← 阿庇安

内战记

§514133-514135

塞克斯图斯·庞培的逃亡与致安东尼的使节

从西西里逃脱的塞克斯图斯·庞培在米蒂利尼观望局势,一面遣使向安东尼提议结盟,一面暗中联络其他势力并扩充军备,使节则在安东尼面前力陈恺撒的野心与威胁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§514133

Πομπήιος δʼ ἐκ μὲν Σικελίας ἄκρᾳ Λακινίᾳ προσέσχε καὶ τὸ ἱερὸν τῆς Ἥρας πλουτοῦν ἀναθήμασιν ἐσύλησε, φεύγων ἐς Ἀντώνιον· ἐς δὲ Μιτυλήνην καταχθεὶς διέτριβεν, ἔνθα αὐτὸν ἔτι παῖδα μετὰ τῆς μητρὸς ὑπεξέθετο ὁ πατήρ, Γαΐῳ Καίσαρι πολεμῶν, καὶ ἡττηθεὶς ἀνέλαβεν. Ἀντωνίου δὲ πολεμοῦντος ἐν Μηδίᾳ Μήδοις τε καὶ Παρθυαίοις, γνώμην ὁ Πομπήιος ἐποιεῖτο ἑαυτὸν ἐπανελθόντι ἐπιτρέψαι. ἐπεὶ δʼ ἐπύθετο ἡσσῆσθαι Ἀντώνιον καὶ τὸ συμβὰν ἡ φήμη μειζόνως μετέφερεν, αὖθις ἦν ἐν ἐλπίσιν ὡς ἢ διαδεξόμενος Ἀντώνιον, εἰ τέθνηκεν, ἢ μεριούμενος ἐπανελθόντι·1 ἐνθύμιός τέ οἱ συνεχὲς ἦν Λαβιηνὸς οὐ πρὸ πολλοῦ τὴν Ἀσίαν ἐπιδραμών. ὧδε δὲ ἔχοντι ἀγγέλλεται Ἀντώνιος εἰς Ἀλεξάνδρειαν ἐπανελθών. καὶ τεχνάζων ἔτι ἐπʼ ἀμφότερα διεπρεσβεύετο πρὸς αὐτόν, ἐπιτρέπων ἐκείνῳ καὶ φίλον εἶναι διδοὺς καὶ σύμμαχον, ἔργῳ δὲ τὰ Ἀντωνίου κατασκεπτόμενος. ἔς τε Θρᾴκην καὶ ἐς τὸν Πόντον ἔπεμπεν ἑτέρους κρύφα πρὸς τοὺς ἑκατέρων δυνάστας ἐπινοῶν, εἰ μὴ κρατεῖ τῶν ἐνθυμουμένων, διὰ τοῦ Πόντου φυγεῖν ἐς Ἀρμενίαν. ἔπεμπε δὲ καὶ ἐς Παρθυαίους, ἐλπίσας ἐς τὰ λοιπὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντώνιον αὐτοὺς δέξεσθαι προθύμως στρατηγὸν Ῥωμαῖόν τε καὶ παῖδα Μάγνου μάλιστα. τάς τε ναῦς ἐπεσκεύαζε καὶ τὸν ἐν αὐταῖς στρατὸν ἐγύμναζεν, ὑποκρινόμενος ἢ δεδιέναι Καίσαρα ἢ Ἀντωνίῳ τάδε παρασκευάζειν.

庞培自西西里出逃投奔安东尼,途中在拉基尼翁岬角靠岸,劫掠了藏有丰富祭品的赫拉神庙;随后驶入米蒂利尼并在该处逗留。早年其父与盖约·恺撒交战时,曾将尚处幼年的他与母亲一同安置于此以避凶险,兵败后又接回了他。因安东尼正在米底亚与米底人及帕提亚人作战,庞培原打算待其归来后便托身于他。然而当得知安东尼战败,且传闻将战况夸大时,他又重新燃起希望,企图若安东尼已死则取而代之,若其生还则与之共分大权;而不久前席卷小亚细亚的拉比埃努斯之事,亦时常在他心头盘旋。正当他处于这般境况时,传来安东尼已返回亚历山大里亚的音讯。于是他继续施展两面手法,遣使前往安东尼处,表示愿托身于他并成为其朋友与盟友,实则窥探安东尼的虚实。与此同时,他另派密使前往色雷斯和本都,联络两地的统治者,盘算着倘若心中所谋未能如愿,便借道本都逃往亚美尼亚。他还遣使联络帕提亚人,指望在与安东尼的余下战事中,他们会极乐意接纳一位罗马统帅,特别是大庞培之子。他整修船只并操练舰上兵士,托词或为畏惧恺撒,或为替安东尼作此防备。

§514134

ὁ δὲ Ἀντώνιος πυθόμενος μὲν εὐθὺς ἀμφὶ τοῦ Πομπηίου, στρατηγὸν ἐπʼ αὐτῷ Τίτιον ᾕρητο καὶ ναῦς καὶ στρατὸν ἐκ Συρίας λαβόντα ἐκέλευε πολεμοῦντι μὲν τῷ Πομπηίῳ πολεμεῖν κατὰ κράτος, ἐπιτρέποντα δὲ αὑτὸν Ἀντωνίῳ μετὰ τιμῆς ἄγειν. ἐλθοῦσι δὲ τοῖς πρέσβεσιν ἐχρημάτιζεν, ἀγγέλλουσιν οὕτως· “ἡμᾶς Πομπήιος ἔπεμψεν οὐκ ἀπορῶν μὲν ἐς Ἰβηρίαν, εἰ πολεμεῖν ἐγνώκει, διαπλεῦσαι, φίλην οὖσαν αὐτῷ πατρόθεν καὶ συλλαβοῦσαν ἔτι ὄντι νεωτέρῳ καὶ καλοῦσαν ἐπὶ ταῦτα καὶ νῦν, αἱρούμενος δὲ εἰρηνεύειν τε σὺν σοὶ καὶ πολεμεῖν, εἰ δεήσειεν, ὑπὸ σοί. καὶ τάδε οὐ νῦν πρῶτον, ἀλλʼ ἔτι κρατῶν Σικελίας καὶ τὴν Ἰταλίαν πορθῶν, ὅτε σοι τὴν σὴν μητέρα περισώσας ἔπεμπε, προύτεινε. καὶ εἰ ἐδέξω, οὔτʼ ἂν ὁ Πομπήιος ἐξέπεσε Σικελίας (οὐ γὰρ ἂν Καίσαρι τὰς ναῦς κατʼ αὐτοῦ παρέσχες), οὔτʼ ἂν σὺ ἥττησο ἐν Παρθυαίοις, Καίσαρός σοι τὸν στρατὸν οὐ πέμψαντος, ὃν συνέθετο· ἐκράτεις δʼ ἂν ἤδη πρὸς οἷς εἶχες καὶ τῆς Ἰταλίας. οὐ δεξάμενον δέ σε ταῦτα, ἐν καιρῷ τότε μάλιστʼ ἄν σοι γενόμενα, ἀξιοῖ καὶ νῦν μὴ πολλάκις ὑπὸ Καίσαρος ἐνεδρευθῆναι λόγοις τε καὶ τῷ γενομένῳ κήδει, μνημονεύοντα, ὅτι Πομπηίῳ τε κηδεύων μετὰ συνθήκας ἐπολέμησεν ἄνευ προφάσεως, καὶ Λέπιδον κοινωνὸν ὄντα τῆς ἀρχῆς τὸ μέρος ἀφείλετο καὶ οὐδέτερα αὐτῶν ἐνείματό σοι.

安东尼一获悉庞培的动向,便立即任命提提乌斯为征讨他的将领,命其从叙利亚调集舰船与陆军,若庞培交战则全力迎击,若他归顺则以礼相待护送而来。使者抵达后,安东尼予以接见,他们陈词如下: “庞培派遣我们前来,绝非在决意交战时无路驶往伊比利亚——那里因其父之故向来与他交好,在他更年轻时曾给予援手,如今亦仍在招引他前往——而是他情愿与您共享和平,若有必要,亦情愿在您的麾下效命作战。这绝非今日首次提议,早在其掌控西西里、蹂躏意大利之时,当他保全您的母亲并将其送还给您之际,便已向您提出过这一主张。若您当时接受了,庞培既不至于被逐出西西里(因您决不会向恺撒提供对付他的船只),您亦不至于因恺撒未依约遣兵而在帕提亚人那里蒙受惨败;甚至除已有之地外,您如今早已掌控了意大利。当年那些对您至为合时宜的提议您既未采纳,如今他恳请您莫要屡次受制于恺撒的言辞与既成的联姻,当牢记:恺撒虽与庞培结有姻亲,却在缔约之后无端开战;恺撒夺走了同为掌权者的雷必达的份额,却未曾将其中任何战果分润于您。

§514135

λοιπὸς δʼ ἐς τὴν περιπόθητον αὐτῷ μοναρχίαν σὺ νῦν ὑπολείπῃ· ἤδη γάρ σοι καὶ ἐν χερσὶν ἦν, εἰ μὴ Πομπήιος ἔτι ἦν ἐν μέσῳ.2 καὶ τάδε εἰκὸς μὲν καὶ σὲ προορᾶν ἐπὶ σεαυτοῦ, προφέρει δέ σοι καὶ Πομπήιος ὑπὸ εὐνοίας, αἱρούμενος ἄνδρα ἄκακον καὶ μεγαλόφρονα ἀντὶ ὑπούλου τε καὶ δολεροῦ καὶ φιλοτέχνου. οὐδὲ ἐπιμέμφεταί σοι τῆς δόσεως τῶν νεῶν, ἃς ἐπʼ αὐτὸν Καίσαρι ἔδωκας ὑπʼ ἀνάγκης, ἀντιλαβεῖν στρατὸν ἐς Παρθυαίους δεόμενος, ἀλλʼ ὑπομιμνήσκει, τὸν οὐ πεμφθέντα στρατὸν προφέρων. συνελόντι δὲ εἰπεῖν,3 Πομπήιος ἑαυτὸν ἐπιτρέπει σοι μετὰ τῶν νεῶν, ἃς ἔτι ἔχει, καὶ τοῦ στρατοῦ, πιστοτάτου γε ὄντος αὐτῷ καὶ οὐδʼ ἐν τῇ φυγῇ καταλιπόντος, εἰρηνεύοντι μὲν μέγα κλέος, εἰ τὸν Μάγνου παῖδα περισῴζοις, πολεμοῦντι δὲ μοῖραν ἱκανὴν ἐς τὸν ἐσόμενον πόλεμον, ὅσον οὔπω παρόντα.”

如今在他梦寐以求的独裁之路上,唯独剩下您这一障碍;盖因若非有庞培横亘其间,他早已与您正面交锋了。凡此种种,想必您自身亦能洞察,然庞培出于善意亦向您挑明,宁愿择取一位宽宏仁厚之士,而非阴险、狡诈且精于权术之人。他并不因您在迫切需要换取进攻帕提亚的陆军这一窘境下,将船只交由恺撒对付他而对您有所怨尤,仅是指出那支未曾遣来的军队以作提醒。简而言之,庞培携其现存船队及对彼忠心耿耿、纵在败亡途中亦未相弃的陆军托身于您;若您修好息兵,保全大庞培之子将为您带来崇高声誉;若您诉诸武力,对于即将来临的战事而言,这亦是一支充实的精锐之师。”

语法注3 条
  1. 514133μεριούμενος ἐπανελθόντι

    μεριούμενος 是动词 μερίζω 的将来时中动分词,与前文的 διαδεξόμενος 并列,由 ὡς 引领表示主观意图。ἐπανελθόντι 为关系与格,意为“若他生还,便与之共分权力”。

  2. 514135ἤδη γάρ σοι καὶ ἐν χερσὶν ἦν, εἰ μὴ Πομπήιος ἔτι ἦν ἐν μέσῳ

    这是过去与事实相反的条件句中,主句动词 ἦν 省略 ἄν 的用法,用于生动表达事态几乎已迫在眉睫或不可避免。短语 ἐν χερσὶν ἦν 为习语,意为“(早已)与你发生直接冲突/交锋”。

  3. 514135συνελόντι δὲ εἰπεῖν

    由表示观点/关涉的与格分词(συνελόντι)与不定式(εἰπεῖν)结合构成的绝对不定式习语,意为“简而言之”或“扼要言之”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:514133-514135