά μοι γνώριμα οὔτε συντελοῦντα μῆκος ἰδίας συγγραφῆς οὔτε χώραν ἔχοντα ἑτέρωθι λεχθῆναι, τοῦ χρόνου, καθʼ ὃν ἐλήφθησαν, συνάγοντος αὐτὰ ἐς τέλος, προαναγράψαι καὶ ὑποθεῖναι αὐτὰ τῇ ὁμόρῳ Μακεδονικῇ.3
庞培既死,安东尼再次进军亚美尼亚,而恺撒则出兵征讨劫掠意大利的伊利里亚人——他们有的从未归顺罗马,有的则在内战中发生叛乱。由于我对伊利里亚事务既未详尽通晓,其篇幅亦不足以独立成书,且在其他地方也无合适之处加以叙述,而其被平定的时期恰好促成一个收尾,因此我认为宜将伊利里亚战事预先记述,并附于毗邻的马其顿史之后。
- 514142ὁ Τιτίῳ μετὰ σπονδῶν ἀδοξήσας
句末冠词带分词短语 ὁ ... ἀδοξήσας 是主语 ὁ Πομπήιος 的同位修饰语,突出了戏剧性的讽刺对比:正是那个曾耻于在享有保障条件(μετὰ σπονδῶν)下向提提乌斯投降的人,如今却落得毫无条件(ἄνευ σπονδῶν)向阿明塔斯投降的结局。
- 514144καὶ νομίζουσιν ἄρχοντα Συρίας, καὶ ταῖς ἐπιστολαῖς ἐπιτετραμμένον ἐς τὰ ἐπείγοντα ἐπιγράφειν τὸν Ἀντώνιον καὶ τῇ σφραγῖδι χρῆσθαι
动词 νομίζουσιν 承接前文的普兰库斯(Πλάγκον)作为宾语(即不定式/分词从句的逻辑主语),其后并列了两个宾格分词 ἄρχοντα 与 ἐπιτετραμμένον 作为补足成分;而 ἐπιτετραμμένον(被委以……)后接两个不定式 ἐπιγράφειν(署上安东尼之名)和 χρῆσθαι(使用其印玺),整句解释了普兰库斯何以能够假借安东尼之名下达命令的职权背景。
- 514145καί μοι ἔδοξε τὰ Ἰλλυρικά, οὔτε ἀκριβῶς γενόμενά μοι γνώριμα οὔτε συντελοῦντα μῆκος ἰδίας συγγραφῆς οὔτε χώραν ἔχοντα ἑτέρωθι λεχθῆναι, τοῦ χρόνου, καθʼ ὃν ἐλήφθησαν, συνάγοντος αὐτὰ ἐς τέλος, προαναγράψαι καὶ ὑποθεῖναι αὐτὰ τῇ ὁμόρῳ Μακεδονικῇ.
主句核心为非人称结构 ἔδοξέ μοι(“我认为合适”),支配末尾的两个并列不定式 προαναγράψαι 和 ὑποθεῖναι(“预先记述并附于……”)。前置的宾语 τὰ Ἰλλυρικά(“伊利里亚事务”)通过由三个并列否定分词短语(οὔτε... οὔτε... οὔτε...)和独立属格结构(τοῦ χρόνου... συνάγοντος)构成的长篇插入语,与实际支配它的不定式动词拉开了显著的距离(倒置离隔结构 hyperbaton)。
